De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

μανίας γὰρ ἀθεραπεύτου τὸ ἔργον. ἐπεὶ τίσιν ὀφθαλμοῖς νήφων καὶ ἐν σεαυτῷ δοκῶν εἶναι προσιδὼν τὸν φίλον ἐρεῖς· διὰ τὴν ἑταιρίαν ἀδικοπράγει, παρανόμει, συνασέβει μοι; δῆλον γὰρ ὡς, εἰ ταῦτ’ ἀκούσαι, πολλὰ χαίρειν φράσας ἑταιρίᾳ τῇ νομιζομένῃ καὶ κακίσας αὑτόν, ὅτι τὴν ἀρχὴν ἀνδρὶ τοιούτῳ φιλίας ἐκοινώνησεν, ἀποπηδήσεται καθάπερ ἀπὸ θηρὸς ἀγριαίνοντος καὶ λελυττηκότος.

εἶτα, πρὸς ἃ μηδὲ φίλον ἄγειν τολμήσεις, ἐπὶ ταῦτα θεὸν μάρτυρα καλῶν οὐκ ἐρυθριᾷς, τὸν πατέρα καὶ ἡγεμόνα τοῦ κόσμου; πότερον ἐπιστάμενος, ὅτι πάνθ’ ὁρᾷ καὶ πάντων ἀκούει, ἢ τοῦτ’ ἀγνοῶν;

εἰ μὲν οὖν ἀγνοῶν, ἄθεός τις εἶ, πηγὴ δὲ πάντων ἀδικημάτων ἀθεότης· πρὸς δὲ τῷ ἀθέῳ καὶ καταστρατηγεῖς τὸν ὅρκον, ὀμνὺς κατὰ τοῦ μὴ προσέχοντος ὡς ἐπιμελουμένου τῶν ἀνθρωπείων πραγμάτων· εἰ δ’ ὅτι προνοεῖ σαφῶς οἶδας, ὑπερβολὴν ἀσεβείας οὐκ ἀπολέλοιπας λέγων, εἰ καὶ μὴ στόματι καὶ γλώττῃ, τῷ γοῦν συνειδότι πρὸς θεόν· τὰ ψευδῆ μοι μαρτύρει, [*](1 μεταβαλέσθαι M κἀν μὲν] ἄν μὲν γὰρ Arm καταλάττεται G, καταλλ μ μάττεται F, καταμάττεται Η, καταλλάττεται M 3 ἀνίατα] ἀνιᾶται DP μέχρι (om. ἄν) DP 3. 4 καὶ ἐπάρατον om. DP 4 λέγοις GH 6 μήτε . . . μήτε M ἰδών] εἰδῶν P, εἰδὼς M 7 μέν γε scripsi : μὲν γὰρ M (Arm?), μὲν ceteri (v) 8 ἐπεὶ Arm: ἐπὶ M, om. ceteri (v) 9 #x003E; ἐρεῖς Christophorson ἑταιρείαν GH (Turn.) 10 συνασέβει] οἱ ἀσέβει Η (v) εἰ om. M ταῦτα FGH ἀκούσαι FG: ἀκούσαι Η, ἀκούσοι AP (v), ἀκούσας M 1 1 ἑταιρεία F2GH καὶ κακίσας M Arm : καὶ om. ceteri 12 ἀποπηδήσεται MF: ἀποπηδῆσαί τε Η, ἀποπηδήσειε APG 13 θηρός] πυρὸς AP θη ss. m. rec. in A) 14 θεὸν μάρτυρα καλῶν M Arm: μάρτυρα θεὸν καλῶν K, μάρτυρα καλῶν θεὸν APH (v), μάρτυρα καλῶν τὸν θεὸν G 10 τοῦτο APGH οὑν om. Η (Turn.) ἀγνοῶν M: ἀγνοεῖς ceteri (Turn.) ὦν ων 18 καὶ om. M τὸν ὅρκον AP μὴ om. AP προέχοντος Α; προσέχοντος κατὰ γνώμην σου Christoophorson ὡς] post ὡς add. μὴ APF 18. 19 ἐπιμελομένου GH (Turn.) 19 κατὰ ante τῶν add. AP ἀνθρωπίνων M 20 οὐκ ἀπολέλοιπας M: οὐ καταλέλοιπας ceteri (v) 21 θεόν M: τὸν θεόν ceteri (v))

v.4.p.290
συγκακούργει, συρρᾳδιούργει· μία μοι τοῦ παρ’ ἀνθρώποις εὐδοκιμεῖν ἐλπὶς τὸ παρακαλύψασθαί σε τὴν ἀλήθειαν· ὑπὲρ ἑτέρου πονηρὸς γενοῦ, ὑπὲρ τοῦ χείρονος ὁ κρείττων, ὑπὲρ ἀνθρώπου καὶ ταῦτα

