De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Μωυσῆς δὲ τὴν ἀριστείαν ἀποδεξάμενος γέρας ἐπενόησε καὶ ἐβεβαίωσε τῇ πράξει τὸ οἰκεῖον· ἔδει γὰρ τοὺς ὑπὲρ θεοῦ τιμῆς ἑκούσιον πόλεμον ἀραμένους καὶ βραχεῖ καιρῷ κατωρθωκότας ἀξιωθῆναι τῆς θεραπείας αὐτοῦ λαχόντας ἱερωσύνην.

Ἐπεὶ δ’ οὐ μία τάξις τῶν ἱερωμένων, ἀλλ’ οἷς μὲν ἐπιτέτραπται τὰ περὶ τὰς εὐχὰς καὶ θυσίας καὶ τὰς ἄλλας ἱερουργίας ἄχρι τῶν ἀδύτων ἰοῦσιν, οἷς δὲ τούτων μὲν οὐδέν, ἐπιμέλειαι δὲ καὶ φυλακαὶ μεθ’ ἡμέραν καὶ νύκτωρ τοῦ τε ἱεροῦ καὶ τῶν ἐν αὐτῷ, οὓς νεωκόρους ἔνιοι καλοῦσιν, ἡ πολλοῖς πολλαχοῦ μυρίων αἰτία κακῶν γενομένη περὶ πρωτείων στάσις ἐπεπόλασε κἀνταῦθα, τῶν νεωκόρων ἐπιθεμένων τοῖς ἱερεῦσι καὶ τὴν ἐκείνων τιμὴν παρασπάσασθαι διανοηθέντων· καὶ τοῦτ’ εὐμαρῶς ἤλπισαν ἔσεσθαι πολλαπλασίους τὸν ἀριθμὸν [*](1 μυρία VOK ἄξια θανάτων AGHP: θανάτων ἄξια CBEMF, θανάτου ἄξια VOK 2 γεννηταὶς VOK 3 ἀγενήτου ἀγεννήτου VOK) καὶ ἀφθάρτου transp. CAVOK (v) 4 ἀποκρινέτω C1, ἀποκειράτω VOK 5 μόνην om. H μόνον P ἑτοιμότατα AHP (v) 7 γινόμενον CAVOK, γενόμενον om. P 8 φιλτάτων κειμένων coniung. et post κειμένων interpung. BEM δ’] ἃ BEM (V1 ut vid.), δέ V2 9 τοὺς] οὓς VOK ᾠκτίσατο codd.: οἰκτίσατο v 10 ὀργῆς] ὁρῶσα P 11 ἐπενόησε] ἐπάνω γε (sic) Α 12 τοὺς corr. ex τῆς C 13 κατορθωκότας FO 003E; θεραπείας coni. Mang. 14 αὐτοῦ] τοὺς V1, eras. V2, om. OK ἱερωσύνην: desinit C fol. 122r 15 δὲ VOK ἀλλ’ eras. V-, om. OK 16 τὰ] τὰς O, om. Α ἄλλας om. VOK ἱερουργίας AFGHP: λειτουργίας ceteri 17 μὲν AFGHP: om. ceteri ἐπιμέλεια AG (v) 18 φυλακὴ G, φρουρὰ καὶ Α (v) 10 post ἡ add. μέντοι V2OK κακῶν αἰτία transp. Α (v) 20 γινομένη VOK περὶ om. G ἐπεπόλαυσε M 21 παρασπάσασθαι AF: παραστήσασθαι ceteri 21.22 διανοηθέντων] βουληθέ ντων Α (v) 22 εὐμαρὲς coni. Mang. ἤλπισαν AGHP: ἤλπιζον ceteri πολλαπλασίους AGHP: πολλαπλάσιοι ceteri τὸν om. AP, ss. H) [*](20 Num. 16,1 sqq.)

v.4.p.241
ὄντες.

ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἰδίᾳ γνώμῃ νεωτερίζειν καὶ τὴν πρεσβυτάτην τῶν δώδεκα φυλῶν συμφρονεῖν ἀναπείθουσιν, ᾗ πολλοὶ τῶν εἰκαιοτέρων ἐπηκολούθησαν ὡς ἔχειν δυναμένῃ πρεσβεῖον ἡγεμονίας.

μέγαν τοῦτον ἐπιτειχισμὸν ἔγνω Μωυσῆς φυόμενον καθ’ αὑτοῦ· τὸν γὰρ ἀδελφὸν ἀρχιερέα κατὰ τὰ χρησθέντα λόγια ᾕρητο, διαβολαὶ δ’ ἦσαν ὡς τοὺς μὲν χρησμοὺς ἐπιψευσαμένου, ποιησαμένου δὲ τὴν αἵρεσιν διὰ τὴν οἰκειότητα καὶ τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν.

ἐφ’ οἷς εἰκότως ἀνιαθείς, εἰ μὴ μόνον ἀπιστεῖται διὰ τοσούτων ἐλέγχων τὴν ἑαυτοῦ πίστιν ἐπιδειξάμενος, ἀλλὰ καὶ ἐπ’ ἔργοις ἅπερ ἀναφέρεται πρὸς θεοῦ τιμήν, δι’ ἃ μόνα καὶ τὸν ἐν τοῖς ἄλλοις τὸ ἦθος κατεψευσμένον ἀναγκαῖον ἦν ἀληθεύειν — ἀλήθεια γὰρ ὀπαδὸς θεοῦ —, λόγοις μὲν ἀναδιδάσκειν περὶ τῆς ἑαυτοῦ προαιρέσεως οὐκ ἐδοκίμαζε, τὸ μεταπείθειν ἐπιχειρεῖν τοὺς προκαταληφθέντας ἐναντίαις δόξαις ἀργαλέον εἰδώς, ἱκετεύει δὲ τὸν θεὸν ἐμφανεῖς ἀποδείξεις αὐτοῖς παρασχεῖν περὶ τοῦ μηδὲν ἐψεῦσθαι κατὰ τὴν τῆς ἱερωσύνης αἵρεσιν.

ὁ δὲ κελεύει δώδεκα ῥάβδους λαβεῖν ταῖς φυλαῖς ἰσαρίθμους καὶ τὰ μὲν τῶν ἄλλων ὀνόματα φυλάρχων ἐπιγράψαι ταῖς ἕνδεκα, τῇ δὲ λοιπῇ τὸ τοῦ ἀδελφοῦ καὶ ἀρχιερέως, εἶτ’ εἰς τὸν νεὼν ἄχρι τῶν ἀδύτων εἰσενεγκεῖν· ὁ δὲ τὰ προσταχθέντα ποιήσας ἐκαραδόκει τὸ ἀποβησόμενον.

