De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τοσαύταις γοῦν χρησαμένου τοῦ ἔθνους [*](1 δὲ ΑΚ ἃς] ὡς L (Turn.) 2 συνέγραψαν Κ ὑφηγησαμένου FGHP Barb.: ὑφηγητέον ἡγησαμένου ceteri παρέδωκε BEMAF: παραδέδωκε ceteri 4 ὧν ante ἀπεικονίσματα add. FGHP Barb. d καὶ om. FGHP Barb. οἱ FGHP Barb,: om. ceteri 6 δὲ VOK 9 εἴ τις] ὅστις BEMAF ἴ’ ἐπίῃ V2OHP (v), ἐπίει Κ τῶν λογισμῶν Κ 10 εὑρήσκει (sic) G 11. 12 πλεονάσασα οm. H1P 12 τὰ λίαν om. BEMA, spat. 6 litt. BEM 13 ἀλλὰ καὶ F ὑβριζόντων BEMA, ἐνυβριζόντων 14 δὲ VOK ἀντίπαλος Κ νόμω GHP Barb.: νόμου ceteri μόνον BEMVOK 15 καθάπερ—μένει om. F σεσημειωμένα BEMA 16 πάντα om BEMA διαμενεῖν BEMA: διαμένειν ceteri 17 ἄν FGHP Barb.: om. ceteri 18 γοῦν] οὖν Barb., om. Α) [*](12. 13 V. sup. p. 31,2 14 sqq. cf. Evang. Matth. V 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπό τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Evang. Luc. XVI 17 εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. loseph. Ant. lud. III 223 οὓς (νόμους) κρείττονας ἢ κατὰ σύνεσιν ἀνθρωπίνην ὄντας εἰς τὸν ἅπαντα βεβαίως αἰῶνα συνέβη φυλαχθῆναι δωρεὰν εἶναι δόξαντας τοῦ θεοῦ, ὡς μήτ’ ἐν εἰρήνῃ ὑπὸ τρυφῆς μήτ’ ἐν πολέμῳ κατ’ ἀνάγκην Ἑβραίους παραβῆναί τινα τῶν νόμων. Contra Apionen II 277 . . . οὐ μὴν καὶ παρ’ ἡμῖν, ἀλλὰ κἀν πλούτου καὶ πόλεων καὶ τῶν ἄλλων ἀγαθῶν στερηθῶμεν, ὁ γοῦν νόμος ἡμῖν ἀθάνατος διαμένει· καὶ οὐδεὶς Ἰουδαίων οὔτε μακρὰν οὕτως ἂν ἀπέλθοι τῆς πατρίδος οὔτε πικρὸν φοβήσεται δεσπότην, ὡς μὴ πρὸ ἐκείνου δεδιέναι τὸν νόμον· (278) εἰ μὲν οὖν διὰ τὴν ἀρετὴν τῶν νόμων οὕτω πρὸς αὐτοὺς διακείμεθα, συγχωρησάτωσαν ὅτι κρατίστους ἔχομεν νόμους. cf. I 42)

v.4.p.204
μεταβολαῖς κατά τε εὐπραγίας καὶ τοὐναντίον, οὐδὲν ἀλλ’ οὐδὲ τὸ μικρότατον τῶν διατεταγμένων ἐκινήθη, πάντων ὡς ἔοικε τὸ σεμνὸν καὶ θεοπρεπὲς αὐτῶν ἐκτετιμηκότων.

ἃ δὲ μὴ λιμὸς ἢ λοιμὸς ἢ πόλεμος ἢ βασιλεὺς ἢ τύραννος ἢ ψυχῆς ἢ σώματος ἢ παθῶν ἢ κακιῶν ἐπανάστασις ἤ τι ἄλλο θεήλατον ἢ ἀνθρώπειον κακὸν ἔλυσε, πῶς οὐ περιμάχητα καὶ παντὸς λόγου κρείττονα καθέστηκεν;

