De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τὰς οὖν ἐν ταύταις οἰκίας οὐ τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις, ὅσαι τειχῶν εἴσω τυγχάνουσιν, ἐβεβαίωσε τοῖς πριαμένοις, ἐντὸς ἐνιαυτοῦ τῶν ἀποδιδομένων [*](1 αἰεὶ MF (Tisch.) 3 αἱ ἐπαύλεις M (Tisch.): αἱ om. F (v) 4.5 ἀναπομπὴν M (Tisch., coni. Mang.): ἀποπομπὴν F (v) 6 ἐωνησαμἐνοις M (Tisch.) βεβαιοῦται M τῆς M (Tisch.): δὲ τῆς F; δὲ (om. τῆς) v 6.7 ἐκκεχειρίας F 7 αἴτιον] ἕτερον M τὸ βούλεσθαι M (Tisch., coni. Mang.): τοῦ βούλεσθαι F (v) 7.8 ἐπϊλύταις F, ἐπηλύτας M ἡ τῆς ἐνταῦθα M (Tisch., τῆς coni. Mang.): τοῖς ἐνταυθοῖ F (v) 11 ὅτ’ F 13 συνωκοδημέναι (sic) M, συνοικοδομημέναι F (Hoesch. in textu) 13. 14 οἰκητόρων] κτητόρων voluit Mang. 15 φιλίας M: φιλανθρωπίας F (v) 16 ἐπηλύταις M (Tisch., coni. Mang.): ἐπϊλύται F; ἐπηλύται v 17 καὶ] κατὰ Tisch. (per errorem?) 19 tit. διὰ τί ἱερέως οἰκίαν ἐν πόλει πραθεῖσαν εἰσάπαν ἀφῆκε (sic) λυτροῦσθαι add. mg M 21 η΄ δὲ καὶ μ΄ πόλεις M 23 εἴσω τειχῶν transp. M (Tisch.) ἀποδεδομένων M (Tisch.)) [*](1 sqq. Lev. 25,29—31. i cf. loseph. Ant. lud. III § 285. 21 Num. 23 sqq. Lev. 253234.)

v.5.p.115
κομίσασθαι μὴ δυναμένων, ἀλλ’ εἰς ἅπαν ἐφῆκεν αὐτὰς λυτροῦσθαι, καθάπερ καὶ τοῖς ἀπὸ τοῦ ἔθνους τὰς ἐπαύλεις αἷς ἰσοδυναμοῦσιν, ἐπειδὴ μόνας ἐκ τοσαύτης χώρας διεκληρώσαντο τὰς οἰκίας, ὧν οὐκ ᾤετο δεῖν στέρεσθαι τοὺς λαβόντας, καθάπερ οὐδὲ τοὺς κληρούχους τῶν ἐπαύλεων. οἰκιῶν μὲν δὴ πέρι τοσαῦτα.

Τὰ δὲ πρὸς χρεώστας δανειστῶν καὶ πρὸς θεράποντας δεσποτῶν ὅμοια τοῖς πρόσθεν νομοθετεῖται, ὅπως οἱ μὲν δανεισταὶ μὴ ἐκλέγωσι τόκους παρὰ τῶν ὁμοεθνῶν, ἀλλ’ ὅσον προήκαντο μόνον ἄσμενοι κομίζωνται, οἱ δὲ δεσπόται τοῖς ἀργυρωνήτοις μὴ ὡς φύσει δούλοις ἀλλ’ ὡς μισθωτοῖς προσφέρωνται, παρέχοντες ἄδειαν ἐλευθερίας εὐθὺς μὲν τοῖς ὑπὲρ αὑτῶν λύτρα κατατιθέναι δυναμένοις, αὖθις δὲ τοῖς ἀπόροις ἢ ὅταν ἐπιγένηται ὁ ἀπ’ ἀρχῆς δουλείας ἕβδομος ἐνιαυτὸς ἢ ὅταν ὁ πεντηκοστός, κἂν πρὸ μιᾶς ἡμέρας τύχῃ τις εἰς δουλείαν ὑπαχθείς· ἄφεσις γὰρ ὁ χρόνος ἐκεῖνός ἐστι καὶ νενόμισται, πάντων ἐπὶ τὰς ἀρχαίας διαυλοδρομούντων καὶ ἀνακαμπτόντων εὐπραγίας.