μοχθηροῦ θεὸς ὁ πάντων ἄριστος. εἰσὶ δ’ οἳ μηδὲ κερδαίνειν τι μέλλοντες ἔθει πονηρῷ κατακόρως καὶ ἀνεξετάστως ὀμνύουσιν ἐπὶ τοῖς τυχοῦσιν, οὐδενὸς ἀμφισβητουμένου τὸ παράπαν, τὰ μὲν αὐτῶν ἐν τῷ λόγῳ προσαναπληροῦντες ὅρκοις, ὡς οὐκ ἄμεινον ὂν ἀποκοπὴν ῥημάτων μᾶλλον δὲ καὶ ἀφωνίαν ὑποστῆναι παντελῆ· φύεται γὰρ ἐκ πολυορκίας ψευδορκία καὶ ἀσέβεια.

διὸ χρὴ τὸν μέλλοντα ὀμνύναι πάντ’ ἐπιμελῶς ἐξητακέναι καὶ σφόδρα περιττῶς, τὸ πρᾶγμα, εἰ εὐμέγεθες καὶ εἰ γέγονεν ὄντως καὶ εἰ πραχθὲν κατείληφε παγίως, ἑαυτόν, εἰ καθαρεύει ψυχὴν καὶ σῶμα καὶ γλῶτταν, τὴν μὲν παρανομίας, τὸ δὲ μιασμάτων, τὴν δὲ βλασφημιῶν· οὐ γὰρ ὅσιον, δι’ οὗ στόματος τὸ ἱερώτατον ὄνομα προφέρεταί τις, διὰ τούτου φθέγγεσθαί τι τῶν αἰσχρῶν.

ἐρευνάτω δὲ καὶ τόπον καὶ καιρὸν ἐπιτήδειον· οἶδα γὰρ οἶδά τινας ἐν βεβήλοις καὶ ἀκαθάρτοις χωρίοις, ἐν οἷς οὔτε πατρὸς οὔτε μητρὸς ἀλλ’ οὐδὲ τῶν ὀθνείων πρεσβύτου τινὸς εὖ βεβιωκότος ἄξιον μεμνῆσθαι, διομνυμένους καὶ ὅλας ῥήσεις ὅρκων συνείροντας, τῷ τοῦ θεοῦ πολυωνύμῳ καταχρησαμένους ὀνόματι ἔνθα μὴ δεῖ πρὸς ἀσέβειαν.

ὁ δὲ τῶν λεχθέντων ὀλιγώρως ἔχων ἴστω τὸ μὲν πρῶτον μιαρὸς καὶ ἀκάθαρτος [*](1 συνραδιούργει F, συρραδιούργει, μία corr. ex συρραδιούργημα H παρὰ M εὐδοκεῖν M 2 τὸ] τοῦ FG περικαλύψασθαι AP σε M Arm: om. oeteri (v) ἑταίρου M 5 τι F: om. ceteri (v) καὶ κατακόρως Arm 6 τὰ μὲν αὐτῶι corrupta; τὰ μείονα τῶν conicio, τὰ ὑστερήματα τῶν λόγων coni. Mang. 11 παγίως] παγίωσιν F ἑαυτόν MGH: αὐτὸ AP, αὐτοῦ F; αὐτὸν Christophorson 12 γλῶτταν καὶ σῶμα transp. AP 12. 13 τὴν δὲ βλασφημιῶν, τὸ δὲ μιασμάτων transp. AP 14 προσφέρεται H τις om. D δι’ αὐτοῦ DR αἰσχρῶν] οὐχ ὁσίων καὶ βλασφήμων DR 15 pr. καὶ om. Arm τόπον M: τὸν τόπον ceteri (v) οἶδα γὰρ AP: ἤδη γὰρ ceteri 16 οὔτε πατρὸς οὔτε μητρὸς MD: οὔτε πατρὸς ἡ μητρὸς APGH (Turn.), οὔτε μητρὸς ἡ πατρὸς Γ’. οὔτε μητρὸς om. Arra 17 ὀθνείων] οἰκείων Christophorson 18 συνείροντες Η πολυωνύμῳ] πολυωνύμῳ] vel πανσέμνῳ coni. Mang. 18.19 καταχρησαμένους DR Arm: καταχρωμένους DP DM, χρησαμένους codd. (v) 19 ἔνθα—ασέβειαν om. DR εὐσέβειαν G 20 τὸ μὲν πρῶτον om. Arm) [*](8 DR fol. 219r Φίλωνος εἰς τὸν δεκάλογον Anton. Mel. II 64 Col. 1157 Io. Georgides p. 34,19 Β Φίλωνος: ἐκ πολυορκίας πολυλογίας Georg.) ψευδορκία φύεται. — 14 DE fol. 117v Φίλωνος ἐκ τοῦ εἰς δεκάλογον DL fol. 163v εἰς τὴν δεκάλογον: οὐχ ὅσιον—αἰσχρῶν. —19 DP fol. 358r DM fol. 269r Φίλωνος εἰς τὴν δεκάλογον: οἶδά τινας ἀδυναμίᾳ ἡσυχίας ἐν βεβήλοις — πρὸς ἀσέβειαν. pergit DM: τίς ἔχει σφόδρα ἐνπρεπὲς ἀπαρατηρήτως τῶ καὶ ἀδιακρίτως οὕτω διακεῖσθα γλωσσαλγίας. 15 — 291,1 DR fol, 219r τοῦ αὐτοῦ: οἶδα τινὰς — ἐφεδρεύουσιν αὐτῷ.)