τῇ δ’ ὑστεραίᾳ λογίῳ πληχθείς, ἅπαντος τοῦ ἔθνους παρεστῶτος, εἰσέρχεται καὶ τὰς ῥάβδους ἐκκομίζει, τὰς μὲν ἄλλας οὐδὲν διάφορον ἐχούσας, μίαν δ’ ἐφ’ ᾗ τοὔνομα ἐπεγέγραπτο [*](1 δέ om. H1P, ss. H2 1. 2 post πρεσβυτάτην add. φυλὴν Α 2 δυοκαίδεκα Α (Turn.), ιβ΄ VO φυλῶν] φυλὴν VK, om. Α ἀναπείθουσι συμφρονεῖν transp. BBMF, συμφρονεῖν om. O ἧ V2OK1: οἱ AF, οἷς 2. 3 οἰκειοτέρων M (Turn.) 3 ἐπηκολούθησεν M ἔχει EH1P ειον δυναμένην M, δυνάμενοι AK2 πρεσβείαν BEMF, πρεσβείας VO, πρεσβείαις Κ ἡγεμονίας FGHP: ἡγεμονίαν ceteri 4 μωυσῆς ἔγνω transp. Α (v) καθ’ αὐτοῦ AV2OK: κατ’ αὐτοῦ ceteri 5 εἴρητο M, ἤρατο F ὡς μὲν τοὺς transp. Α 7 τὴν om. H1P,. ss. Η2 8 διὰ τοσούτων ἐλέγχων] καὶ ταῦτα τοσούτοις ἐλέγχοις V2OK ἑαυτῶν F 9 πρὸς AFGHP: εἰς τιμὴν θεοῦ trausp. F 11 ἀναδιδάσκει M 12. 13 προκαταλειφθέντας M 13 ἐναντίαις] ἐν ταῖς Α 15 δώδεκα AF: δεκαδύο ceteri 16 φυλάρχων ὀνόματα trausp. P 17 λοιπῇ] Λευιτικῇ mirabiliter coni. Mang. τὸ om. F εἶτα VOK 17. 18 εἰς νεὼ (om. τὸν) A 19 λογείῳ (ει ex ϊ corr.) M 20 παρεστῶτος Mang. (et ipse conieceram: cf. 250,13): προεστῶτος codd. 21 διάφορον AFGHP Barb.: διαφέρον ceteri δὲ VOK ἧ FGHP: ἧς ceteri (v) ἐπεγέγραπτο om. Barb.) [*](12 — 13 N fol. 157v: τὸ μεταπείθειν — ἀργαλέον εἰδώς. 15 sqq. Num. cap. 17) [*](20 — 245,9 Catena Barber. IV 56 fol. 141v Φίλωνος ἑβραίου ἐκ τοῦ περὶ τοῦ μώσεως βίου λόγου δευτέρου: τὰς ῥάβδους ἐκκομίζει μώσης — γευσάμενον εὐσεβείας ὤργισε.)

v.4.p.242
τοῦ ἀδελφοῦ τεθαυματουργημένην· οἷα γὰρ φυτὸν εὐγενὲς ἅπασα νέους

βλαστοὺς ἐξέφυσε καὶ ὑπ’ εὐφορίας καρπῶν ἔβριθεν. οἱ δὲ καρποὶ κάρυα ἦσαν, ἃ φύσιν ἐναντίαν ἔχει τοῖς ἄλλοις· ἐπὶ γὰρ τῶν πλείστων, σταφυλῆς, ἐλαίας, μήλων, διαφέρει τὸ σπέρμα καὶ τὸ ἐδώδιμον, ἃ διαφέροντα τόποις χωρίζεται· τὸ μὲν γὰρ ἐδώδιμον ἔξω, τὸ δὲ σπέρμα εἴσω κατακέκλεισται· τοῦ δὲ καρύου ταὐτόν ἐστι τό τε σπέρμα καὶ τὸ ἐδώδιμον, ἀμφοτέρων εἰς μίαν ἰδέαν ἀποκριθέντων, καὶ τόπος εἷς ὁ ἐντὸς ὠχυρωμένος καὶ περιπεφρουρημένος ἕρκει διπλῷ, τῷ μὲν ἐκ φλοιοῦ πάνυ βαθέος, τῷ δ’ οὐδὲν ἀποδέοντι ξυλίνου κατασκευάσματος·

ἀφ’ οὗ τελείαν ἀρετὴν αἰνίττεται. ὥσπερ γὰρ ἐν καρύῳ ταὐτόν ἐστιν ἀρχὴ καὶ τέλος, ἀρχὴ μὲν ᾗ σπέρμα, τέλος δὲ ᾗ καρπός, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἑκάστῃ γὰρ συμβέβηκεν εἶναι καὶ ἀρχὴν καὶ τέλος, ἀρχὴν μέν, ὅτι οὐκ ἐξ ἑτέρας δυνάμεως ἀλλ’ ἐξ ἑαυτῆς φύεται, τέλος δέ, ὅτι πρὸς αὐτὴν ὁ κατὰ φύσιν βίος σπεύδει.

μία μὲν αἰτία ἥδε, λέγεται δὲ καὶ ἑτέρα τῆς προτέρας ἐμφαντικωτέρα· καρύου τὸ μὲν φλοιῶδές ἐστι πικρόν, τὸ δ’ εἴσω περικείμενον ὡσανεὶ ξύλινον ἕρκος στιφρὸν εὖ μάλα καὶ κραταιόν, οἷς ἀμφοτέροις ὁ καρπὸς ἐγκατακεκλεισμένος οὐκ ἔστιν εὔληπτος.