ἀλλ’ οὔπω τοῦτο θαυμαστόν, καίτοι μέγα καθ’ αὑτὸ δεόντως ἂν νομισθέν, τὸ ἐξ ἅπαντος τοῦ χρόνου πεφυλάχθαι τοὺς νόμους ἐν βεβαίῳ· ἀλλ’ ἐκεῖνο θαυμασιώτερον, ὡς ἔοικε, τὸ μὴ μόνον Ἰουδαίους ἀλλὰ καὶ τοὺς ἄλλους σχεδὸν ἅπαντας καὶ μάλιστα οἷς ἀρετῆς πλείων λόγος πρὸς τὴν ἀποδοχὴν αὐτῶν καὶ τιμὴν ὡσιῶσθαι· γέρας γὰρ τοῦτ’ ἔλαχον ἐξαίρετον, ὃ μηδενὶ πρόσεστιν ἑτέρῳ.

σημεῖον δέ· τῶν κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον, ὡς ἔπος εἰπεῖν, οὐδεμία πόλις ἐστίν, ἣ τὰ ἑτέρας νόμιμα τιμᾷ, μόλις δὲ καὶ τῶν αὑτῆς εἰς ἀεὶ περιέχεται, πρὸς τὰς τῶν καιρῶν καὶ τῶν πραγμάτων μεθαρμοζομένη τροπάς.

Ἀθηναῖοι τὰ Λακεδαιμονίων ἔθη καὶ νόμιμα προβέβληνται καὶ Λακεδαιμόνιοι τὰ Ἀθηναίων· ἀλλ’ οὐδὲ κατὰ τὴν βάρβαρον Αἰγύπτιοι τοὺς Σκυθῶν νόμους φυλάττουσιν ἢ Σκύθαι τοὺς Αἰγυπτίων ἢ συνελόντι φράσαι τοὺς τῶν κατ’ Εὐρώπην οἱ τὴν Ἀσίαν οἰκοῦντες ἢ τοὺς τῶν Ἀσιανῶν ἐθνῶν οἱ ἐν Εὐρώπῃ· ἀλλὰ σχεδὸν οἱ ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου, πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις, τῶν ξενικῶν νομίμων ἀλλοτριοῦνται καὶ οἴονται τὴν τῶν οἰκείων ἀποδοχήν, εἰ τὰ παρὰ τοῖς ἄλλοις ἀτιμάζοιεν, συναυξήσειν.

ἀλλ’ οὐχ ὧδ’ ἔχει τὰ ἡμέτερα· πάντας γὰρ ἐπάγεται καὶ συνεπιστρέφει, βαρβάρους, [*](1 σμικρότατον VOK 2 πάντων] πάντως M 3 μὴ scripsi: δὴ F, μήτε ceteri (v) λιμὸς ἡ οm. VOK 4 κακῶν Α ἐπαναστάσεις Α 5 ἢ om. GH οὐ περιμάχητα FGHP: οὐχ ὑπερμάχητα ceteri 7 καὶ ante καθ’ add. F ἑαυτὸ VOK δεόντως ἂν] οὕτω BEMA, οὕτως ἄν V, οὕτως εἶνα V2OK 8. 9 ὡς ἔοικε θαυμασιώτερον transp. VOK Barb. 10 μάλισθ’ Barb. 11 τοῦτο Κ ἔλαχον FGHP Barb.: ἔλαχεν cetovi 13 ἑτέρου VOK 14 αὐτῆς BEMV1K Barb. εἰς ἀεὶ om. Α alt. τῶν GHP Barb.: om. ceteri 16 προβέβληται G προβάλλονται HP οὐδὲ FHP: οὐδ’ οἱ VOKG, οὐχὶ BEMA 16. 17 κατὰ τὴν βάρβαρον] καὶ τὰ τῶν βαρβάρων Α, βαρβάρων etiam Ε 17 σκυθικῶν Κ φυλάσσουσιν VK alt. τοὺς] τῶν F 18 συνελόντα BEMA φάναι Ο, γρ. φράσαι mg. Ο τῶν om. GO 19 ἐθῶν A alt. οἱ] ἡ G, om. VOKF 20 ἄχρι καὶ δυομένου Α 22 παρ’ ἄλλοις BEMA ἀτιμάζοιε BEMHP 23 ὧδ’ ἔχει τὰ ἡμέτερα G Barb.: ὧδε τὰ ἡμέτερα ἔχει HP (v), οὕτως ἔχει τὰ ἡμέτερα ceteri) [*](6—15 pergit Barb. IV 56: καὶ μετ’ ὀλίγα: ἀλλ’ οὔπω—τροπάς. 222053 Barb. IV 56: καὶ μετὰ μικρά: ἀλλ’ οὐχ—ἐκτετίμηκε. 23 sqq. loseph. contra Αpionem II 280 ὑφ’ ἡμῶν τε διηλέγχθησαν οἱ νόμοι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἀεὶ καὶ μᾶλλον αὑτῶν ζῆλον ἐμπεποιήκασι ..... (282) οὐ μὴν ἀλλὰ καὶ πλήθεσιν ἤδη πολὺς ζῆλος γέγονεν ἐκ μακροῦ τῆς ἡμετέρας εὐσεβείας, οὐδ’ ἔστιν οὐ πόλις Ἑλλήνων οὐδ’ ἡτισοῦν οὐδὲ βάρβαρος οὐδὲ ἓν ἔθνος, ἔνθα μὴ τὸ τῆς ἑβδομάδος, ἱν ἀργοῦμεν ἡμεῖς, ἔθος οὐ διαπεφοίτηκε καὶ αἱ νηστεῖαι καὶ λύχνων ἀνακαύσεις καὶ πολλὰ τῶν εἰς βρῶσιν ἡμῖν οὐ νενομισμένων παρατετήρηται. 110ù13 11—13 pergit Barb. IV 56: καὶ πάλιν:)

