De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τὸ δ’ ἔργον τοιόνδε ἦν· Μωυσέως ἀναβάντος εἰς τὸ πλησίον ὄρος καὶ πλείους ἡμέρας ἰδιάζοντος τῷ θεῷ, τὴν ἀπουσίαν αὐτοῦ καιρὸν ἐπιτήδειον εἶναι νομίσαντες οἱ μὴ βέβαιοι τὰς φύσεις, ὥσπερ ἀναρχίας γενομένης, ἄφετοι πρὸς ἀσέβειαν ὥρμησαν καὶ ἐκλαθόμενοι τῆς πρὸς τὸ ὂν ὁσιότητος ζηλωταὶ τῶν Αἰγυπτιακῶν γίνονται πλασμάτων.

εἶτα χρυσοῦν ταῦρον κατασκευασάμενοι, μίμημα τοῦ κατὰ τὴν χώραν ἱερωτάτου ζῴου [*](1 στύλους P 1.2 ἐπιβατικοῦ Α: ἐπιβατικῶν V2OK, ἐπιβατικοὺς ceteri (Turn.) 2 πυρφόροι κατέφλεξαν βληθέντες GHP: πυρφόροι βληθέντες κληθέντες F) κατέφλεξαν AVOKF, βληθέντες πυρφόροι κατέφλεξαν BE, βληθέντες κατέφλεξαν (om. πυρφόροι) M 3 ἄχρι Α ἐδαπανήθησαν codd.: ἐδαπάνησαν Mang. 4 ἐπιλελεῖφθαι Α, ὑπολειφθῆναι VOK, φαίνεσθαι BE 5 δοκῶ om. G καὶ καθαρωτάτου om. GHP (Turn.) 6 ἀνθ’] ἀφ’ M αἴθριον GHP ὤμβρισεν F, ὤμβρησαν M (5. 7 ἀπὸ τοῦ οὐρανοῦ AGHP: ἀπ’ οὐρανοῦ ceteri 7 pr. τε oin. AKGHP ἀνθρώπων Α ἀνθρωπείων τε καὶ θείων om. liEM 8 ἥρμοζε BEM ἀπονεμῆσθαι M 10 ἀγομένων HP (Turn.) 11 πανυγήρεσι M ἐν ἑορταῖς BKVOKF 12 post κοινῇ add. δὲ V2K 14 πλήθους corr. ex πλῆθος F ἱερὰς] οἰκείας K αἵρεσιν (sic) M ἐγένετο Α (Turn.) καινοτάτη V2OK 15 φυλὴν Α 16 ἔργον F προσθεὶς Α ἆθλα καὶ] αὐτοῖς VOK ἀριστείαν G 17 Μωυσέως: incipit C fol. 120v μώσεως CHEM, μωυσέος ceteri 19 ἄφετοί Α 20 τὸ ὂν] τοῦτον Α 21 χρυσὸν HP 22 κατασκευάσαντες Α; μετασκευασάμενοι Mang.) [*](17 sqq. Exod. cap. 32)

v.4.p.238
δοκοῦντος εἶναι, θυσίας ἀθύτους ἀνῆγον καὶ χοροὺς ἀχορεύτους ἵστασαν ὕμνους τε ᾖδον θρήνων οὐδὲν διαφέροντας καὶ ἐμφορηθέντες ἀκράτου διπλῇ μέθῃ κατίσχοντο, τῇ μὲν ἐξ οἴνου, τῇ δὲ καὶ ἀφροσύνης, κωμάζοντές τε καὶ παννυχίζοντες ἀπροόρατοι τοῦ μέλλοντος ἡδέσι κακοῖς συνεβίουν, ἐφεδρευούσης δίκης, ἣ μὴ βλέποντας ἔβλεπε καὶ ὧν ἄξιοι τιμωριῶν εἰσιν.