v.4.p.291
ὤν, εἶθ’ ὡς αἰεὶ αἱ μέγισται τῶν τιμωριῶν ἐφεδρεύουσιν αὐτῷ, τῆς ἐφόρου τῶν ἀνθρωπείων δίκης ἀτρέπτως καὶ ἀπαρηγορήτως ἐπὶ τοῖς οὕτω μεγάλοις ἀδικήμασιν ἐχούσης, ἥτις, ὅταν μὴ παραχρῆμα κολάζειν ἀξιοῖ, ἐπὶ πολλῷ δανείζειν ἔοικε τὰς τιμωρίας, ἅς, ὅταν ᾖ καιρός, ἀναπράττει μετὰ τοῦ κοινῇ συμφέροντος.

Τέταρτόν ἐστι παράγγελμα τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ἵν’ εὐαγῶς καὶ ὁσίως ἄγηται. ταύτην ἔνιαι μὲν τῶν πόλεων ἑορτάζουσιν ἅπαξ τοῦ μηνὸς ἀπὸ τῆς κατὰ θεὸν νουμηνίας διαριθμούμεναι, τὸ δὲ Ἰουδαίων ἔθνος συνεχῶς ἡμέρας ἓξ διαλείποντες αἰεί.

λόγος δ’ ἐστὶν ἀναγραφεὶς ἐν τοῖς κατὰ τὴν κοσμοποιίαν, περιέχων αἰτίαν ἀναγκαίαν· ἐν γὰρ ἓξ ἡμέραις φησὶ κτισθῆναι τὸν κόσμον, τῇ δ’ ἑβδόμῃ παυσάμενον τῶν ἔργων τὸν θεὸν ἄρξασθαι τὰ γεγονότα καλῶς θεωρεῖν.

ἐκέλευσεν οὖν καὶ τοὺς μέλλοντας ἐν ταύτῃ ζῆν τῇ πολιτείᾳ καθάπερ ἐν τοῖς ἄλλοις καὶ κατὰ τοῦθ’ ἕπεσθαι θεῷ, πρὸς μὲν ἔργα τρεπομένους ἐφ’ ἡμέρας ἕξ, ἀνέχοντας δὲ τῇ ἑβδόμῃ καὶ φιλοσοφοῦντας καὶ θεωρίαις μὲν τῶν τῆς φύσεως σχολάζοντας, ἐπισκοποῦντας δὲ καὶ εἴ τι μὴ καθαρῶς ἐν ταῖς προτέραις ἐπράχθη, λόγον καὶ εὐθύνας ὧν εἶπον ἢ ἔδρασαν παρ’ ἑαυτῶν λαμβάνοντας ἐν τῷ τῆς ψυχῆς βουλευτηρίῳ, συνεδρευόντων καὶ συνεξεταζόντων τῶν νόμων εἴς τε τὴν τῶν παροραθέντων κατόρθωσιν καὶ πρὸς τὴν τοῦ μηδὲν αὖθις ἐξαμαρτάνειν προφυλακήν.

