De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἐκτεθειώκασι γὰρ οἱ μὲν τὰς τέσσαρας [*](1 ἦν ἀναγκαῖον transp. H (v), ἦν om. M ταῦτά ἐστιν M 2 δὲ M: δ’ ceteri 4 ἐχάραξε H (Turn.) προτέρα] ἑτέρα M, om. Arm ἡ δ’ ἑτέρα] ἡ δὲ δευτέρα H (v) 5 δευτερείων] τῶν ἡσσόνων H (v) καλαὶ] καλεῖς M δὲ AP 6 ἑνὶ] ἐν M ἀνατέλλουσαι H (Turn.), ἀναγγέλλουσαι M Arm 7 ἐφιεμένου M αἰεὶ GH 9 χειροτμήτων M, χειροδμήτων F 10 ἐπὶ] ἐν AP θεοῦ πρόσρησιν M Arm: πρόσρησιν θεοῦ ceteri (v) 11 pr. καὶ om. M ἐδίας M 12 κοινῆ M τῆς] τῆς μέν H (Turn.) γραφῆς] πεντάδος coni. Mang. μὲν om. H (Turn.) 14 πεντὰς τὰς om. M 15 post περιέγει add. τούτων M (Mang.) μοιχείας M: μοιχειῶν ceteri (Turn.) 18 ποιουμένους corr. ex ποιούμενος H δ’ om. Arm μὲν om. Turn. 19 δὲ APDR ὦν] ἦς Arm 20 πλεῖστον] πρῶτον D 21 περὶ — ἐνιδρῦσθαι (22) om. D ἢ μόνον ἢ] ἡ μόνη M 22 ἐνιδρύεσθαι AP, ἐνιδρύσασθαι M ἐκτεθείκασι M, ἐκτεθεάκασι DR, ἐντεθεάκασι DP τὰς om. D) [*](18. 19 DR fol. 234r τοῦ αὐτοῦ: ἀρχὴ ἀρίστη πάντων μὲν θεός, ἀρετῶν δὲ εὐσέβεια. 20 — 281,6 DP fol. 266v DR fol. 230r Φίλωνος ἐκ τοῦ εἰς τὸν δεκάλογον: πλάνος τις— παρεκαλύψαντο.)

v.4.p.281
ἀρχάς, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, οἱ δ’ ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους πλανήτας καὶ ἀπλανεῖς ἀστέρας, οἱ δὲ μόνον τὸν οὐρανόν, οἱ δὲ τὸν σύμπαντα κόσμον· τὸν δ’ ἀνωτάτω καὶ πρεσβύτατον, τὸν γεννητήν, τὸν ἄρχοντα τῆς μεγαλοπόλεως, τὸν στρατάρχην τῆς ἀηττήτου στρατιᾶς, τὸν κυβερνήτην, ὃς οἰκονομεῖ σωτηρίως ἀεὶ τὰ σύμπαντα, παρεκαλύψαντο ψευδωνύμους προσρήσεις ἐκείνοις ἐπιφημίσαντες ἑτέρας ἕτεροι.

καλοῦσι γὰρ οἱ μὲν τὴν γῆν Κόρην, Δήμητραν, Πλούτωνα, τὴν δὲ θάλατταν Ποσειδῶνα, δαίμονας ἐναλίους ὑπάρχους αὐτῷ προσαναπλάττοντες καὶ θεραπείας ὁμίλους μεγάλους ἀρρένων τε καὶ θηλειῶν, Ἥραν δὲ τὸν ἀέρα καὶ τὸ πῦρ Ἥφαιστον καὶ ἥλιον Ἀπόλλωνα καὶ σελήνην Ἄρτεμιν καὶ ἑωσφόρον Ἀφροδίτην καὶ στίλβοντα Ἑρμῆν·

καὶ τῶν ἄλλων ἀστέρων ἑκάστου τὰς ἐπωνυμίας μυθογράφοι παρέδοσαν, οἳ πρὸς ἀπάτην ἀκοῆς εὖ τετεχνασμένα πλάσματα συνυφήναντες ἔδοξαν περὶ τὴν τῶν ὀνομάτων θέσιν κεκομψεῦσθαι·

τόν τε οὐρανὸν εἰς ἡμισφαίρια τῷ λόγῳ διχῇ διανείμαντες, τὸ μὲν ὑπὲρ γῆς, τὸ δ’ ὑπὸ γῆς, Διοσκόρους ἐκάλεσαν τὸ περὶ τῆς ἑτερημέρου ζωῆς αὐτῶν προστερατευσάμενοι διήγημα.