τοῦτο ποιεῖται σύμβολον ἀσκητικῆς ψυχῆς, ἀφ’ οὗ προτρέπειν αὐτὴν οἴεται δεῖν ἐπ’ ἀρετὴν ἀναδιδάσκων, ὅτι πόνῳ προεντυχεῖν ἀναγκαῖον· πικρὸν δὲ καὶ ἀντιτυπὲς καὶ σκληρὸν ὁ πόνος, ἐξ οὗ φύεται τἀγαθόν, [*](1 τοῦ ἀδελφοῦ GHP Barb.: τἀδελφοῦ ceteri νέους] εὐθὺς A (Turn.) 5 ἃ — ἐδώδιμον om. AVOK ἃ διαφέροντα] διαφέρον δὲ BEM χαρίζεται H1P post ἔξω add. γὰρ τὸ ἐδώδιμον αὐτῶν ἐστι V2OK 6 κατακεκλεῖσθαι FGHP τε AGHP Barb.: om. ceteri 8 ὀχυρώμενος Α περιφρουρημένος πεφρουρημένος V2OKF τῷ] τὸ E 9 φλιοῦ M βαθέος πάνυ transp. BM ἀποδέοντος V2OKHP 10 γάρ ἐστιν HP (bis igitur ἐστιν positum) 11 ἧ] ἣ (bis) BEM δ’ Κ 12 alt. καὶ om. Κ ἀρχὴν Turn. (v): ᾀρχὴ AFGHP Barb., ἀρχὴ ceteri 13 τέλος AFGHP Barb.: τέλει ceteri ἀρχὴν Turn. (v): ἀρχὴ BEMVO, ἀρχὴ ceteri 14 τέλος AFGH Barb.: τέλει ceteri μὲν οὖν Barb. 16 φλυῶες Β, φλιῶδες M τυ 17 στιφρὸν BEMV1GH1P1: στριφνὸν FG2P2, στρυφνὸν AH2V2O Barb. (v), στηρφνὸν (sic) Κ ἐγκατακεκλεισμένος om. BEM 18 εὔληπτος] εὔλογος Barb. ἀσκητὴς (sic) F 19 δεῖν om. BEM ὀίεται δεῖν] σπεύδειν coni. Mang. προσεντυχεὶν BEMV1, sed σ eras. EV2, προεντυγχάνειν Barb. 20 σκηρὸν M, μακρὸν N) [*](19 — 243,5 N fol. 158r: ὅτι πόνῳ — ἐνδιαιτᾶσθαι. 19 — 243,3 DR fol. 274r Φῶνος ἐκ τοῦ περὶ Μωυσέοςδ βίου: τὸ πόνῳ κτηθὲν τυγχάνει ἀναγκαῖον. πικρὸς δὲ καὶ σκληρὸς καὶ ἀντιτυπὴς τόνος — μακαριότητα.)

v.4.p.243
οὗ χάριν οὐ μαλακιστέον.

ὁ μὲν γὰρ τὸν πόνον φεύγων φεύγει καὶ τὰ ἀγαθά, ὁ δὲ τλητικῶς καὶ ἀνδρείως ὑπομένων τὰ δυσκαρτέρητα σπεύδει πρὸς μακαριότητα· οὐ γὰρ ἁβροδιαίτοις καὶ τὴν ψυχὴν ἐκτεθηλυμμένοις καὶ τὸ σῶμα διαρρέουσιν ὑπὸ τῆς καθ’ ἑκάστην ἡμέραν ἀδιαστάτου θρύψεως ἀρετὴ πέφυκεν ἐνδιαιτᾶσθαι, κακουμένη δὲ μετανίσταται πρότερον ἀπόλειψιν χρηματίσασα πρὸς τὸν ἄρχοντα τὸν ὀρθὸν λόγον.