ἀλλ’ ὁ μὲν θεὸς ἅπαξ κατεχρήσατο ταῖς ἓξ ἡμέραις πρὸς τὴν τοῦ κόσμου τελείωσιν μήκους χρόνων οὐ προσδεόμενος· ἀνθρώπων δ’ ἕκαστος ἅτε θνητῆς φύσεως μετέχων καὶ μυρίων ἐνδεὴς ὢν πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ὀφείλει μὴ κατοκνεῖν ἐκπορίζειν τὰ ἐπιτήδεια μέχρι τελευτῆς τοῦ βίου διαναπαυόμενος τὰς [*](1 εἶτα ADR αἰεὶ om. DR αἱ om. Turn. 3 οὕτως F ἀδικήμασιν] ἀσεβήμασιν coni. Mang. κολάζειν] ἐκριζοῦν Arm 5 ἀναπράττη M 8 κατὰ θεὸν corruptum; κατὰ σελήνην vel κατὰ σεληνιακὸν κύκλον (cf. 252,12) conicio, κατὰ ζ' coni. Christophorson τῆς νουμηνίας κατὰ ζ' Mang.) διαριθμούμεναι Mang. : διαριθμούμενοι codd. 9 ἡμέρας add. Mang. διαλιπόντες MF ἀεὶ F 10 ἐν τῇ Μωυσέως κοσμοποιίᾳ Arm τὴν κοσμοποιίαν F: τὴν om. ceteri (v) 11 τὴν δ’ ἑβδόμην M 12 παυόμενον M 15 ἡμέραις Α, om. Arm 15. 16 καὶ φιλοσοφοῦντας τῆ ἑβδόμη transp. Η (v) 16 τῶν] ταῖς F ἐνσχολάζοντας coni. Mang. 18 ἡ] ἢν A 19 βουλευτηρίῳ] δικαστηρίῳ coni. Mang. τῶν νόμων M: νόμων ceteri (Turn.) 21 προ(??)φυλακήν σ eras.) F, φυλακήν Ἀρ’ 22 ἡμέραις AP: om. ceteri (Arm) 24 κατοκνεῖν ἓξ ἡμέραις Christophorson 25 ἐμπορίζειν AP1 τελευτῆς om. APF, add. mg. P2 εἰς τὰς Arm)

v.4.p.292
ἱερὰς ἑβδομάδας.

ἆρ’ οὐ παγκάλη παραίνεσις καὶ πρὸς πᾶσαν ἀρετὴν ἱκανωτάτη προτρέψασθαι καὶ διαφερόντως εἰς εὐσέβειαν; „ἕπου" φησίν „αἰεὶ θεῷ· παράδειγμα προθεσμίας ἔστω σοι πράξεων ἓν ἑξαήμερον αὐταρκέστατον, ἐν ᾧ τὸν κόσμον ἐδημιούργει· παράδειγμα καὶ τοῦ δεῖν φιλοσοφεῖν ἡ ἑβδόμη, καθ’ ἣν ἐπιδεῖν λέγεται ἃ εἰργάσατο, ὅπως καὶ αὐτὸς ἐπιθεωρῇς τὰ φύσεως καὶ τὰ ἴδια ὅσα συντείνει πρὸς εὐδαιμονίαν".

τοιοῦτον οὖν ἀρχέτυπον τῶν ἀρίστων βίων, πρακτικοῦ τε καὶ θεωρητικοῦ, μὴ παρέλθωμεν, ἀλλ’ αἰεὶ πρὸς αὐτὸ βλέποντες ἐναργεῖς εἰκόνας καὶ τύπους ταῖς ἑαυτῶν διανοίαις ἐγχαράττωμεν ἐξομοιοῦντες θνητὴν φύσιν ὡς ἔνεστιν ἀθανάτῳ κατὰ τὸ λέγειν καὶ πράττειν ἃ χρή. πῶς δὲ | λέγεται ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸν κόσμον ὑπὸ θεοῦ τοῦ [*](p. 198 M.) μηδὲ χρόνων εἰς τὸ ποιεῖν δεομένου, μεμήνυται διὰ τῶν ἀλληγορηθέντων

ἐν ἑτέροις. τὴν μέντοι προνομίαν, ἧς ἐν τοῖς οὖσιν ἑβδομὰς ἠξίωται, δηλοῦσιν οἱ περὶ τὰ μαθήματα διατρίψαντες, ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως αὐτὴν ἐξιχνεύσαντες. ἥδε γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς παρθένος, ἡ ἀμήτωρ φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς, ἡ ἰδέα τῶν πλανήτων, ἐπεὶ καὶ τῆς ἀπλανοῦς σφαίρας μονάς· ἐκ γὰρ μονάδος καὶ ἑβδομάδος οὐρανὸς ὁ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ.

