De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

καὶ οἱ [*](1 τε καὶ κόσμου om. Richt. 2 πρόσπολοι F2H 3 πρὸ om. Turn. ἄρχοντος] ἄρχεται ’ σεμνύνοντες Η (Turn.) .3 φίλων F 6 εἶτ’] ἥτ᾿ F χειροτμήτων Μ 6. 7 πλαστικῆς καὶ ζωγραφίας M 7 ζωγραφικὴ Arm δημιουργοὶ M: δημιουργία Arm, καὶ δημιουργία ceteri; κακαὶ δημιουργοὶ coni. Mang. ἔβλαψαν M: ἔβλαψε ceteri τὸν βίον τὸν ἀνθρώπινον APFG: τὸν ἀνθρώπινον βίον H (Turn.), τὸν βίον τῶν ἀνθρώπων M 8 καταπλήσαντες M 10 τε FGH: δ’ M, τὰ AP, om. Arm σαλεύουσιν ὧδε κἀκεῖσε M: ὧδε κἀκεῖσε σαλεύουσι ceteri (v) 11 τὸν λιμένα AP μηδὲ καθορμίσασθαι M 12 ὀξυδερκεῖν APF, ε in ο corr. Η 13 τῶν om. M τοῦ om. APF 13.14 πεπηρωμένον A 15 δὲ M 18 οἱ] οἱ δὲ M U) καὶ MGH: κἂν APF Arm (Mang.) 22 ἄρα MA, ἄρ’ PFGH: om. v 23 ζωγράφους] γραφεῖς M ἐκτεθειακέναι M 25 alt. καὶ] καὶ γὰρ Arm) [*](19 Hom. H. P 32. Hesiodi Op. 218.)

v.4.p.285
μὲν τεχνῖται πολλάκις ἄποροι καὶ ἄδοξοι κατεγήρασαν ἀτυχίαις ἐπαλλήλοις ἐναποθανόντες, τὰ δὲ τεχνιτευθέντα πορφύρᾳ καὶ χρυσῷ καὶ ταῖς ἄλλαις πολυτελείαις, ἃς πλοῦτος χορηγεῖ, σεμνοποιεῖται καὶ θεραπεύεται, οὐ πρὸς ἐλευθέρων μόνον ἀλλὰ καὶ εὐπατριδῶν καὶ τὸ σῶμα καλλίστων· ἱερέων γὰρ καὶ τὸ γένος ἐξετάζεται μετὰ πάσης ἀκριβείας, εἰ ἀνεπίληπτον, καὶ ἡ κοινωνία τῶν τοῦ σώματος μερῶν, εἰ σύμπασα ὁλόκληρος.

καὶ οὔπω τοῦτο δεινόν, καίτοι δεινὸν ὄν, ἀλλ’ ἐκεῖνο παγχάλεπον· ἤδη γάρ τινας οἶδα τῶν πεποιηκότων τοῖς πρὸς ἑαυτῶν γεγονόσιν εὐχομένους τε καὶ θύοντας, οἷς πολὺ βέλτιον ἦν ἑκατέραν τῶν χειρῶν προσκυνεῖν, εἰ δὲ μὴ βούλοιντο δόξαν φιλαυτίας ἐκτρεπόμενοι, σφύρας γοῦν καὶ ἄκμονας καὶ γραφίδας καὶ καρκίνους καὶ τὰ ἄλλα ἐργαλεῖα, δι’ ὧν ἐμορφώθησαν αἱ [*](p. 193 M.) ὗλαι.

| καίτοι πρὸς τοὺς οὕτως ἀπονοηθέντας ἄξιον παρρησιασαμένους εἰπεῖν· εὐχῶν ἀρίστην εἶναι συμβέβηκεν, ὦ γενναῖοι, καὶ τέλος εὐδαιμονίας τὴν πρὸς θεὸν ἐξομοίωσιν.

