De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Πτολεμαῖος ὁ Φιλάδελφος ἐπικληθεὶς τρίτος μὲν ἦν ἀπ’ Ἀλεξάνδρου τοῦ τὴν Αἴγυπτον παραλαβόντος, ἀρεταῖς δὲ ταῖς ἐν ἡγεμονίᾳ πάντων, οὐχὶ τῶν καθ’ αὑτὸν μόνον, ἀλλὰ καὶ τῶν πάλαι πώποτε γεγενημένων ἄριστος, οὗ καὶ μέχρι νῦν τοσαύταις ὕστερον γενεαῖς ᾄδεται τὸ κλέος πολλὰ δείγματα καὶ μνημεῖα τῆς μεγαλοφροσύνης κατὰ πόλεις καὶ χώρας ἀπολιπόντος, ὡς ἤδη καὶ ἐν παροιμίας εἴδει τὰς ὑπερόγκους φιλοτιμίας [*](1 νομοθέσεως Κ παρὰ VK 4 γλώττη Barb. 5 μεταβαλόντις V2OK τὸ κάλλος εἰς om. Barb. 5. 6 τοῖς ἄλλοις ἀνθρώποις Barb. 6 ἀνέφηναν GHP Barb.: ἀνέφηνεν F, ἐνέφηναν ceteri αὐτῶν AV2O: αὐτοὺς Barb., αὐτῶν ceteri δ’ Α Barb. 7 ἐγίνετο VOKF Barb. 9 ἐπὶ καιρῶν F Barb.: ἐπὶ καιρῶ D Max., ἐπὶ καιρὸν ceteri ante αὖθις add. λυθεὶς DM, λυθέντα DP Max., λυθὲν Barocc. 10 εὐγενείᾳ BEMA Barb. 11 γένους ἀνθρώπων F Barb.: ἀνθρώπων γένους ceteri; τοῦ ἀνθρώπων γένους om. in textu Η, add. mg. 11 12 εἰσάπαν Α 13 οὐδ’] οὐκ BKMA 14 πολὺς] ὁ πολὺς FP Barb., οὐ πολὺς GH (v) ἀνετέθη] ἀνετέους Κ 15 ἦν ΒΕMΑ: ἦν τῶν ceteri ἀπὸ BEMAF 16 τοῦ BEMA: om. ceteri παραλαβόντος BEMA: παραλαβόντα Barb., παραλαβόντων ceteri 17 pr. τῶν] τὸν G ἀλλὰ om. V1, suppl. V2 πάλαι om. Barb. 18 ᾄδετε G) [*](1—210,3 pergit Barb. IV 56: καὶ μετά τινα: τὸ δὲ—ἐπίσης 8—9 DP fol. 354v DM fol. 265v Φίλωνος ἐκ τῆς τῶν νόμων ἀλληγορίας Mel. fol. 222 V Max. Ecl. cap. 54 Φίλωνος: τὰ καλὰ—ἀναλάμπει. 15—16 Io. Lydus de mens. IV 47 (p. ]03,22 Wuensch) λέγει δὲ ὁ αὐτὸς Φίλων καὶ περὶ τῶν συγγραμμάτων τοῦ Μωυσέως, ὅτι ὐπ’ αὐτοῦ μὲν τῇ αλδαϊκῇ γλώττῃ ἐγράφη, ὕστερον δὲ ὑπὸ Πτολεμαίου εἰς τὴν Ἑλλάδα μετεφράσθη, ὃς τρίτος ἦν τῶν ἀπ᾿ Ἀλεξάνδρου τὴν Αἴγυπτον παραλαβόντων, Φιλάδελφος ἐπικεκλημένος.)

v.4.p.207
καὶ μεγάλας κατασκευὰς Φιλαδελφείους ἀπ’ ἐκείνου καλεῖσθαι.