ἐπιτρέπει δ’ ἐκ τῶν μὴ ὁμοφύλων [οἵτινες ἐξ ἑτέρων ἐθνῶν εἰσιν] οἰκέτας κτᾶσθαι, βουλόμενος πρῶτον μὲν διαφορὰν οἰκείων τε καὶ ἀλλοτρίων εἶναι, ἔπειτα δὲ μὴ κατὰ τὸ παντελὲς ἀναγκαιότατον κτῆμα, θεράποντας, ἀνεῖρξαι τῆς αὑτοῦ πολιτείας· μυρία γὰρ τῶν ἐν τῷ βίῳ πραγμάτων ποθεῖ τὰς ἐκ δούλων ὑπηρεσίας.

Υἱοὶ κληρονόμοι γονέων ἔστωσαν, εἰ δὲ μὴ εἶεν, θυγατέρες. ὡς γὰρ ἐν τῇ φύσει γυναικῶν ἄνδρες πρωτοστατοῦσι, κἀν ταῖς συγγενείαις [*](1 αὐτοὺς M 2 τοῖς Μ (Τisch.): τὰς F (v) αἷς] καὶ M 3 ἐκ τοσαύτης F: ἐκτὸς αὐτῆς M 4 στέρεσθαι scripsi: στερεῖσθαι MF (v) λαβόντας M (Tisch.): λαμβάνοντας F (v) 6 tit. περὶ δανειστῶν καὶ θεραπόντων ὁμοεθνῶν add. mg M 7 νομοθετεῖται M: νενομοθέτηται F Nicet. (v) 8.9 ἀλλ’ ἀλλ’—κομίζωνται om. Nicet. 9 κομίζονται Hoesch. 11 αὐτῶν codd. γ’) κατατιθέναι M (Tisch.): καταθεῖναι F Nicet. (v) 12 ἐπιγένηται codd. Nicet. (Tisch.): ἐπιγίνηται ν ἀπ’ ἀρχῆς M (Tisch.): τῆς ἀπαρχῆς F Nicet.; τῆς ἀπ’ ἀρχῆς v 13 τύχοι M 14 ὁ χρόνος M (Tisch.): om. F (v) καὶ M: τε καὶ F (v) 14. 15 ἐπὶ τὰς ἀρχαίας ., . εὐπραγίας M (Tisch, coni. Mang.): ἐπὶ ταῖς ἀρχαίαις . . . εὐπραγίαις F (v) 16 οἵτινες — εἰσιν seclusit Tisch. βουλομένοις M 18 ἀναγκαιότατον] οἰκειότατον M αὐτοῦ codd. (v) 20 ὑπηρεσίας: desinunt hic F et Hoeschelii cod. Boicus (Mon. 113) et cod. vetus Canterianus 21 tit. περὶ κλήρων διαδόχων (sic) add. mg M ante Υἱοὶ verba quaedara conectentia videntur intereidisse γονέων Tisch.: γενεῶν M) [*](6 sqq. Lev. 25,35—41. i cf. loseph. Ant. Iud. III § 282. 6—13 i pergit δὲ πρὸς χρεώστας δανειστῶν — εἰς δυλείαν ὑπαχθείς. 15 Lev. 25,44. 45. 21 Num. 278.)

v.5.p.116
ἐχέτωσαν προνομίαν διαδεχόμενοι τὰς οὐσίας καὶ τὴν τῶν τετελευτηκότων τάξιν ἐκπληροῦντες ἀνάγκης νόμῳ κατασχεθέντων οὐδὲν θνητὸν καὶ γηγενὲς ἀθανατίζοντι.