εὔχεσθε οὖν καὶ ὑμεῖς ἐξομοιωθῆναι τοῖς ἀφιδρύμασιν, ἵνα τὴν ἀνωτάτω καρπώσησθε εὐδαιμονίαν, ὀφθαλμοῖς μὴ βλέποντες, ὠσὶ μὴ ἀκούοντες, μυκτῆρσι μήτε ἀναπνέοντες μήτε ὀσφραινόμενοι, στόματι μὴ φωνοῦντες μηδὲ γευόμενοι, χερσὶ μήτε λαμβάνοντες μήτε διδόντες μήτε δρῶντες, ποσὶ μὴ βαδίζοντες, μηδ’ ἄλλῳ τινὶ τῶν μερῶν ἐνεργοῦντες, ἀλλ’ ὥσπερ ἐν εἱρκτῇ τῷ ἱερῷ φρουρούμενοι καὶ φυλαττόμενοι, μεθ’ ἡμέραν τε καὶ νύκτωρ τὸν ἀπὸ τῶν θυομένων ἀεὶ καπνὸν σπῶντες· ἓν γὰρ μόνον τοῦτ’ ἀγαθὸν προσαναπλάττετε τοῖς ἀφιδρύμασιν.

ἀλλ’ ἔγωγε νομίζω ταῦτα ἀκούοντας οὐχ ὡς ἐπ’ εὐχαῖς ἀλλ’ ὡς ἐπὶ κατάραις ἀγανακτήσειν καὶ τρέψεσθαι [*](1 ἄδοξοι καὶ ἄποροι transp. M κατεγήρασαν F2, κατερράγησαν F1 3 καὶ θεραπεύεται M: θεραπεύεταί τε ceteri (v) 4 ἱερέων codd.: ἱερέως Turn. 5 καὶ M Arm: om. ceteri (Turn.) ἀκριβείας] εὐσεβείας M εἰ] εἰς G 6 σώματος] σύμπαντος Α 7 χαλεπόν M 8 ἑαυτῶν M: αὐτῶν AFGH (v), αὐτὸν P 9 ἑκατέρας AP 10 βούλοιντο] ἐβούλοντο M (Mang.) οὖν M ἄκμωνας M 11 τἆλλα FG, τἄλλα H 12 τοὺς MAP: τούτους FGH (Turn.) 13 εὐχῶν] ἀρχῶν G, γρ. καὶ εὐχῶν mg. G 14 οὖν om. M Arm καὶ om. Η (Turn.) 16 μήτε ἀναπνέοντες M: μὴ ἀναπνέοντες ceteri (Turn) 17 στόματι — γευόμενοι om. M 17. 18 μὴ λαμβάνοντες M 18 μήτε δρῶντες om Arm μηδ’] μήτ’ M 19 μερῶν] μελῶν coni. Mang. τῷ om. G 20 τὸν] τῶν APG 21 ἀεὶ MH: αἰεὶ APFG β' καπνῶν AP: τοῦ . . . καπνοῦ coui. Mang. σπῶντες καπνῶν Α μόνον τοῦτ’ ἀγαθὸν M : τοῦτο ἀγαθὸν μόνον ceteri 22 προσαναπλάττετε APG : προσαναπλάττεται MFH Arm (v) ταῦτ’ AP 23 ἀγανακτήσει M τρέψεσθαι Turn. (v): τρίψασθαι codd.)

v.4.p.286
πρὸς λοιδορίας ἄμυναν ἀντικατηγοροῦντας· ὃ μέγιστον ἂν εἴη τεκμήριον τῆς ἐπιπολαζούσης ἀσεβείας ἀνθρώπων θεοὺς νομιζόντων, οἷς ὅμοιοί

ποτε τὰς φύσεις ἀπεύξαιντ’ ἂν γενέσθαι. μηδεὶς οὖν τῶν ἐχόντων ψυχὴν ἀψύχῳ τινὶ προσκυνείτω· πάνυ γὰρ τῶν ἀτόπων ἐστὶ τὰ φύσεως ἔργα πρὸς θεραπείαν τετράφθαι τῶν χειροκμήτων. Αἰγυπτίοις δ’ οὐ μόνον τὸ κοινὸν ἔγκλημα χώρας ἁπάσης, ἀλλὰ καὶ ἕτερον ἐξαίρετον ἐπάγεται δεόντως· πρὸς γὰρ ξοάνοις καὶ ἀγάλμασιν ἔτι καὶ ζῷα ἄλογα παραγηόχασιν εἰς θεῶν τιμάς, ταύρους καὶ κριοὺς καὶ τράγους, ἐφ’ ἑκάστῳ μυθικόν τι πλάσμα τετερατευμένοι.