συνόλως μὲν οὖν ἡ τῶν Πτολεμαίων οἰκία διαφερόντως παρὰ τὰς ἄλλας βασιλείας ἤκμασεν, ἐν δὲ τοῖς Πτολεμαίοις ὁ Φιλάδελφος· ὅσα γὰρ εἷς ἔδρασεν οὗτος ἐπαινετά, μόλις ἐκεῖνοι πάντες ἀθρόοι διεπράξαντο, γενόμενος καθάπερ ἐν ζῴῳ τὸ ἡγεμονεῦον κεφαλὴ τρόπον τινὰ τῶν βασιλέων.

ὁ δὴ τοιοῦτος ζῆλον καὶ πόθον λαβὼν τῆς νομοθεσίας ἡμῶν εἰς Ἑλλάδα γλῶτταν τὴν Χαλδαϊκὴν μεθαρμόζεσθαι διενοεῖτο καὶ πρέσβεις εὐθὺς ἐξέπεμπε πρὸς τὸν τῆς Ἰουδαίας ἀρχιερέα καὶ βασιλέα—ὁ γὰρ αὐτὸς ἦν—τό τε βούλημα δηλῶν καὶ προτρέπων ἀριστίνδην ἑλέσθαι τοὺς τὸν νόμον διερμηνεύσοντας.

ὁ δ’ οἷα εἰκὸς ἡσθεὶς καὶ νομίσας οὐκ ἄνευ θείας ἐπιφροσύνης περὶ τὸ τοιοῦτον ἔργον ἐσπουδακέναι τὸν βασιλέα, σκεψάμενος τοὺς παρ’ αὑτῷ δοκιμωτάτους Ἑβραίων, οἳ πρὸς τῇ πατρίῳ καὶ τὴν Ἑλληνικὴν ἐπεπαίδευντο παιδείαν, ἄσμενος ἀποστέλλει.

ὡς δ’ ἧκον, ἐπὶ ξενίαν κληθέντες λόγοις ἀστείοις καὶ σπουδαίοις τὸν ἑστιάτορα εὐώχουν ἀντεφεστιῶντες· ὁ μὲν γὰρ ἀπεπειρᾶτο τῆς ἑκάστου σοφίας καινὰς ἀλλ’ οὐ τὰς ἐν ἔθει ζητήσεις προτείνων, οἱ δ’ εὐστόχως καὶ εὐθυβόλως, οὐκ ἐπιτρέποντος μακρηγορεῖν τοῦ καιροῦ, καθάπερ ἀποφθεγγόμενοι τὰ προταθέντα διελύοντο.

δοκιμασθέντες δ’ εὐθὺς ἤρξαντο τὰ τῆς καλῆς πρεσβείας ἀποτελεῖν καὶ λογισάμενοι παρ’ αὑτοῖς, ὅσον εἴη τὸ πρᾶγμα θεσπισθέντας νόμους χρησμοῖς διερμηνεύειν, μήτ’ [*](1 φιλαδελφίους G Barb. 2 βασιλείας om. Α 3 ὁ om. ΒΕMΑ 3. 4 οὗτος ἔδρασεν transp. Barb. ἐκεῖνα Α 5 τὸ] τῶ G 6 ομοθέσεως Κ 9 ἀριστίνδην] ἀρίστην δὴν Barb. 10 τοὺς] τὸν G διερμηνεύοντας AV1 12 αὑτῶ V2OK αὐτῶ ceteri 13 παιδίαν G 14 ἐπὶ ξενία BEMA, ἐπὶ τὴν ξενίαν VOK ἀστίοις Barb. 15 ἀντεφεστιῶντες F Barb.: ἀνθεστικῶντες ceteri ἀπεπειρᾶτο GHP Barb.: ἐπειρᾶτο ceteri 16 δὲ Barb. 18 προτεθέντα VOKHP Barb. 19 ἤρχοντο FGH2 Barb., εἵλοντο P (H1 ut vid.) ἐπιτελεῖν GHP Barb. (v) καὶ GHP Barb.: ceteri post λογισάμενοι add. δὲ V2OK αὑτοῖς VOKH2: αὐτοῖς ceteri 20 θεσπισθέντες G νόμοις F post χρησμοῖς add. θείοις V2OK) [*](1—5 N fol. 157r: συνόλως—τῶν βασιλέων. 6—13 Nicetae Catena in (Migne P. G. t. 69 Col. 700) Φίλωνος καὶ Ἰουστίνου: . . . . ὅτε δὲ μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα ὁ Φιλάδελφος Πτολεμαῖος κατ’ Αἴγυπτον ἐβασίλευσε, ζῆλον λαβὼν τῆς Ἰουδαίων φιλοσοφίας εἰς ‘Eλλάδα γλῶτταν τὴν Χαλδαϊκὴν μεθαρμόζεσθαι διενοεῖτο καὶ πρέσβεις εὐθὺς ἐξέπεμπε πρὸς Ἀζαρίαν τὸν τότε τῆς Ἰουδαίας ἀρχιερέα, τὸ βούλημά τε δηλῶν καὶ προτρέπων ἀριστίνδην ἑλέσθαι τὸν νόμον διερμηνεύσοντας. ὁ δὲ ἀρχιερεὺς οἴα εἰκὸς ἡσθεὶς καὶ νομίσας οὐκ ἄνευ θείς ἐπιφροσύνης περὶ τὸ τοιοῦτον ἔργον ἐσπουδακέναι τὸν βασιλέα, σκεψάμενος τοὺς παρ’ αὐτῷ δοκιμωτάτους Ἑβραίων, οἳ πρὸς τῇ πατρίῳ καὶ τὴν Ἑλληνικὴν ἐπεπαίδευντο παιδείαν, καὶ ἐξ ἑκάστης τῶν δώδεκα φυλῶν ἓξ ἄνδρας ἐπιλεξάμενος ἄσμενος ἀποστέλλει. 15 ἀντεφεστιῶντες e Plat. Tim. p. 17b.)

