De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τὸν δ’ ἕτερον εἰς τὴν τῶν ἱερωμένων διὰ καθάρσεως ἁγνευτικῆς παντέλειαν, ὃν ἐτύμως „τελειώσεως“ ἐκάλεσεν (Exod. 29, 26. Lev. 8, 22), ἐπειδὴ τὰς ἁρμοττούσας θεραπευταῖς καὶ λειτουργοῖς θεοῦ τελετὰς ἔμελλον ἱεροφαντεῖσθαι.

τοῦ δ’ αἵματος αὐτοῦ τὸ μὲν ἐν κύκλῳ τοῦ βωμοῦ σπένδει λαβών, τὸ δὲ φιάλην ὑποσχὼν δέχεται καὶ ἀπὸ τούτου τρία μέρη τοῦ σώματος χρίει τῶν τελουμένων ἱερέων, οὖς ἄκρον, ἄκραν χεῖρα, ποδὸς ἄκρον, δεξιὰ τὰ σύμπαντα, αἰνιττόμενος ὅτι δεῖ τὸν τέλειον καὶ λόγῳ καὶ ἔργῳ καὶ βίῳ παντὶ καθαρεύειν· λόγον μὲν γὰρ ἀκοὴ δικάζει, χεὶρ δ’ ἔργου σύμβολον, διεξόδου δὲ τῆς περὶ τὸν βίον πούς.

ἐπεὶ δ’ ἕκαστον αὐτῶν ἄκρον τε καὶ δεξιόν, ὑπονοητέον δηλοῦσθαι τὴν ἐν ἑκάστοις ἐπίδοσιν μετὰ δεξιότητος, ἐφιεμένην τῆς ἄκρας εὐδαιμονίας καὶ τοῦ τέλους, ἐφ’ ὃ σπεύδειν ἀναγκαῖον καὶ τὰς πράξεις ἁπάσας ἀναφέρειν στοχαζομένους ὥσπερ ἐν ταῖς τοξείαις σκοποῦ τοῦ περὶ τὸν βίον.

πάλαι μὲν οὖν ἱερείου ἑνός, ὃ προσηγορεύετο „τελειώσεως“, ἀκράτῳ αἵματι τὰ λεχθέντα τρία μέρη κατέχριε τῶν ἱερέων. αὖθις δ’ ἐκ τοῦ παρὰ τῷ βωμῷ λαβών, ὅπερ ἐξ ἁπάντων ἦν τῶν τεθυμένων, καὶ τοῦ λεχθέντος χρίσματος, ὃ μυρεψοὶ κατεσκεύασαν, ἀναμίξας τὸ ἔλαιον τῷ αἵματι τοῦ κράματος τοῖς ἱερεῦσι καὶ ταῖς ἐσθήσεσιν αὐτῶν ἐπέρραινε, βουλόμενος αὐτοὺς μὴ μόνον τῆς ἔξω καὶ ἐν ὑπαίθρῳ μεταλαχεῖν ἁγνείας, ἀλλὰ καὶ τῆς ἐν ἀδύτοις, ἐπειδὴ καὶ ἔνδον λειτουργεῖν [*](1 διὰ τὰς transp. M, διὰ τὰς διὰ BE διὰ τῆς αἰσθήσεως Turn. τῶν πασῶν A 2 ἔτι] ἐπὶ AVOK 3 θερμαίνοντα P δ’ Α καὶ — τὴν (4) om. Α ὁρατὰ] ὁρώμενα BEM 4 ἱερουμένων BEVOK, ὁρωμένων Α παντελείας Α 5 ὃν] ὃ Α ἐτύμως FV2, ἑτοίμως V1 ut vid. 6 ἁρμοζούσας Α λειουργοῖς G 7 ἱεροφαντοῦσθαι Α αὐτοῦ om. VK 10 τὰ om. O 11 ἔργω καὶ λόγω F, ἔργω καὶ λόγω G λόγον] λόγῳ Turn. γὰρ om. Α 12 δὲ VOK ἔργον Α 13 ἐπεὶ] ἐπὶ BEMP τε om. Α, ss. Β 15. 16 ἀναφέρειν ἁπάσας transp. VOK 17 τὸν om. FGHP (v) βίον] βίου τέλος coni. Mang. ἱερεῖον F προσηγόρευτο FGH2 (Turn.) 19 τῶ βωμῷ AFGHP: τὸν βωμὸν ceteri ἦν τῶν om. Α 19. 20 τεθυμένων] τε θυομένων HP (v) 20 μυρεψὸς κατεσκεύασεν Α τὸ] τε coni. Mang. 21 τοῖς τε VK αἰσθήσεσιν H1P (Turn.) αὐτῶν AFGHP: om. ceteri 22 ἐπέραινε Α 22. 23 μετασχεῖν Α 22 τῆς] τοῖς M)

v.4.p.236
ἔμελλον· τὰ δ’ εἴσω πάντα ἐλαίῳ κατεκέχριστο.