καὶ ταῦτα μὲν ἴσως ἔχει τινὰ λόγον, ἡμερώτατα γὰρ καὶ ὠφελιμώτατα τῷ βίῳ· ἀροτὴρ ὁ βοὺς αὔλακας ἀνατέμνει καιρῷ σπορᾶς, ἀλοῆσαι πάλιν, ὅταν δέῃ τὸν καρπὸν καθαίρεσθαι, δυνατώτατος· ὁ κριὸς τὸ κάλλιστον τῶν σκεπασμάτων, ἐσθῆτα, παρέχει· γυμνὰ γὰρ ἂν τὰ σώματα διεφθείρετο ῥᾳδίως, ἢ διὰ θάλπος ἢ διὰ κρύος ἄμετρον, τοτὲ μὲν τῷ ἀφ’ ἡλίου φλογμῷ, τοτὲ δὲ τῇ ἀπ’ ἀέρος περιψύξει.

νυνὶ δὲ προσυπερβάλλοντες καὶ τῶν ἀνημέρων τὰ ἀγριώτατα καὶ ἀτιθασώτατα, λέοντας καὶ κροκοδείλους καὶ ἑρπετῶν τὴν ἰοβόλον ἀσπίδα, γεραίρουσιν ἱεροῖς καὶ τεμένεσι θυσίαις τε καὶ πανηγύρεσι καὶ πομπαῖς καὶ τοῖς παραπλησίοις· ἀφ’ ἑκατέρου γὰρ τῶν εἰς χρῆσιν δοθέντων ἀνθρώποις ὑπὸ θεοῦ, γῆς καὶ ὕδατος, διερευνησάμενοι τὰ ἀγριώτατα οὔτε τῶν χερσαίων λέοντος θηριωδέστερον ἀνεῦρον οὔτε κροκοδείλου τῶν ἐνύδρων ἀγριώτερον, ἃ σέβουσι καὶ τιμῶσι.

πολλὰ μέντοι καὶ ἄλλα ζῷα, κύνας, αἰλούρους, λύκους, καὶ πτηνὰ ἴβιδας καὶ ἱέρακας, καὶ πάλιν ἰχθύων ἢ ὅλα τὰ σώματα ἢ μέρη τούτων ἐκτεθειώκασιν· [*](1 ἀντικατηγοροῦντες FH1, ἀντὶ κατηγορίας M; ἀντικακηγοροῦντας coni. Mang. 2 ἀνθρώπους M 2. 3 ὅμοιοί ποτε M: ποτε post ἄν (3) transp. FGH mg. P2, om. AP 3 ἀπεύξαιντο M, ἀπεύξαιτ’ H 4 τινὶ] ποτὲ M φύσεως] τῆς φύσεως H (v) 5 χειροτμήτων M Αἰγυπτίοις scripsi: αἰγυπτίων M Arm, αἰγύπτω ceteri (v) δ’ om. Arm 9 τι M Arm: om. ceteri τερατευσάμενοι M 10 τῶ βίω M: βίω ceteri (v) post ἀροτὴρ add. γὰρ Arm 11 ἀνατέμνειν APF καιρῶ σπορᾶς M Arm: καὶ τὰς σπορὰς ceteri; εἰς τὰς σποράς v ἀλοῆσαι GH 12 δυνατώτερος M τῶν σκεπασμάτων τὸ κάλλιστον transp. H (v) 13 διεφθείροντο M 14 δὲ M: δ’ ceteri 15 τῆ ἀπ’ ἀέρος περιψύξει M Arm: ἁ. ἁ. περιψυχθέντα AP, ἁ. ἁ. περιψυχθέντος G (Turn.), ἁ. ἁ. περιψυχθέν H, ἁ. ἁ. πέρι χυθέν F καὶ προσυπερβάλλοντες transp. Η (v) ἀνημέρων] ἀλόγων M (Mang.) ο 16 ἀγριώτερα M ἀτιθασώτατα GH: ἀτιθασώτερα M, ἀτιθασσότατα APF κροκοδήλους M 17 ἰοβόλων F1 ἱερεῖς P θυσίαις τε] καὶ θυσίαις M 18 ἑκατέρων M 20 ἀγριώτερα MH (Turn.) τῶν addidi χερσέων F1, χερσαῖον H (Turn.) 22 καὶ πτηνὰ M Arm: καὶ om. ceteri (v) 23 μέρος AP ἐκτεθειάκασιν M)