v.4.p.205
Ἕλληνας, ἠπειρώτας, νησιώτας, ἔθνη τὰ ἑῷα, τὰ ἑσπέρια, Εὐρώπην, Ἀσίαν, ἅπασαν τὴν οἰκουμένην ἀπὸ περάτων ἐπὶ πέρατα.

τίς γὰρ τὴν ἱερὰν ἐκείνην ἑβδόμην οὐκ ἐκτετίμηκεν, ἄνεσιν πόνων καὶ ῥᾳστώνην αὑτῷ τε καὶ τοῖς πλησιάζουσιν, οὐκ ἐλευθέροις μόνον ἀλλὰ καὶ δούλοις, μᾶλλον δὲ καὶ ὑποζυγίοις διδούς;

φθάνει γὰρ ἡ ἐκεχειρία καὶ πρὸς πᾶσαν ἀγέλην καὶ ὅσα πρὸς ὑπηρεσίαν γέγονεν ἀνθρώπου καθάπερ δοῦλα θεραπεύοντα τὸν φύσει δεσπότην, φθάνει καὶ πρὸς δένδρων καὶ φυτῶν ἅπασαν ἰδέαν· οὐ γὰρ ἔρνος, οὐ κλάδον, ἀλλ’ οὐδὲ πέταλον ἐφεῖται τεμεῖν ἢ καρπὸν ὁντινοῦν δρέψασθαι, πάντων διαφειμένων κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ὥσπερ ἐλευθερίαν ἀγόντων, κοινῷ κηρύγματι μηδενὸς ἐπιψαύοντος.

τίς δὲ τὴν λεγομένην νηστείαν οὐ τέθηπε καὶ προσκυνεῖ δι’ ἔτους ἀγομένην τῆς ἱερομηνίας αὐστηρότερον καὶ σεμνότερον τρόπον; ἐν ᾗ μὲν γὰρ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ ὅσα περὶ ἐδωδὴν καὶ πόσιν ἄφθονα πάντα, δι’ ὧν αἱ ἀκόρεστοι γαστρὸς ἡδοναὶ συναύξονται προσαναρρηγνῦσαι καὶ τὰς ὑπογαστρίους ἐπιθυμίας·

ἐν ᾗ δ’ οὐ σιτίον, οὐ ποτὸν ἔξεστι προσενέγκασθαι, καθαραῖς ὅπως διανοίαις, μηδενὸς ἐνοχλοῦντος μηδ’ ἐμποδίζοντος σωματικοῦ πάθους, ὁποῖα φιλεῖ συμβαίνειν ἐκ πλησμονῆς, ἑορτάζωσιν ἱλασκόμενοι τὸν πατέρα τοῦ παντὸς αἰσίοις εὐχαῖς, δι’ ὧν ἀμνηστίαν μὲν παλαιῶν ἁμαρτημάτων, κτῆσιν δὲ καὶ ἀπόλαυσιν νέων ἀγαθῶν εἰώθασιν αἰτεῖσθαι.