τοῦ γὰρ οὐρανοῦ συνεχῶς καὶ ἀπαύστως ἀεὶ κύκλῳ περιπολοῦντος, ἀνάγκη τῶν ἡμισφαιρίων ἑκάτερον ἀντιμεθίστασθαι παρ’ ἡμέραν ἄνω τε καὶ κάτω γινόμενον ὅσα τῷ δοκεῖν· ἄνω γὰρ καὶ κάτω πρὸς ἀλήθειαν οὐδὲν ἐν σφαίρᾳ, πρὸς δὲ τὴν ἡμετέραν σχέσιν αὐτὸ μόνον εἴωθε λέγεσθαι τὸ μὲν ὑπὲρ κεφαλῆς ἄνω, κάτω δὲ τοὐναντίον.

τῷ δὴ φιλοσοφεῖν ἀνόθως ἐγνωκότι καὶ ἀδόλου καὶ καθαρᾶς εὐσεβείας [*](1 γῆν om. DR δὲ D 2 ἄλλους om. D οἱ δὲ μόνον τὸν οὐρανόν om. Richt. 3 primum τὸν om. M σύμπαντα τὸν κόσμον DP τὸ δ’ M δὲ D ἀνώτατον M 3. 4 τόν γεννητήν] τὸν γενέτην F, τὸν ἀγένητον M (Mang.) καὶ γεννητήν DP, καὶ ἀγέννητον DR 4 μεγαλοπόλεως MD Arm : μεγάλης πόλεως ceteri (Tura.) στρατάρχην M : στρατιάρχην ceteri (Turn.) ἀηττήτου] ἀνωτάτω D b οἰακονομεῖ coni. Mang. σωτηριωδῶς D αἰεὶ FGII 7 οἱ μὲν post τὴν γῆν transp. H, om. L (Turn.) δήμητραν codd. : Δήμητρα v 8 θάλασσαν APH 9 post θεραπείας add. αὐτοῦ Ann μεγάλων F 12 τἀς ἐπωνυμίας ἑκάστου transp. M μυθογράφοι Christophorson (Mang.): μυθογράφους M, μυθογράφοις ceteri, τοῖς μυθογράφοις Arm 13 τετεχνιτευμένα M (Mang.) συνυφάναντες FG, συνυφαίνοντες H (Turn.) 14 τόν τε] τὸν ὄντα τὲ Α ἡμισφαίρια MG Arm: ἡμισφαίριον ceteri (v) τῷ λόγῳ om. M Arm (fort. recte) 15 διχῇ] δύο Arm δὲ M ὑπὸ γῆν AP διοσκούρους Α 15. 16 ἐκάλεσαν τὸ codd.: ἐκαλέσαντο Turu. 16 ἑτερημερίας (om. ζωῆς) AP, ζωῆς ss. P2 19 γινόμενον — κάτω om. M γινόμενον APF: γινομένων GH (v) ; κινούμενον coni. Mang. alt. καὶ] ἢ Arm 20 σφαίρα M Arm: σφαίραις ceteri (v) 21 τῷ] τὸ M 22 ἀνοθεύτως M)

v.4.p.282
μεταποιουμένῳ κάλλιστον καὶ ὁσιώτατον ὑφηγεῖται παράγγελμα, μηδὲν τῶν τοῦ κόσμου μερῶν αὐτοκρατῆ θεὸν ὑπολαμβάνειν εἶναι· καὶ γὰρ γέγονε, γένεσις δὲ φθορᾶς ἀρχή, κἂν προνοίᾳ τοῦ πεποιηκότος ἀθανατίζηται, καὶ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν· θεὸν δὲ πρότερον οὐκ ὄντα καὶ ἀπό

τινος χρόνου γενόμενον καὶ μὴ διαιωνίζοντα λέγειν οὐ θεμιτόν. ἀλλὰ γὰρ ἔνιοι περὶ τὰς κρίσεις ἀπονοίᾳ τοσαύτῃ κέχρηνται, ὡς οὐ μόνον τὰ εἰρημένα θεοὺς νομίζειν, ἀλλὰ καὶ ἕκαστον αὐτῶν μέγιστον καὶ πρῶτον θεόν, τὸν ὄντα ὄντως ἢ οὐκ εἰδότες ἀδιδάκτῳ τῇ φύσει ἢ οὐ σπουδάζοντες μαθεῖν, ἕνεκα τοῦ μηδὲν ἔξω τῶν αἰσθητῶν ἀόρατον καὶ νοητὸν αἴτιον ὑπολαμβάνειν εἶναι, καίτοι σαφεστάτης ἐγγὺς παρακειμένης πίστεως.