v.4.p.287

ὧν τί ἂν γένοιτο καταγελαστότερον; καὶ δὴ τῶν ξένων οἱ πρῶτον εἰς Αἴγυπτον ἀφικόμενοι, πρὶν τὸν ἐγχώριον τῦφον εἰσοικίσασθαι ταῖς διανοίαις, ἐκθνῄσκουσι χλευάζοντες· ὅσοι δὲ παιδείας ὀρθῆς ἐγεύσαντο, τὴν ἐπ’ ἀσέμνοις πράγμασι σεμνοποιίαν καταπλαγέντες οἰκτίζονται τοὺς χρωμένους, ἀθλιωτέρους, ὅπερ εἰκός, ὑπολαμβάνοντες εἶναι τῶν τιμωμένων, μεταβεβληκότας εἰς ἐκεῖνα τὰς ψυχάς, ὡς ἀνθρωποειδῆ θηρία περινοστεῖν δοκεῖν.

ἀνελὼν οὖν ἐκ τῆς ἱερᾶς νομοθεσίας πᾶσαν τὴν τοιαύτην ἐκθέωσιν ἐπὶ τὴν τοῦ πρὸς ἀλήθειαν ὄντος θεοῦ τιμὴν ἐκάλεσεν, ἑαυτοῦ τιμῆς οὐ προσδεόμενος — οὐ γὰρ ἑτέρου χρεῖος ἦν ὁ αὐταρκέστατος ἑαυτῷ —, βουλόμενος δὲ τὸ γένος τῶν ἀνθρώπων ἀνοδίαις πλαζόμενον εἰς ἀπλανεστάτην ἄγειν ὁδόν, ἵν’ ἑπόμενον τῇ φύσει τὸ ἄριστον εὕρηται τέλος, ἐπιστήμην τοῦ ὄντως ὄντος, ὅς ἐστι τὸ πρῶτον ἀγαθὸν καὶ τελεώτατον, ἀφ’ οὗ τρόπον πηγῆς ἄρδεται τῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ τὰ ἐπὶ μέρους ἀγαθά.

Διειλεγμένοι καὶ περὶ τῆς δευτέρας παραινέσεως ὅσα οἷόν τε ἦν, τὴν ἑπομένην κατὰ τὸ ἑξῆς ἀκριβώσωμεν· ἔστι δὲ μὴ λαμβάνειν ὄνομα θεοῦ ἐπὶ ματαίῳ (Exod. 20, 7). τὰ μὲν οὖν τῆς τάξεως γνώριμα τοῖς τὴν διάνοιαν ὀξυδορκοῦσιν· ὄνομα γὰρ ἀεὶ δεύτερον ὑποκειμένου πράγματος, σκιᾷ παραπλήσιον, ἣ παρέπεται σώματι.