παρθένοι δὲ ἐὰν ἀπολειφθῶσιν ἀνέκδοτοι, προικὸς ὑπὸ ζώντων ἔτι τῶν γονέων μὴ διωρισμένης, ἰσομοιρείτωσαν τοῖς ἄρρεσιν. ἐπιμελείσθω δ’ ἡ προεστῶσα ἀρχὴ φυλακῆς τε τῶν ἀπολειφθεισῶν καὶ αὐξήσεως καὶ τῶν εἰς δίαιταν καὶ παιδείαν τὴν ἁρμόττουσαν κόραις ἀναλωμάτων καί, ὁπότε γένοιτο ὥρα, [καὶ] γάμου τοῦ πρέποντος, ἀνδρῶν ἐν ἅπασι δοκίμων ἀριστίνδην ἐπικριθέντων.

ἔστωσαν δ’ οὗτοι μάλιστα μὲν συγγενεῖς, εἰ δὲ μή, πάντως γοῦν δημόται καὶ φυλέται, χάριν τοῦ μὴ τοὺς κλήρους τοὺς προικιδίους ἐπιγαμίαις ἀλλοτριοῦσθαι, μένειν δ’ ἐν ταῖς ἐξ ἀρχῆς τεταγμέναις κατὰ φυλὰς λήξεσιν.

ἐὰν δὲ γενεᾶς ἔρημος ὢν τυγχάνῃ, παρίτωσαν ἐπὶ τὴν διαδοχὴν ἀδελφοὶ τοῦ τετελευτηκότος· ἡ γὰρ μεθ’ υἱοὺς καὶ θυγατέρας ἐν συγγενείαις τάξις ἀδελφῶν ἐστιν. εἰ δὲ ἀνάδελφός τις εἴη τελευτῶν, θεῖοι πρὸς πατρὸς διαδεχέσθωσαν τὴν οὐσίαν, θείων δὲ μὴ ὄντων, θεῖαι, εἶτα τῶν ἄλλων οἰκείων καὶ συγγενῶν οἱ ἐγγυτάτω.

σπάνις δ’ εἰ καταλάβοι τῆς συγγενείας, ὡς μηδένα τῶν ἀφ’ αἵματος ἀπολειφθῆναι, ἡ φυλὴ κληρονόμος ἔστω· συγγένεια γάρ τίς ἐστι καὶ ἡ φυλὴ κατὰ περιγραφὴν μείζονα καὶ τελειοτέραν.

ἄξιον μέντοι τὸ διαπορηθὲν ὑπ’ ἐνίων μὴ ἡσυχασθῆναι· διὰ τί, γάρ φασι, πάντων συγγενῶν καὶ δημοτῶν καὶ φυλετῶν ἐπιμνησθεὶς ὁ νόμος ἐν ταῖς τῶν κλήρων διαδοχαῖς γονεῖς μόνους παρεσιώπησεν, οὓς εἰκὸς ἦν, ὥσπερ κληρονομοῦνται, κληρονομεῖν τὰ παίδων; ὅτι, ὦ γενναῖε, θεῖος ὢν καὶ τὴν τῆς φύσεως ἀκολουθίαν αἰεὶ σκοπῶν οὐδὲν ᾠήθη χρῆναι παλίμφημον εἰσηγεῖσθαι· γονέων μὲν γὰρ εὐχαί, ζῶντας ἀπολιπεῖν οὓς ἐγέννησαν, διαδεξομένους ὄνομά τε αὐτῶν καὶ γένος καὶ οὐσίαν, ἐχθρῶν δὲ ἀμειλίκτων ἀραὶ τἀναντία, προαποθνῄσκειν υἱοὺς καὶ θυγατέρας τῶν φυσάντων.

ὅπως οὖν μηδὲν ἀνάρμοστον καὶ ἀσύμφωνον ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ, [*](2 νόμω (sic) M κατσχεθἐντων scripsi: κατασχεθέντες M (Tisch.) καὶ addidi 3 ἀθανατίζοντι Tisch.: ἀθανατίζον M tit. περὶ παρθένων ἀπολειφθεισῶν ἀνεκδότων add. mg M 5 ἀπολειφθεισῶν scripsi: ἀπολειφθέντων M (Tisch.) 7 ὥρα (corr. in ὡραῖα) M: ὡραία Tisch. καὶ ante γάμου seclusi 8 ἐν scripsi: μὲν M (Tisch.) 10 προικιδίους Tisch.: πρὸς ἰδίους M; πρὸς πατρὸς ἰδίους coniciebam 12 τοῦ τετελευτηκότος scripsi: τῶν τετελευτηκότων M (Tisch.) 15 εἶτα et οἱ (16) addidi; cf. de vita Mos. II § 245 16 ἐγγυτάτω scripsi: ἐγγυτέρω Μ (Tisch.) καταλάβη M τῆς συγγενείας Tisch.: τὴν συγγένειαν M 19 μὴ addidi φησί M 22 παίδων M: παιδίων Tisch. 25 διαδεξομένους scripsi: διαδεξαμένους M (Tisch.)) [*](8 Num. 36,6—9. i cf. loseph. Ant. lud. IV § 174. 175. 11 sqq. Num.)