θυσίας δ’ ἐπὶ ταῖς προτέραις ἄλλας ἀναγαγόντων, τοῦτο μὲν τῶν ἱερέων ὑπὲρ αὑτῶν, τοῦτο δὲ τῆς γερουσίας ὑπὲρ ἅπαντος τοῦ ἔθνους, Μωυσῆς μὲν εἰς τὴν σκηνὴν εἰσέρχεται τὸν ἀδελφὸν ἐπαγόμενος — ὀγδόη δ’ ἦν τῆς τελετῆς ἡμέρα καὶ τελευταία, ταῖς γὰρ πρότερον ἑπτὰ ἱεροφαντῶν αὐτόν τε καὶ τοὺς ἀδελφιδοῦς ὠργίαζεν —, εἰσελθὼν δ’ ἀνεδίδασκεν οἷα ὑφηγητὴς ἀγαθὸς εὐμαθῆ γνώριμον, ὃν χρὴ τρόπον τὸν ἀρχιερέα τὰς εἴσω ποιεῖσθαι λειτουργίας.

εἶτ’ ἐξελθόντες ἀμφότεροι καὶ τὰς χεῖρας ἀνατείναντες πρὸ τῆς κεφαλῆς εὐχὰς τίθενται τῷ ἔθνει τὰς προσηκούσας ἀπὸ καθαρᾶς καὶ ὁσιωτάτης γνώμης. ἔτι δ’ εὐχομένων, τερατωδέστατόν τι συμβαίνει· ἐκ γὰρ τῶν ἀδύτων, εἴτε αἰθέρος ἀπόσπασμα τοῦ καθαρωτάτου, εἴτε ἀέρος κατὰ τὴν τῶν στοιχείων φύσει μεταβολὴν ἀναλυθέντος εἰς πῦρ, αἰφνίδιον ἀθρόα φλὸξ διεκπαίει καὶ συντόνῳ ῥύμῃ φέρεται μὲν ἐπὶ τὸν βωμόν, τὰ δ’ ἐπ’ αὐτοῦ πάντα ἐξαναλίσκει, πρὸς οἶμαι σαφεστάτην δήλωσιν, ὅτι οὐδὲν ἄνευ θείας ἐπιφροσύνης ἐπετελεῖτο.

δωρεὰν γὰρ ἐξαίρετον εἰκὸς ἦν τοῖς ἁγίοις προσνεμηθῆναι, μὴ μόνον ἐν οἷς ἄνθρωποι δημιουργοί, ἀλλὰ καὶ τῷ καθαρωτάτῳ τῆς οὐσίας πυρί, τὸ χρειῶδες καὶ παρ’ ἡμῖν ὅπως μὴ προσάψαιτο τοῦ βωμοῦ, διὰ τὸ μυρίας ἴσως ἀναμεμῖχθαι κῆρας·