v.4.p.208
ἀφελεῖν τι μήτε προσθεῖναι ἢ μεταθεῖναι δυναμένους, ἀλλὰ τὴν ἐξ ἀρχῆς ἰδέαν καὶ τὸν τύπον αὐτῶν διαφυλάττοντας, ἐσκόπουν τὸ καθαρώτατον τῶν περὶ τὸν τόπον χωρίων ἔξω πόλεως· τὰ γὰρ ἐντὸς τείχους ἅτε παντοδαπῶν πεπληθότα ζῴων διὰ νόσους καὶ τελευτὰς καὶ τὰς ὑγιαινόντων οὐκ εὐαγεῖς πράξεις ἦν ὕποπτα.

νῆσος ἡ Φάρος πρόκειται τῆς Ἀλεξανδρείας, ἧς αὐχὴν ὑποταίνιος τέταται πρὸς τὴν πόλιν περικλειόμενος οὐκ ἀγχιβαθεῖ τὰ δὲ πολλὰ τεναγώδει θαλάττῃ, ὡς καὶ τῆς τῶν κυμάτων φορᾶς τὸν πολὺν ἦχον καὶ πάταγον ἐκ πάνυ μακροῦ διαστήματος προεκλύεσθαι.

τοῦτον ἐξ ἁπάντων τῶν ἐν κύκλῳ κρίναντες ἐπιτηδειότατον εἶναι τὸν τόπον ἐνησυχάσαι καὶ ἐνηρεμῆσαι καὶ μόνῃ τῇ ψυχῇ πρὸς μόνους ὁμιλῆσαι τοὺς νόμους, ἐνταυθοῖ κατέμειναν καὶ τὰς ἱερὰς βίβλους λαβόντες ἀνατείνουσιν ἅμ’ αὐταῖς καὶ τὰς χεῖρας εἰς οὐρανόν, αἰτούμενοι τὸν θεὸν μὴ διαμαρτεῖν τῆς προθέσεως· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς, ἵνα τὸ πλεῖστον ἢ καὶ τὸ σύμπαν γένος ἀνθρώπων ὠφεληθῇ χρησόμενον εἰς ἐπανόρθωσιν βίου φιλοσόφοις καὶ παγκάλοις

διατάγμασι. καθίσαντες δ’ ἐν ἀποκρύφῳ καὶ μηδενὸς παρόντος ὅτι μὴ τῶν τῆς φύσεως μερῶν, γῆς ὕδατος ἀέρος οὐρανοῦ, περὶ ὧν πρῶτον τῆς γενέσεως ἔμελλον ἱεροφαντήσειν—κοσμοποιία γὰρ ἡ τῶν νόμων ἐστὶν ἀρχή —, καθάπερ ἐνθουσιῶντες προεφήτευον οὐκ ἄλλα ἄλλοι, τὰ δ’ αὐτὰ πάντες ὀνόματα καὶ ῥήματα, ὥσπερ ὑποβολέως ἑκάστοις ἀοράτως ἐνηχοῦντος.