ψυχῇ γὰρ ζῶντες καὶ βουλευόμενοι καὶ πάνθ’ ὅσα κατὰ τὸν ἀνθρώπινον βίον δρῶντες οὐδέποτε ψυχὴν ὀφθαλμοῖς σώματος ἴσχυσαν θεάσασθαι, καίτοι φιλοτιμηθέντες ἂν πάσας φιλοτιμίας, εἴ πως ἰδεῖν οἷόν τε ἦν τὸ ἄγαλμα τὸ πάντων ἱεροπρεπέστατον, ἀφ’ οὗ κατὰ μετάβασιν εἰκὸς ἦν ἔννοιαν τοῦ ἀγενήτου καὶ ἀιδίου λαβεῖν, ὃς ἅπαντα τὸν κόσμον ἡνιοχῶν σωτηρίως ἀόρατος ὢν κατευθύνει.

καθάπερ οὖν τοῦ μεγάλου βασιλέως τὰς τιμὰς εἴ τις τοῖς ὑπάρχοις σατράπαις ἀπένειμεν, ἔδοξεν ἂν οὐκ ἀγνωμονέστατος μόνον ἀλλὰ καὶ ῥιψοκινδυνότατος εἶναι χαριζόμενος τὰ δεσπότου δούλοις, τὸν αὐτὸν τρόπον [ἂν] τοῖς αὐτοῖς εἴ τις γεραίρει τὸν πεποιηκότα τοῖς γεγονόσιν, ἴστω πάντων ἀβουλότατος ὢν καὶ ἀδικώτατος, ἴσα διδοὺς ἀνίσοις οὐκ ἐπὶ τιμῇ τῶν ταπεινοτέρων ἀλλ’ ἐπὶ καθαιρέσει τοῦ κρείττονος.

εἰσὶ δ’ οἳ καὶ προσυπερβάλλουσιν ἀσεβείᾳ μηδὲ τὸ ἴσον ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν τὰ πάντα τῶν ἐπὶ [*](1 ἀντιποιουμένῳ F 2 αὐτοκρατῆ θεὸν M Arm: αὐτοκρατὲς ceteri (Turn.) 3 κἀν APFH: καὶ MG ἀθανατίζονται G; ἀπαθανατίζηται Mang. 4 post πρότερον add. μὲν HP2 (v) 5 γινόμενον M 6 ἀπονοίᾳ] ἀνοίᾳ coni. Mang. ὡς] ὥστε M (Mang.) μόνα M 7 προειρημένα M νομίζουσιν M 8 θεόν et τὸν oin. M ὄντα ὄντως Η, ὄντως om. M ἢ om. Arm ἀδιδάκτῳ τῆ φύσει M Arm: ἀδιδακτωτάτη φύσει F, ἀδιδακτοτάτη φύσει GH (Turn.), ὰδιδακτοτάτω φύσει AP 10 αἴτιον] ἕτερον M 11 post ζῶντες add. ἄνθρωποι Arm βουλόμενοι coni. Mang. 13 πάσαις φιλοτιμίαις Richt. 14 τὸ ἄγαλμα τὸ πάντων (om. Arm) ἱεροπρεπέστατον M Arm: ἀγαλμάτων ἱεροπρεπέστατον ceteri (Turn.) 14. 15 μετανάβασιν coni. Mang. 15 ἀγεννήτου MFH ὃς] ὡς M 17 ὑπάρχοις σατράπαις MF: ὑπάρχοις καὶ σατράπαις ceteri (v) 18 εἶναι ante μόνον add. Η (Turn.), post μόνον M ῥιψοκινδυνώτατος AP εἶναι h. 1. om. H (Turn.) 19 ἂν seclusi 19.20 εἴ τις M: om. ceteri (v) 20 γεραίρει MAP: γεραίρῃ ex γεραίρει corr. H, γεραίρῃ FG (v) ἀβουλώτατος H 20. 21 ἀδικώτατος ὢν καὶ ἀβουλότατος transp. F 22 καὶ om. Arm 23 μηδὲ MA Arm: μηδὲν ceteri (Turn.) τὸ ἴσον ἀποδιδόντες M: τῶν ἴσων μεταδιδόντες ceteri (Turn.) ; τὸ ἴσον διδόντες Mang. πάντα τῶν] πάντων G)

v.4.p.283
τιμῇ χαριζόμενοι, τῷ δ’ οὐδὲν νέμοντες ἀλλ’ οὐδὲ μνήμην, τὸ κοινότατον· ἐπιλήθονται γὰρ οὗ μόνον μεμνῆσθαι προσῆκον ἦν, ἐπιτηδεύοντες οἱ βαρυδαίμονες ἑκούσιον λήθην.