πέπηγε δ’ ὁ οὐρανὸς ἔκ τε τῆς ἀμερίστου φύσεως καὶ τῆς μεριστῆς· ἡ μὲν οὖν ἀμέριστος τὴν πρώτην καὶ ἀνωτάτω καὶ ἀπλανῆ περιφορὰν εἴληχεν, ἣν μονὰς ἐπισκοπεῖ, ἡ δὲ μεριστὴ τὴν καὶ δυνάμει καὶ τάξει δευτέραν, ἧς ἐπιτροπεύει ἑβδομάς, ἥτις ἑξαχῇ διανεμηθεῖσα τοὺς ἐπικαλουμένους ἑπτὰ πλάνητας εἰργάσατο·

οὐκ ἐπειδὴ πεπλάνηταί τι τῶν κατὰ τὸν οὐρανὸν θείας καὶ μακαρίας καὶ εὐδαίμονος φύσεως μετεσχηκότων, οἷς πᾶσι τὸ ἀπλανὲς οἰκειότατον — τὴν γοῦν ἐν ὁμοίῳ ταυτότητα σῴζοντα δολιχεύει τὸν αἰῶνα μηδεμίαν ἐνδεχόμενα τροπὴν καὶ μεταβολήν —, ἀλλ’ ὅτι περιπολοῦνται ὑπεναντίως τῇ ἀμερίστῳ καὶ [*](1 ἑβδομάδας] ἑβδόμας voluit Mang. ’2 ἱκανωτάτην M 3 προθεσμία F ἓν om. Arm ἑξαήμερον Christophorson (Mang.): ἑξάμετρον codd., ἑξὰς μέτρον Arm 5 ἡ om. M 8 αὐτὸ AP, αὐτὸ ex αὐτὸν corr. H: αὐτὸν MFG 10 πράττειν MH: τὸ πράττειν ceteri \’2 μηδὲ] μὴ conicio χρόνων MFGH: χρόνου AP (v) ; lρόνων μήκους conicio 14 πάνυ] πάντη AP, πάνυ post πεφροντισμένως (l.’j) trausp. H (Turn.) 15 ἀνι·ι̣νεύσαντες AP Ifi ἡ ἰδέα] καὶ ἰδέα L (Turn.) 17 ἐπεὶ καὶ] ἐπὶ δὲ Arm ἡ μονάς AI’ 18 ὁ οὐρανὸς, ὁ eras. P rj δὲ MAP ὁ ora. AP τῆς ἀμερίστου F: τῆς om. ceteri (v) 20 περιφορὰν] σφαῖραν coni. Mang. 21 ἡ μονὰς Arm τάξιν Α 23 πλανήτας FH 24 κατ’ οὐρανὸν H (v) 25 ὁμοίῳ] ὁμοιότητι Arin 27 ὅτι M: ὅτι καὶ ceteri (v) περιπολοῦνται G: περιπολοῦντα APFH, -..ολοῦντες M ὐἶεναντίω,] ἐναντίως Η (v) περι-)

v.4.p.293
ἐξωτάτω σφαίρᾳ, πλάνητες ὠνομάσθησαν οὐ κυρίως ὑπ’ ἀνθρώπων εἰκαιοτέρων, οἳ τὴν ἰδίαν πλάνην τοῖς οὐρανίοις ἐπεφήμισαν, ἃ τὴν τοῦ θείου στρατοπέδου τάξιν οὐδέποτε λείπει.

διὰ μὲν δὴ ταῦτα καὶ ἔτι πλείω τετίμηται ἡ ἑβδομάς· ἐπ’ οὐδενὶ δ’ οὕτω προνομίας ἔτυχεν ἢ τῷ μάλιστα τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφαίνεσθαι δι’ αὐτῆς· ὡς γὰρ διὰ κατόπτρου φαντασιοῦται ὁ νοῦς θεὸν δρῶντα καὶ κοσμοποιοῦντα καὶ τῶν ὅλων ἐπιτροπεύοντα.

Μετὰ δὲ τὰ περὶ τῆς ἑβδόμης παραγγέλλει πέμπτον παράγγελμα τὸ περὶ γονέων τιμῆς τάξιν αὐτῷ δοὺς τὴν μεθόριον τῶν δυοῖν πεντάδων· τελευταῖον γὰρ ὂν τῆς προτέρας, ἐν ᾗ τὰ ἱερώτατα προστάττεται, συνάπτει καὶ τῇ δευτέρᾳ περιεχούσῃ τὰ πρὸς ἀνθρώπους δίκαια.