v.5.p.117
καθ’ ἣν διοικεῖται σύμπας ὁ κόσμος, διαγορεύῃ, παίδων μὲν ἀποθνῃσκόντων, γονέων δ’ ἐπιβιούντων, ἀναγκαίως ἅμα καὶ πρεπόντως οὐ προσέταξε μητέρας [ἅμα] καὶ πατέρας τὰ υἱῶν καὶ θυγατέρων κληρονομεῖν, εἰδὼς μὴ συνᾷδον τὸ πρᾶγμα βίῳ τε καὶ φύσει.

φυλαξάμενος οὖν γυμνοῖς ὀνόμασι καλέσαι γονεῖς ἐπὶ παίδων τετελευτηκότων κληρονομίαν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἀπευκτὴν ὠφέλειαν προσνέμων ὀνειδίζειν πενθοῦσιν ἢ ὑπομιμνῄσκειν κακοπραγιῶν, ἑτέρῳ τρόπῳ τὰς οὐσίας ἀπένειμεν αὐτοῖς, βραχὺ παρηγόρημα μεγάλου κακοῦ. τίς οὖν ὁ τρόπος;

ἀδελφὸν πατρὸς γράφει κληρονόμον ἀδελφιδῶν, ἦ που διὰ τὸν πατέρα τὸν θεῖον γεραίρων· εἰ μή τις οὕτως ἠλίθιός ἐστιν, ὡς ὑπολαμβάνειν ὅτι ἕτερον τιμῶν ἑτέρου χάριν ἀτιμοῦν ἐκεῖνον προαιρεῖται· μὴ καὶ τοὺς τῶν φίλων γνωρίμους οἱ περιέποντες ἀμελεῖς τῶν ἑταίρων εἰσίν; ἢ οὐ πάντων εὐνοϊκώτατοι κηδεμόνες τῶν ἐπὶ τιμῇ καὶ ἑταίρους ἀποδέχονται; τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ νόμος διὰ πατέρα καλέσας ἀδελφὸν πατρὸς ἐπὶ μετουσίαν κλήρου πολὺ πρότερον πατέρα καλεῖ, φωνῇ μὲν οὔ, διὰ τὰ λεχθέντα, γνωριμωτέρᾳ δὲ φωνῆς δυνάμει τρανούσῃ τὸ βούλημα τοῦ νομοθέτου.

Παίδων ὁ πρεσβύτατος οὐκ ἰσομοιρεῖ τοῖς μετ’ αὐτόν, ἀλλὰ διπλασίων ἀξιοῦται, διότι τε ἀνὴρ καὶ γυνὴ πρότερον ὑπάρχοντες αὖθις ἐγένοντο πατὴρ καὶ μήτηρ διὰ τὸν φύντα πρῶτον καὶ ἐπειδὴ ὁ πρῶτος γενόμενος τούτοις ἀνακαλεῖν ἤρξατο τοῖς ὀνόμασι τοὺς σπείραντας καὶ — τὸ ἀναγκαιότατον — ὅτι ὁ πρὸ τοῦ γενεᾶς ἔρημος οἶκος εὔπαις ἐγένετο πρὸς τὴν τοῦ γένους τῶν ἀνθρώπων διαμονήν, ἧς σπορὰ μὲν γάμος, καρποὶ δὲ τέκνων γενέσεις, ὧν ὁ πρεσβύτατος ἀρχή.