ἔνιοι δὲ καὶ στομάργῳ κατεχόμενοι λύττῃ τὰ δείγματα τῆς ἐνιδρυμένης ἀσεβείας εἰς μέσον προφέροντες βλασφημεῖν ἐπιχειροῦσι τὸ θεῖον, ἀκονησάμενοι κακήγορον γλῶτταν, ἅμα καὶ λυπεῖν ἐθέλοντες τοὺς εὐσεβοῦντας, οἷς ἄλεκτον καὶ ἀπαρηγόρητον εὐθὺς εἰσδύεται πένθος τὴν ὅλην πυρπολοῦν ψυχὴν δι’ ὤτων· ἡ γὰρ τῶν ἀνοσίων ἑλέπολις τοῦτ’ ἐστίν, ᾧ μόνῳ τοὺς φιλοθέους ἐπιστομίζουσι νομίζοντας ὑπὲρ τοῦ μὴ παροξύνειν ἐν τῷ παρόντι κάλλιστον ἡσυχίαν.

πᾶσαν οὖν τὴν τοιαύτην τερθρείαν ἀπωσάμενοι τοὺς ἀδελφοὺς φύσει μὴ προσκυνῶμεν, εἰ καὶ καθαρωτέρας καὶ ἀθανατωτέρας οὐσίας ἔλαχον — ἀδελφὰ δ’ ἀλλήλων τὰ γενόμενα καθὸ γέγονεν, ἐπεὶ καὶ πατὴρ ἁπάντων εἷς ὁ ποιητὴς τῶν ὅλων ἐστίν —, ἀλλὰ καὶ διανοίᾳ καὶ λόγῳ καὶ πάσῃ δυνάμει τῇ τοῦ ἀγενήτου καὶ ἀιδίου καὶ τῶν ὅλων αἰτίου θεραπείᾳ σφόδρα εὐτόνως καὶ ἐρρωμένως ἐπαποδυώμεθα, μὴ ὑποκατακλινόμενοι μηδ’ ὑπείκοντες ταῖς τῶν πολλῶν ἀρεσκείαις, ὑφ’ ὧν καὶ οἱ δυνάμενοι σῴζεσθαι διαφθείρονται.

Πρῶτον μὲν οὖν παράγγελμα καὶ παραγγελμάτων ἱερώτατον στηλιτεύσωμεν ἐν ἑαυτοῖς, ἕνα τὸν ἀνωτάτω νομίζειν τε καὶ τιμᾶν θεόν· δόξα δ’ ἡ πολύθεος μηδ’ ὤτων ψαυέτω καθαρῶς καὶ ἀδόλως ἀνδρὸς εἰωθότος ζητεῖν ἀλήθειαν.

ἀλλ’ ὅσοι μὲν ἡλίου καὶ σελήνης καὶ τοῦ [*](1 δὲ AP νέμοντες] μεταδιδόντες M μνήμην G Arm : μνήμης ceteri (v) 1. 2 καινότατον coni. Mang. post κοινότατον add. ἀξιοῦνται Turn., μεταδιδόντες Mang. 2 ἐπιλάθονται F1, in ἐπελάθοντο corr. F2 οὗ μόνον MAPH2: οὐ μόνον οὗ FGH1 μεμνῆσθαι προσῆκον ἦν MF Arm: προσῆκον ἣν μεμνῆσθαι ceteri (v) 3 ἔνιοι] ἕτεροι M (Mang.) δὲ om. M στομάργῳ] στόματι ἀργῶ M, om. Arm 4 ἀσεβείας M Arm: ἀδικίας ceteri (Turn.) 5 κακήγορον Mang. (sic Arm): κατήγορον codd. 6 ἅμα] ἀλλὰ F ἄληκτον M 8 ἡ γὰρ M: ἥτις ceteri ἑλέπολις FH τουτέστιν MGH, τουτέστι AP, om. F ὧ μόνω M Arm : μόνον ὧ APG, οἱ μόνον ὧ H, οἱ μόνω νῶ F 9 ἐπιστομίζουσι M : ἐπιστοματίζουσι APFG, ἀποστοματίζουσι H 10 ἡσυχίαν M: τὴν ἡσυχίαν ceteri (v) 12 δ’ om. M καθὸ] πρὸς ὃ M 13 πάντων M εἷς M Arm: om. ceteri 14 ἀγεννήτου F 15 pr. καὶ] καὶ τοῦ M (Mang.) θεραπείᾳ om. Arm σφόδρ’ GH 16 ἐπαποδυώμεθα G, ω ex ο corr. Η: ἐπαποδυόμεθα APF, ἐπαποδυσόμεθα M ὐποκλινόμενοι .A.P μηδ’] μὴ AP 17 ὑφ’] ἀφ’ H (Turu) 18 μὲν MG : om. ceteri; μὲν οὖν om. Turu. καὶ παραγγελμάτων] καὶ παραδειγμάτων AP, om. M ἱερώτατον] τῶν ἱερωτάτων M 19 ἐν om. M ἑαυτοῖς MG : αὑτοῖς H, αὐτοῖς APF τὸν] τῶν AP ἀνώτατον F 20 καθαρῶς καὶ ἀδόλως ἀνδρὸς codd. : ἀνδρὸς καθαρῶς καὶ ἀδόλως Mang. 21 ὅσοι] οἱ M)