καίτοι τίς οὐκ οἶδεν, ὅτι πᾶσα μὲν [*](1 ἢ] μήτε GHP Barb. δύνασθαι V2OK 2 διαφυλάξασθαι V2OK 3 ἔξω τῆς πόλεως V2OK Barb. 4 πεπληθότα codd.: πληρωθέντα v 6 αὐχὴν FGHP Barb.: ἀρχὴ ceteri τέταται G Barb.: τέτραπται F, τέτα ται Μ, τέτακται ceteri περικλειόμενος F1HP Barb.: περικλυζόμενος V2OK (v), περικλινόμενος ceteri 7 τεαγώδη BEM θαλάσσῃ G τῶν οm. F 8 ἐκ πάνυ om. M μακροῦ FGHP Barb.: πολλοῦ ceteri 9 κρίνοντες GHP 10 τὸν FGHP Barb.: om. ceteri ἐνησυχῆσαι VK2 11 ἐνταῦθα Barb. 12. 13 εἰς τὸν οὐρανόν BEMA 13 δὲ VK 14 γένος ἀνθρώπων BEMAF: γένος τῶν ἀνθρώπων GHP, ἀνθρώπων γένος VOK Barb. 15 ὠφελήσῃ FGHP (Turn.), ὠφελήσει Barb. χρησόμενος G 18 πρώτων V2OKG Barb. ἔμελλον om. Α 19 ἀρχή ἐστι transp. VOK 20 ἄλλοι FGHP Barb.: ἄλλος ceteri 21 ἑκάστοις FGHP Barb.: ἑκάστω ceteri οἶδεν codd.: εἶδεν v) [*](20—21 pergit Nicetas l. l.: οἱ δὲ ἐν διαφόροις οἰκίσκοις κατὰ δύο, ὥς φησιν Φίλων, .... διαιρεθέντες ἐν Φάρῳ τῆ Ἀλεξανδρείας νήσῳ πᾶσαν τὴν θείαν γραφὴν καὶ αὐτοὺς τοὺς ψαλμοὺς ἡρμήνευσαν, καὶ πάντες ἐν τῇ ἑρμηνείᾳ συνεφώνησαν οὐδὲν ἀλλήλων παραλλάξαντες οὔτε κατὰ τὴν ἔννοιαν οὔτε κατὰ τὴν λέξιν, ἀλλὰ τὰ αὐτὰ ὀνόματα καὶ ῥήματα, ὥσπερ ὑποβολέως ἑκάστῳ ἀοράτως ἐνηχοῦντος, τοῖς δηλουμένοις ἐναρμοσάμενοι πράγμασιν, ὥστε θαυμάσαι τόν Πτολεμαῖον.)

v.4.p.209
διάλεκτος, ἡ δ’ Ἑλληνικὴ διαφερόντως, ὀνομάτων πλουτεῖ, καὶ ταὐτὸν ἐνθύμημα οἷόν τε μεταφράζοντα καὶ παραφράζοντα σχηματίσαι πολλαχῶς, ἄλλοτε ἄλλας ἐφαρμόζοντα λέξεις; ὅπερ ἐπὶ ταύτης τῆς νομοθεσίας οὔ φασι συμβῆναι, συνενεχθῆναι δ’ εἰς ταὐτὸν κύρια κυρίοις ὀνόμασι, τὰ Ἑλληνικὰ τοῖς Χαλδαϊκοῖς, ἐναρμοσθέντα εὖ μάλα τοῖς δηλουμένοις πράγμασιν.