ἐπεὶ δὲ αἱ ἐν τῷ στρατοπέδῳ συνεχεῖς ἐκβοήσεις κατὰ πολυανθρώπους ὁμίλους ἀθροιζομένων ἄχρι πολλοῦ διαστήματος ἐχώρουν, ὡς καὶ μέχρι τῆς ἀκρωρείας τὴν περιήχησιν ἐλθεῖν, πληχθεὶς τὰ ὦτα Μωυσῆς ἐν ἀμηχάνοις ἦν ἅτε θεοφιλὴς ὁμοῦ καὶ φιλάνθρωπος, μήτ’ ἐκλιπεῖν ὑπομένων τὰς πρὸς θεὸν ὁμιλίας, ἃς ἰδιάζων μόνος μόνῳ διελέγετο, μήθ’ ὑπεριδεῖν τοῦ πλήθους ἐμπιπλαμένου τῶν ἐξ ἀναρχίας κακοπραγιῶν· ἔγνω γὰρ τὸν θροῦν δεινὸς ὢν ἐκ

φωνῆς ἀνάρθρου καὶ ἀσήμου στοχάσασθαι ψυχῆς ἀδήλων καὶ ἀφανῶν τοῖς ἄλλοις παθῶν ἰδιότητας, ὅτι παροινίας ἐστὶν ἡ κατέχουσα ταραχή, γεννώσης ἀκρασίας μὲν κόρον, κόρου δὲ ὕβριν.

ἀνθελκόμενος δὲ καὶ ἀντισπώμενος πρὸς ἑκατέρου μέρους ὧδε κἀκεῖσε τί χρὴ δρᾶν ἠπόρει. σκοπουμένῳ δ’ αὐτῷ θεσπίζεται τάδε· „βάδιζε ταχέως ἐνθένδε, κατάβηθι· πρὸς ἀνομίαν ἔσπευσεν ὁ λεώς· χειροποίητον κατασκευάσαντες ταυρόμορφον θεὸν οὐ θεὸν προσκυνοῦσι καὶ θύουσιν, ὧν εἶδον καὶ ὧν ἤκουσαν ἁπάντων ὅσα συντείνει πρὸς εὐσέβειαν ἐκλαθόμενοι.“

καταπλαγεὶς δὲ καὶ ἀναγκασθεὶς πιστεύειν ἀπίστοις πράξεσιν οἷα μεσίτης καὶ διαλλακτὴς οὐκ εὐθὺς ἀπεπήδησεν, ἀλλὰ πρότερον τὰς ὑπὲρ τοῦ ἔθνους ἱκεσίας καὶ λιτὰς ἐποιεῖτο συγγνῶναι τῶν ἡμαρτημένων δεόμενος· εἶτ’ ἐξευμενισάμενος ὁ κηδεμὼν καὶ παραιτητὴς τὸν ἡγεμόνα ἐπανῄει χαίρων ἅμα [*](1 δοκοῦντες VOK ἀνήγαγον HP (Turn.) 2 θρήνων οὐδὲν διαφέροντας (iHP: οὐδὲν διαφέροντας θρήνων F, οὐδὲν θρήνων διαφέροντας ceteri ἐμφορηθέντας H1P 3 κατίσχηντο F, κατέσχηντο Α, κατείχοντο G; κατέσχοντο v τὴν μὲν . . . τὴν δὲ Α ἀφροσύνης AGHP: ἐξ ἀφροσύνης ceteri 5 ἐπεβίουν HP (Turn.) τῆς δίκης BKMF post ἥ add. καὶ il ἢ μὴ βλέποντες (om. ἔβλεπε) Turn. 6 δ’ Α αἱ] καὶ G, om. AF 7 ἀθροιζόμεναι ω VOK, ἀθροιζομένου L ἀθροιζομένῳ Turn.) 9 πλησθεὶς VOK 10 μήτε Κ μ II καὶ ante μήθ’ add. M ἐμπιμπλαμένου C, ἐμπιπλαμένου Α 12 κακοπραγειῶν F γὰρ] μὲν γὰρ M, γοῦν Α 15 κόρου] νόμου Richt. 17 τάδε] ταῦτα Α ἐντεῦθεν ἐντεῦθεν BEMF 18 λαός AG 19 θεὸν AGHP: ὃν BEMVOK, ὃν καὶ F, ὧ C θύουσιν] σέβουσιν VOK 21 πιστεύει CA (Turn.) πράξεσιν] πράγμασιν BM οἷα BEM: οἷα δὲ CV1, οἷα δὴ V2OK, καὶ οἷα AFGHP διαλλακτὴς Α: διαιτητὴς ceteri (Turn.) 24 παραιτητὴς] παραστάτης V2OK)