ἅπτεται γὰρ οὐ μόνον ζῴων ἀλόγων ὀπτωμένων ἢ ἑψομένων εἰς πλησμονὴν ἄδικον γαστρὸς τῆς ταλαίνης, ἀλλὰ καὶ ἀνθρώπων ἐξ ἐπιβουλῆς ἀναιρουμένων, οὐ τριῶν ἢ τεττάρων, [*](1 κατεκέχριστο BEYOK: κατακέχριστο FGH2, κατέχριστο MH1P, κατεχρίετο Α (Mang.) 2 ἀναγόντων Α αὐτῶν ESIKHP καὶ aate alt. τοῦτο add. M 3 ἅπαντος AFGHP: παντὸς ceteri 5 ἡμέρα AFGHP: ἡ ἡμέρα ceteri ταῖς V2OK (coni. Mang.): αἱ ceteri πρότερον GHP1: προτέραις V2OK, πρότεραι ceteri ἱεροφάντει V2OK αὑτόν τε AP2: om. ceteri 6 ἀδελφιδοῦς GHPV2OK: ἀδελφοὺς ceteri ὠργίαζεν om. ia lac. BEM 7 ἀμαθῆ Richt. 8. 9 ἀνατείνοντες Η 9 ὑπὲρ τὰς κεφαλὰς coni. Maug. τιθέντες BEMV1 11 εἴτε GHP: εἴτ’ ceteri 12 εἴτε AGHP: εἴτ’ ceteri φύσει GHP: φυσικὴν ceteri ἀναλυθέντος] μεταβληθέντος V2OK 13 αἰφνίδιον om. BEM διεκκαίει HP (Turn.) συντόμῳ AFGHP (Turn.) 14 μὲν om. τὰ δ’] καὶ τὰ A ἐπ’] ἐξ HP (Turn.) ἐξαναλίσκει AFGHP: ἀναλίσκει ceteri οἶμαι πρὸς trausp. Α 15 ἐπετελεῖτο GH: ἀπετελεῖτο ceteri 16 δωρεὰν γὰρ] καὶ δωρεὰν A μόνον] μέντοι V2OK ἐν del. V2, om. OK 17 οἶς] ἧς V-OK καὶ eras. V2, om. OK; κἀν conicio τὸ καθαρώτατον . . . πῦρ V-OK 18 τὸ AFGHP: τὸ δὲ ceteri προσάψαιτο GHP: προσψαύσαιτο Α, προσάψηται ceteri 19 μυρίαις V2OK ἀναμεμάχθαι GH (Turn.) κήραις ἀλόγων ζώων transp. G 20 ὀπτομένων BEM, ὀπτημένων Κ ἢ ἑψομένων om. FHP (Turn.) 21 ἐπιβολῆς M οὐ — ὁμίλων (237,1) AFGUP: om. ceteri) [*](1 sqq. Levit. cap. 9)

v.4.p.237
ἀλλὰ καὶ πολυανθρώπων ὁμίλων·

ἤδη γοῦν καὶ στόλους μεγάλους ἐπιβατικοῦ πλήρεις ὀϊστοὶ πυρφόροι κατέφλεξαν βληθέντες καὶ ὅλας πόλεις ἐξανάλωσαν, αἳ σμυχόμεναι μέχρι θεμελίων εἰς τέφραν ἐδαπανήθησαν, ὡς μηδ’ ἴχνος ὑπολελεῖφθαι τοῦ πάλαι συνοικισμοῦ.

ταύτης ἕνεκά μοι δοκῶ τῆς αἰτίας ὡς μεμιασμένον ἤλασε τοῦ ἱερωτάτου καὶ καθαρωτάτου βωμοῦ πῦρ τὸ χρειῶδες, ἀνθ’ οὗ φλόγα αἰθέριον ὤμβρησεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς διαστολὴν ἁγίων τε καὶ βεβήλων, ἀνθρωπείων τε καὶ θείων· ἥρμοττε γὰρ ταῖς θυσίαις ἀφθαρτοτέραν οὐσίαν ἀπονενεμῆσθαι πυρὸς τῆς πρὸς τὰς βιωτικὰς χρείας ὑπηρετούσης.

Πολλῶν δὲ κατὰ τὸ ἀναγκαῖον ἀναγομένων θυσιῶν καθ’ ἑκάστην ἡμέραν καὶ διαφερόντως ἐν πανηγύρεσι καὶ ἑορταῖς ὑπέρ τε ἰδίᾳ ἑκάστου καὶ κοινῇ ὑπὲρ ἁπάντων, διὰ μυρίας καὶ οὐχὶ τὰς αὐτὰς αἰτίας, ἅτε πολυανθρωποτάτου ἔθνους εὐσεβοῦντος, ἐδέησε καὶ νεωκόρων πλήθους εἰς τὰς ἱερὰς ὑπηρεσίας.

ἡ δ’ αἵρεσις ἐγίνετο πάλιν καινότατον ἀλλ’ οὐ τὸν εἰωθότα τρόπον· μίαν τῶν δώδεκα φυλῶν ἐπικρίνας ἀριστίνδην ἐχειροτόνει θεοφιλοῦς ἔργου προθεὶς ἆθλα καὶ ἀριστεῖα.