v.4.p.284
σύμπαντος οὐρανοῦ τε καὶ κόσμου καὶ τῶν ἐν αὐτοῖς ὁλοσχερεστάτων μερῶν ὡς θεῶν πρόπολοί τε καὶ θεραπευταί, διαμαρτάνουσι μὲν — πῶς γὰρ οὔ; — τοὺς ὑπηκόους πρὸ τοῦ ἄρχοντος ἀποσεμνύνοντες, ἧττον δὲ τῶν ἄλλων ἀδικοῦσι τῶν ξύλα καὶ λίθους ἄργυρόν τε καὶ χρυσὸν καὶ τὰς παραπλησίους ὕλας μορφωσάντων ὡς φίλον ἑκάστοις, εἶτ’ ἀγαλμάτων καὶ ξοάνων καὶ τῶν ἄλλων χειροκμήτων, ὧν πλαστικὴ καὶ ζωγραφία δημιουργοὶ μεγάλα ἔβλαψαν τὸν βίον τὸν ἀνθρώπινον, καταπλησάντων τὴν οἰκουμένην.

τὸ γὰρ κάλλιστον ἔρεισμα τῆς ψυχῆς ἐξέκοψαν, τὴν περὶ τοῦ ζῶντος ἀεὶ θεοῦ προσήκουσαν ὑπόληψιν, ὥσπερ τε ἀνερμάτιστα σκάφη σαλεύουσιν ὧδε κἀκεῖσε διαφερόμενοι τὸν αἰῶνα, μηδέποτ’ εἰς λιμένα κατᾶραι μηδ’ ἐνορμίσασθαι βεβαίως ἀληθείᾳ δυνάμενοι, τυφλώττοντες περὶ τὸ θέας ἄξιον, πρὸς ὃ μόνον ὀξυδορκεῖν ἀναγκαῖον ἦν.

καί μοι δοκοῦσι τῶν τὰς τοῦ σώματος ὄψεις πεπηρωμένων ἀθλιώτερον ζῆν· ἐκεῖνοι μὲν γὰρ ἀκουσίως ἐβλάβησαν ἢ νόσον ὀφθαλμῶν χαλεπὴν ὑποστάντες ἢ πρὸς ἐχθρῶν ἐπιβουλευθέντες, οἱ δ’ ἑκουσίῳ γνώμῃ τὸ τῆς ψυχῆς ὄμμα οὐκ ἠμαύρωσαν μόνον ἀλλὰ καὶ παντελῶς ἀποβαλεῖν ἠξίωσαν.

ὅθεν τοῖς μὲν ἔλεος ὡς ἠτυχηκόσι, τοῖς δὲ κόλασις ὡς μοχθηροῖς ἕπεται δικαίως, οἳ μετὰ τῶν ἄλλων οὐδὲ τὸ προχειρότατον ἐνενόησαν, ὃ καὶ παῖς „ἔγνω νήπιος“, ὅτι τοῦ τεχνιτευθέντος ὁ τεχνίτης ἀμείνων, καὶ χρόνῳ — πρεσβύτερος γὰρ καὶ τρόπον τινὰ τοῦ δημιουργηθέντος πατήρ — καὶ δυνάμει· τὸ γὰρ δρῶν τοῦ πάσχοντος ἐπικυδέστερον.

καὶ δέον, εἴπερ ἄρα ἐξημάρτανον, τοὺς ζωγράφους αὐτοὺς καὶ ἀνδριαντοποιοὺς ὑπερβολαῖς τιμῶν ἐκτεθειωκέναι, τοὺς μὲν εἴασαν ἀφανεῖς οὐδὲν πλέον παρασχόντες, τὰ δ’ ὑπ’ ἐκείνων δημιουργηθέντα πλάσματα καὶ ζωγραφήματα θεοὺς ἐνόμισαν.