v.4.p.239
καὶ κατηφῶν· ἐγεγήθει μὲν γὰρ τὴν ἱκεσίαν τοῦ θεοῦ προσιεμένου, συννοίας δὲ καὶ κατηφείας μεστὸς ἦν οἰδῶν ἐπὶ τῇ τοῦ πλήθους παρανομίᾳ.

γενόμενος δ’ ἐν μέσῳ τοῦ στρατοπέδου καὶ τὴν ἐξαπίναιον ἐκδιαίτησιν τοῦ πλήθους θαυμάσας καὶ ὅσον ψεῦδος ἀνθ’ ὅσης ἀληθείας ὑπηλλάξαντο, κατιδὼν οὐκ εἰς ἅπαντας τὴν νόσον ἀφιγμένην, ἀλλά τινας ὑγιαίνοντας ἔτι καὶ μισοπονήρῳ πάθει χρωμένους, βουλόμενος διαγνῶναι τούς τε ἀνιάτως ἔχοντας καὶ τοὺς ἐπὶ τοῖς πεπραγμένοις δυσχεραίνοντας καὶ εἰ δή τινες ἁμαρτόντες μετανοοῦσι, κήρυγμα κηρύττει — τὸ δ’ ἦν ἄρα βάσανος ἀκριβὴς τῆς ἑκάστου διανοίας, ὡς ἔχοι πρός τε ὁσιότητα καὶ τοὐναντίον—. „εἴ τις“ γάρ φησι „πρὸς κύριον, ἴτω πρὸς μέ.“

βραχὺ μὲν τὸ λεχθέν, μεγάλη δ’ ἡ ἔμφασις, ἔστι γὰρ τοιόνδε τὸ δηλούμενον· εἴ τις μηδὲν τῶν χειροποιήτων μηδ’ ὅσα γενητὰ νομίζει θεούς, ἀλλ’ ἕνα τὸν ἡγεμόνα τῶν ὅλων, ἐμοὶ προσίτω.

τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἕνεκα τοῦ τὸν Αἰγυπτιακὸν ἐζηλωκέναι τῦφον ἀφηνιάζοντες οὐ προσεῖχον τοῖς λεγομένοις, οἱ δὲ φόβῳ κολάσεως ἴσως ἐγγυτέρω προσελθεῖν οὐκ ἐθάρρουν ἢ τὴν ἐκ Μωυσέως τίσιν δεδιότες ἢ τὴν ἐκ τοῦ πλήθους ἐπανάστασιν· ἀεὶ γὰρ οἱ πολλοὶ τοῖς μὴ συναπονοουμένοις ἐπιτίθενται.

μία δ’ ἐξ ἁπάντων ἡ λεγομένη Λευϊτικὴ φυλὴ τοῦ κηρύγματος ἐπακούσασα καθάπερ ἀφ’ ἑνὸς συνθήματος ἔθει μετὰ σπουδῆς, τῇ ποδωκείᾳ τὴν προθυμίαν ἐπιδεικνυμένη καὶ τὴν ὀξύτητα τῆς εἰς εὐσέβειαν ψυχικῆς ὁρμῆς.