[*](3 ἐκείνην GHP: om ceteri ἐκτετίμηκας Κ πόνων ἄνεσιν transp. VOK 4 αὐτῶ BEMFH1K 5 ἐκκεχειρία VKAGH2 alt. καὶ GHP: om. ceteri b πᾶσαν om. G 7 θεραπεύοντα GHP: θεραπεύσαντα V2O θεραπεύσοντα ceteri φύσει] ἴδιον Α 8 ἀλλ’ om. Α 9 ὁντιναοῦν V2OK διαφειμένων post ἡμέραν (10) transp. VOK 10 διαγόντων VOK κοινῷ—ἐπιψαύοντος (11) om. VOK 11 νηστείαν] ἑστίαν HP, νηστείαν mg. Η2 12 post προσκυνεῖ add. μάλιστα G, καὶ μάλιστα FHP (v) ἀγομένης VOK 13 ἧ GHP: ἧς F, αἷς ceteri τράπεζα πολυτελὴς HP (Turn.) 14 ἀκόραστοι M; ἀκόλαστοι coni. Mang. 15 προσαναρρηγνῦσθαι Κ τὰς οm. M. 16 δὲ VOK 17 ὅπως] ἀπλῶς V2OK μηδὲ παρεμποδίζοντος P 18 ἑορτάζουσιν VOKFH1P 19 αἰσίαις MO ἀμνηστίαν codd.: ἀμνηστείαν v 21 εἰώθασιν om. F)
v.4.p.206

Τὸ δὲ τῆς νομοθεσίας ἱεροπρεπὲς ὡς οὐ παρ’ Ἰουδαίοις μόνον ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ἄλλοις τεθαύμασται, δῆλον ἔκ τε τῶν εἰρημένων ἤδη κἀκ τῶν μελλόντων λέγεσθαι.

τὸ παλαιὸν ἐγράφησαν οἱ νόμοι γλώσσῃ Χαλδαϊκῇ καὶ μέχρι πολλοῦ διέμειναν ἐν ὁμοίῳ τὴν διάλεκτον οὐ μεταβάλλοντες, ἕως μήπω τὸ κάλλος εἰς τοὺς ἄλλους ἀνθρώπους ἀνέφηναν αὑτῶν.

ἐπεὶ δὲ ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν συνεχοῦς μελέτης καὶ ἀσκήσεως τῶν χρωμένων αἴσθησις ἐγένετο καὶ ἑτέροις καὶ τὸ κλέος ἐφοίτα πανταχόσε—τὰ γὰρ καλὰ κἂν φθόνῳ πρὸς ὀλίγον ἐπισκιασθῇ χρόνον, ἐπὶ καιρῶν αὖθις ἀναλάμπει φύσεως εὐμενείᾳ —, δεινὸν ἡγησάμενοί τινες, εἰ οἱ νόμοι παρὰ τῷ ἡμίσει τμήματι τοῦ γένους ἀνθρώπων ἐξετασθήσονται μόνῳ τῷ βαρβαρικῷ, τὸ δ’ Ἑλληνικὸν εἰς ἅπαν ἀμοιρήσει, πρὸς ἑρμηνείαν τὴν τούτων ἐτράποντο.

τὸ δ’ ἔργον ἐπεὶ καὶ μέγα ἦν καὶ κοινωφελές, οὐκ ἰδιώταις οὐδ’ ἄρχουσιν, ὧν πολὺς ἀριθμός, ἀλλὰ βασιλεῦσι καὶ βασιλέων ἀνετέθη τῷ δοκιμωτάτῳ.