διὰ ταύτην γ’ οἶμαι τὴν αἰτίαν οἱ πρωτότοκοι τῶν μὲν ἄσπονδα εἰργασμένων ἐχθρῶν, ὡς αἱ ἱεραὶ γραφαὶ δηλοῦσι, μιᾷ νυκτὶ πάντες ἡβηδὸν ἀνῃρέθησαν, τῶν δ’ ἀπὸ τοῦ ἔθνους χαριστήριον ἀνετέθησαν θεῷ καθιερωθέντες· ἔδει γὰρ τοὺς μὲν βαρυτάτῳ καὶ ἀπαρηγορήτῳ πένθει βαρῦναι, φθορᾷ τῶν [*](3 ἄμ seclusi 5 κληρονομίαν scripsi: κλῆρον M (Tisch.) 6 προσνέμων (sic M) 6. 7 ὀνειδίζειν πενθοῦσιν ἢ ὑπομιμνήσκειν scripsi: ὀνειδίζειν ἢ ὑπομιμνήσκειν πενθοῦσι M ω (Tisch.) 9 γράφει Tisch.: γράφειν M ἤπου M (Tisch.) 10 ἕτερον (??) τιμῶν (sic) M 12 ἑταίρων scripsi: ἑτέρων M (Tisch.) ἢ ι ἢ M: εἰ Tisch. 13 τῶν M: τούτων Tisch. ἑταίρους scripsi: ἑτέρους M (Tisch.) 17 tit. περὶ κληρονομίας πρωτοτόκου υἱοῦ add. mg M 19 πρῶτος addidi 22 διαμονήν M: διανομήν Tisch.) [*](24 Exod. 12,29. 26 Exod. 132.)

v.5.p.118
πρωτοστατούντων, γεραίρειν δὲ τὸν σωτῆρα θεὸν ἀπαρχαῖς, αἳ τὴν ἐν τέκνοις ἡγεμονίαν ἔλαχον.

ἐπεὶ δ’ εἰσί τινες οἳ μετὰ γάμον καὶ παιδοποιίαν ὀψὲ σωφροσύνην ἀπομαθόντες ἐξώκειλαν εἰς ἀκρασίαν καὶ ἐπιμανέντες γυναιξὶν ἑτέραις τὰς προτέρας ἐκάκωσαν καὶ τοῖς ἐξ ἐκείνων οὐκέθ’ ὡς πατέρες ἀλλ’ ὡς πατρωοὶ προσηνέχθησαν ἀπομιμησάμενοι τὸ μητρυιῶν εἰς προγονοὺς δυσσεβὲς καὶ ὅλως ἑαυτοὺς καὶ τὰ ἑαυτῶν ἐξέδωκαν ταῖς δευτέραις καὶ παισὶ τοῖς τούτων ἡδονῆς, αἰσχίστου πάθους, ἥττους γενόμενοι, χαλινὸν μὲν εἴ πως οἷόν τε ἦν ἐμβαλεῖν ταῖς ἐπιθυμίαις ὑπὲρ τοῦ μὴ ἀνασκιρτᾶν ἐπὶ πλέον οὐκ ἂν ἐμέλλησεν ὁ νόμος.

ἐπεὶ δὲ μανίαν ἐξηγριωμένην οἴστρῳ χαλεπὸν μᾶλλον δ’ ἀδύνατον ἰάσασθαι, τὸν μὲν ὡς ἀθεραπεύτῳ νόσῳ κατεσχημένον ἀπέλιπε, τὸν δ’ ἐκ τῆς διὰ τοὺς νέους ἔρωτας κακωθείσης υἱὸν οὐχ ὑπερεῖδε κελεύσας αὐτὸν λαμβάνειν διπλάσια τὰ ἐκ τῆς πρὸς τοὺς ἀδελφοὺς διανομῆς.

αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν γὰρ κολάζει τὸν ὑπαίτιον ἀνάγκην ἐπιθεὶς αὐτῷ ποιεῖν εὖ ὃν κακῶς διατιθέναι προαιρεῖται, καὶ τῆς ἀγνώμονος γνώμης ἄκυρον ἀποφαίνει δι’ ὧν ὠφελεῖ τὸν κινδυνεύσαντα πρὸς ἐκείνου ζημιωθῆναι τάττων αὑτὸν ἐν τῇ τάξει τοῦ γεγεννηκότος, ἣν ὁ φύσει πατὴρ ἐπὶ πρεσβυτάτου παιδὸς ἔλιπε.

δεύτερον δὲ ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἠδικημένων, οὓς βαρυτάτης ἀνίας ἐπελαφρίζει μετουσίᾳ χάριτος καὶ δωρεᾶς· οὐδὲν γὰρ ἧττον τοῦ κληρονομοῦντος υἱοῦ τὴν διπλασίαν μοῖραν εἰκὸς ἦν ἥδεσθαι τὴν μητέρα, φιλανθρωπίᾳ νόμου παρηγορηθεῖσαν, ὃς οὐκ εἴασεν αὐτήν τε καὶ γενεὰν εἰς ἅπαν ἐχθρῶν ἐλαττοῦσθαι.

τρίτον δέ· βραβευτὴς ὢν τῶν δικαίων ἀγαθὸς ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι τοῖς μὲν ἐκ τῆς στεργομένης ἐπεδαψιλεύσατο τὰς χορηγίας ὁ πατὴρ διὰ τὸν πόθον τῆς γυναικός, τοὺς δ’ ἐκ τῆς στυγηθείσης οὐδενὸς παντάπασιν ἠξίωσε διὰ τὸ τῆς μητρὸς ἔχθος, ὡς ἐκείνους μὲν ἔτι ζῶντος προκεκληρονομηκέναι πλείω τῆς ἰσομοιρίας, τούτους δὲ κινδυνεῦσαι καὶ τελευτήσαντος ἁπάντων ἀφαιρεθῆναι τῶν πατρῴων. ἵν’ οὖν ἐπανισώσῃ τὴν διανομὴν τοῖς ἐξ ἀμφοτέρων τῶν [*](6 προγόνους M (Tisch.) 7 τοῖς] ταῖς (non τῆς) M 9 ἂν ἐμέλλησεν M: ἀπημέλησεν Tisch. 11 κατισχνωμένον M 17 ἐκείνου Tisch.: ἐκεῖνο M αὐτὸν M (Tisch.) 19 ἐπελαφρίζει M (teste Wendl.): ἐπικουφίζει Tisch. 20 μετουσία Tisch. 21. 22 φιλανθρωπίᾳ νόμου Tisch.: φιλανθρωπίαν ὁμοῦ M 22 ι γενεὰν coni. Wendl. 26 παντάπασιν Tisch.: ἢ παντάπασιν M: τὸ conicio 27 ζῶντος Tisch.: ζῶντας M) [*](12 Deut. 21,15—17. i cf. Ioseph. Ant. lud. IV § 249.)

v.5.p.119
γυναικῶν, ὥρισε διμοιρίαν τὰ πρεσβεῖα τῷ τῆς ἀπηλλαγμένης παιδί. τούτων μὲν δὴ ἅλις.

Ἑπόμενοι δὲ τῇ τάξει τρίτον εἶδος ἀναγράφομεν ἑορτῆς, ὃ σημανοῦμεν. ἔστι δὲ νουμηνία κατὰ σελήνην, χρόνος ὁ ἀπὸ συνόδου ἐπὶ σύνοδον, ὃν μαθηματικῶν παῖδες εὖ μάλα διηριθμήσαντο. τὴν δ’ ἐν ἑορταῖς ἔλαχε τάξιν νουμηνία διὰ πολλά· πρῶτον μὲν ὅτι ἀρχὴ μηνός, ἀρχὴ δὲ καὶ ἀριθμοῦ καὶ χρόνου τίμιον· ἔπειτα δὲ ὅτι κατ’ αὐτὴν οὐδὲν ἀφώτιστον ἐν οὐρανῷ· συνόδῳ μὲν γὰρ ὑποδραμούσης ἥλιον σελήνης τὸ πρὸς γῆν μέρος ἐζόφωται, νουμηνίᾳ δὲ πέφυκεν ἀναλάμπειν.