οὓς ἰδὼν Μωυσῆς ὥσπερ ἀπὸ βαλβῖδος ἁμιλλωμένους „εἰ μὴ μόνον τοῖς σώμασιν“ εἶπεν „ἐπισπεύδετε τὴν πρὸς ἡμᾶς ἄφιξιν ἀλλὰ καὶ ταῖς διανοίαις, αὐτίκα μαρτυρηθήσεται· ξίφος ἀναλαβὼν ἕκαστος [*](1 κατηφιῶν CAV2OK, κατηφιῶν F 3 ἐξαπιναίαν BEM (Mang.), ἐξαπιναίως Α (Turn.) 5 ὑπηλλάξαντο AF2: ὑπηλλάξατο F1GHP, ἠλλάξατο C, ἠλλάξαντο ceteri οὐ ante κατιδὼν add. M., post κατιδὼν add. δ’ F πάντας Α (v) ἀλλά] ἀλλὰ καί Α (v) 6 ὑγιαίνοντας om. M 8 καὶ om. VOK δή FGHP: ἤδη ceteri (v) ἀμαρτάνοντες M δὲ VOK 9 ἔχει VOK 10 εἴ τις] τίς (om. εἰ) Α (Mang.) κυρίου BEMV1 (prob. Mang.) 11 ἡ δηλοῦ AFGHP: om. ceteri τὸ δηλούμενον om. P λεγόμενον Α, λεγόμενον BEMF 12 μηδὲν] μηδὲ H γενητὰ] γε νοητὰ O νομίζῃ Α, νομίζοι G ἀλλὰ (om. ἕνα) Α 14 τοῦ τὸν] τοῦτον F 16 pr. ἡ om. Α μωυσἐως CV1BE: μώσεως Α, μωυσέος ceteri 17 αἰεὶ GHP 18 δὲ CVO ἐξ om. Turn. λεγομένη om. M 19 μετὰ πολλῆς σπουδῆς Α (v) 20 ἐπιδεικνυμένη AFGHP: ἐπιδεικνύμενοι ceteri τῆ ὀξύτητι VOK τῆς] τὴν VOK, post τὴν aliquid eras. V εἰς om. εὐσεβείαι (sic) C 21 ψυχικὴν ὁρμήν V2OK ὁρμῆς] ὀργῆς Α 22 εἶπεν om. F 23 μαρτυρηθήσεται AF: μαρτυρηθήσεσθε ceteri (μαρτυρήσεσθε)

v.4.p.240
τοὺς μυρίων ἄξια θανάτων εἰργασμένους, οἳ τὸν ἀληθῆ θεὸν καταλιπόντες τοὺς ψευδωνύμους ἐδημιούργησαν φθαρταῖς καὶ γενηταῖς οὐσίαις τὴν τοῦ ἀφθάρτου καὶ ἀγενήτου πρόσρησιν ἐπιφημίσαντες, συγγενεῖς καὶ φίλους ἀποκτεινάτω φιλίαν καὶ συγγένειαν ὑπολαβὼν εἶναι μόνην ἀνδρῶν ἀγαθῶν ὁσιότητα.“

οἱ δὲ τὴν παραίνεσιν ἑτοιμότητι φθάσαντες, ἐπεὶ καὶ τὰς γνώμας ἔτυχον ἠλλοτριωμένοι σχεδὸν ἀφ’ οὗ τὸ παρανόμημα γενόμενον εἶδον, ἀναιροῦσιν ἡβηδὸν εἰς τρισχιλίους τῶν πρὸ μικροῦ φιλτάτων. κειμένων δ’ ἐν ἀγορᾷ μέσῃ τῶν σωμάτων, ἡ πληθὺς θεασαμένη τοὺς μὲν ᾠκτίσατο, τὸ δὲ τῶν κτεινόντων ἔνθερμον ἔτι καὶ μεστὸν ὀργῆς παράστημα καταδείσασα φόβῳ νουθετεῖται.