προειπὼν οὖν περὶ τῆς ὑπάρξεως καὶ τιμῆς τοῦ ἀεὶ ὑπάρχοντος, ἑπομένως τῷ τῆς ἀκολουθίας εἱρμῷ τὰ πρέποντα καὶ περὶ τῆς κλήσεως εὐθὺς παρήγγειλε· πολύτροποι γὰρ καὶ πολυειδεῖς αἱ περὶ τοῦτο τὸ μέρος τῶν ἀνθρώπων [*](l καταγελαστότερον] θηριωδέστερον M δὴ om. Arm 2 τῦφον] τύπον M, Τυφῶνα Arm 2.3 εἰσοικίσασθαι τῖς διανοίαις M Arm: τῖς διανοίαις εἰσοικίσασθαι ceteri (v) 3 ἐκθνήσκουσι M Arm: ἐξησθενήκσι ceteri (Turn.) δὲ] γὰρ coni. Christopliorson 5 ὑπολαμβάνοντες εἶναι MF: εἶναι ὑπολαμβάνοντες ceteri (v) G ἐκεῖνα in ἐκείνας corr. M 7 δοκεῖν περινοστεῖν transp. M 9 ἑαυτοῦ] αὐτοὺς M; αὐτὸς coni. Mang. τιμὴν M χρεῖος ἣν] χρήζει ^^ ^*-*- ’^^ πλαζόμενον MFG: πλανώμενον APH (v) 11 ἶνα M 12 εὕροι AP ὄντος ὄντως H 14 τὰ om. M 15 οὖν ante καὶ add. F’^ 16 κατὰ om. M ἀκριβώσομεν APF ( ex ω corr. ) 17 ματαίω corr. ex ματαίοις, ματαίοις Arm 18 τὴν om. FHDC (Tiirn ) διανοία DC όξυδερκοῦσιν FGIl (ν) ἀεὶ MDC: αἰεὶ ceteri 19 προσειπὼν Riclit. Tauchn. 20 ἀεὶ MAP: αἰεὶ FGH, om. DC ἑπομένως MD*^’: ἑπόμενος ceteri (v) 22 post μέρος add. τοῦ ὅρκου D) [*](16 — 21 D*^^ fol. 223^’ τοῦ αὐτοῦ (Φίλωνος) : οὐ λήψῃ, φησίν, τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. τὰ (x^/ οὑν τῆς τάξεως γνώριμα — εὐθὺς παρήγγειλεν. 22 — 288,3 DK fol. 218» Φίλωνος ἐκ τοῦ εἰς τὴν δeκάλογον: ἐπειδὴ πολύτροποι — νομίζεσθαι εἶναι. tum pergit: Φίλωνος: ἐνέχυρον οὐ μικρὸν ἀψευδίας αἰδὼς ἡ πρὸς θεόν. ἔστω οὑν ὁ λόγος ἰσότιμος ὅρκῳ (cf. Philonea ed. Tisch. p. 2,2). οἷς δὲ ὀμνύναι τις ἀνάγκη, μαθέτωσαν ὡς ἔστιν ὁ ὅρκος μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου (6 — 8). 3.4 DK fol. 219r (post locum ad p. 290,15 adnotatum) τοῦ αὐτοῦ Anton. Mel. II 64. Col. 1157 Φίλωνος: φασί τινες τὸ εὐορκεῖν οὐκ ἀπόβλητον· ἀλλ’ ἤδη ὅ γε ὀμνὺς εἰς ἀπιστίαν ὑπονοεῖται. — 9 pergit DR: μελλητὴς — ἀνοσιώτατον. 7 — 9 Anton. ibid. μαρτυρία θεοῦ ἐστι περὶ πραγμάτων ἀμφισβητουμένων ὁ ὅρκος· μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει τὸν θεὸν ἀνοσιώτατον. 12 — 289,4 DP fol. 313r ὁ ἑκάστη ψυχῇ συμβεβηκὼς ἔλεγχος — ζωὴν ἀπορρήξῃ.)

v.4.p.288
ἁμαρτίαι.

κάλλιστον δὴ καὶ βιωφελέστατον καὶ ἁρμόττον λογικῇ φύσει τὸ ἀνώμοτον, οὕτως ἀληθεύειν ἐφ’ ἑκάστου δεδιδαγμένῃ, ὡς τοὺς λόγους ὅρκους εἶναι νομίζεσθαι. δεύτερος δέ, φασί, πλοῦς τὸ εὐορκεῖν·

ἤδη γὰρ ὅ γε ὀμνὺς εἰς ἀπιστίαν ὑπονοεῖται. μελλητὴς οὖν ἔστω καὶ βραδύς, εἴ πως ἐνδέχοιτο ταῖς ὑπερθέσεσιν ἀπώσασθαι τὸν ὅρκον· εἰ δέ τις ἀνάγκη βιάζοιτο, περισκεπτέον οὐ παρέργως ἕκαστα τῶν ἐμφερομένων·

τὸ γὰρ πρᾶγμα οὐ μικρόν, εἰ καὶ τῷ ἔθει καταφρονεῖται. μαρτυρία γάρ ἐστι θεοῦ περὶ πραγμάτων ἀμφισβητουμένων ὅρκος· μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει θεὸν ἀνοσιώτατον. ἴθι γάρ, εἰ βούλει, τῷ λόγῳ διάκυψον εἰς τὴν τοῦ μέλλοντος ὀμνύναι διάνοιαν ἐπὶ ψεύδει· θεάσῃ γὰρ αὐτὴν οὐκ ἠρεμοῦσαν, ἀλλὰ θορύβου καὶ ταραχῆς μεστήν, κατηγορουμένην καὶ πάσας ὕβρεις καὶ βλασφημίας ὑπομένουσαν.

ὁ γὰρ ἑκάστῃ ψυχῇ συμπεφυκὼς καὶ συνοικῶν ἔλεγχος, οὐδὲν εἰωθὼς παραδέχεσθαι τῶν ὑπαιτίων, μισοπονήρῳ καὶ φιλαρέτῳ χρώμενος ἀεὶ τῇ φύσει, κατήγορος ὁμοῦ καὶ δικαστὴς ὁ αὐτὸς ὤν, διακινηθεὶς ὡς μὲν κατήγορος αἰτιᾶται, κατηγορεῖ, δυσωπεῖ, πάλιν δ’ ὡς δικαστὴς διδάσκει, νουθετεῖ, παραινεῖ [*](1 διαμαρτίαι Γ’, αἱ ἁμαρτίαι D δὴ] δὲ M, om. D 2 τὸ ἀνομολόγητον καὶ ἀκατονόμαστον τοῦ θεοῦ καὶ οὕτως ἀληθεύειν ἐφ’ ἑκάστω ὡς D δεδιγμένη AP1F1; δεδιδαγμένον voluit Mang. 4 ἀπιστίαν] ἀδικίαν M μελητὴς FH οὑν om. Arm ἔσται L (Turn.) post ἔστω add. πᾶς D 5 εἰ δέχοιτο G ὑπερθέσεσιν ex ὑποσχέσεσιν corr. Η 6 ἀναγκάζοιτο D περισκέπτεσθαι M 7 τὸ M: ἔστι ceteri (Turn.) εἰ καὶ τῷ] ὄντως D 8 ὁ ὅρκος APD Antou. Mel. 9 τὸν θεὸν Anton. Mel. ἴθι] ἴσθι ARH1 γὰρ] οὖν Arm διάκυψον GH: καὶ διάκυψον ceteri 11 οὐχ ἠρεμοῦσαν M 13 συμπεφυκὼς καὶ συνοικῶν M Arm : συνοικῶν καὶ συμπεφυκὼς ceteri συμπεφυκὼς] συμβεβηκὼς ’’ καὶ συνοικῶν om. DP συνειδήσεως ἔλεγχος coni. 14 ἀεὶ MGD: αἰεὶ ceteri καὶ κατήγορος Dp 15 ὁμοῦ] ἐμοῦ Α ὁ αὐτὸς om. AP (ss. P2) 16 καὶ κατηγορεῖ ἡμῶν καὶ δυσωπεῖ DP δὲ D παραινεῖ om. DP)

v.4.p.289
μεταβάλλεσθαι· κἂν μὲν ἰσχύσῃ πεῖσαι, γεγηθὼς καταλλάττεται, μὴ δυνηθεὶς δὲ ἀσπονδεὶ πολεμεῖ μήτε μεθ’ ἡμέραν μήτε νύκτωρ ἀφιστάμενος, ἀλλὰ κεντῶν καὶ τιτρώσκων ἀνίατα, μέχρις ἂν τὴν ἀθλίαν καὶ ἐπάρατον ζωὴν ἀπορρήξῃ.

τί λέγεις, εἴποιμ’ ἂν πρὸς τὸν ἐπίορκον, τολμήσεις τινὶ τῶν σεαυτοῦ γνωρίμων φάναι προσελθών· ὦ οὗτος, ἃ μήτ’ εἶδες μήτ’ ἤκουσας, ὡς ἰδών, ὡς ἀκούσας, ὡς παρηκολουθηκὼς ἅπασιν, ἀφικόμενός μοι μαρτύρησον; ἐγὼ μέν γε οὐκ οἶμαι·