ὃν γὰρ τρόπον, οἶμαι, ἐν γεωμετρίᾳ καὶ διαλεκτικῇ τὰ σημαινόμενα ποικιλίαν ἑρμηνείας οὐκ ἀνέχεται, μένει δ’ ἀμετάβλητος ἡ ἐξ ἀρχῆς τεθεῖσα, τὸν αὐτὸν ὡς ἔοικε τρόπον καὶ οὗτοι συντρέχοντα τοῖς πράγμασιν ὀνόματα ἐξεῦρον, ἅπερ δὴ μόνα ἢ μάλιστα τρανώσειν ἔμελλεν ἐμφαντικῶς τὰ δηλούμενα.

σαφεστάτη δὲ τοῦδε πίστις· ἐάν τε Χαλδαῖοι τὴν Ἑλληνικὴν γλῶτταν ἐάν τε Ἕλληνες τὴν Χαλδαίων ἀναδιδαχθῶσι καὶ ἀμφοτέραις ταῖς γραφαῖς ἐντύχωσι, τῇ τε Χαλδαϊκῇ καὶ τῇ ἑρμηνευθείσῃ, καθάπερ ἀδελφὰς μᾶλλον δ’ ὡς μίαν καὶ τὴν αὐτὴν ἔν τε τοῖς πράγμασι καὶ τοῖς ὀνόμασι τεθήπασι καὶ προσκυνοῦσιν, οὐχ ἑρμηνέας ἐκείνους ἀλλ’ ἱεροφάντας καὶ προφήτας προσαγορεύοντες, οἷς ἐξεγένετο συνδραμεῖν λογισμοῖς εἱλικρινέσι τῷ Μωυσέως καθαρωτάτῳ πνεύματι.

διὸ καὶ μέχρι νῦν ἀνὰ πᾶν ἔτος ἑορτὴ καὶ πανήγυρις ἄγεται κατὰ τὴν Φάρον νῆσον, εἰς ἣν οὐκ Ἰουδαῖοι μόνον ἀλλὰ καὶ παμπληθεῖς ἕτεροι διαπλέουσι τό τε χωρίον σεμνυνοῦντες, ἐν ᾧ πρῶτον τὰ τῆς ἑρμηνείας ἐξέλαμψε, καὶ παλαιᾶς ἕνεκεν εὐεργεσίας ἀεὶ νεαζούσης εὐχαριστήσοντες τῷ θεῷ.

μετὰ δὲ τὰς εὐχὰς καὶ τὰς εὐχαριστίας οἱ μὲν πηξάμενοι σκηνὰς ἐπὶ τῶν αἰγιαλῶν οἱ δ’ ἐπὶ τῆς αἰγιαλίτιδος ψάμμου κατακλινέντες ἐν [*](1 ὀνομάτων om. HP1, add. mg. P2 τὸν αὐτὸν Α 2 ἐνθύμημα et τε om. Α καὶ παραφράζοντα om. BEMAF 3 ἄλλοτε] ἄλλας τε FH1 Barb. ἄλλας] ἀλλοίας VOKGH2, ἄλλοις H1 Barb., ἄλλαις F νομοθέσεως Κ 4 ταὐτὸν codd.: ταὐτὸ v 4.5 τὰ δ’ ἑλληνικὰ M 6 οἶμαι τρόπον transp. Barb. ἐν γεωμετρία καὶ διαλεκτικὴ F Barb.: γεωμετρίας καὶ διαλεκτικῆς ἀριθμητικῆς V2OK ceteri 7 ποικιλία Α 8 καὶ οὗτοι τρόπον transp. Barb. συντρέχοντα GHP Barb.: συντρέχοντα ἐντρέχοντα BEMA) γὰρ ceteri 9 ὀνόματα om. M δὴ] ἢ coni. Mang;. μόνα ἢ om. F ἢ] ἧ E, om. VOKH Barb. ἢ μάλιστα om. G 10 τοῦδε F Barb.: τούτοις BEM, τούτου ceteri 10. 11 ἐάν τε 003E; coni. Mang. 12 καὶ] ὅσοι coni. Markland 13 GHP Barb. δὲ VOK 15 ἑρμηνεῖς FGHP Barb. ἐκείνους FGHP Barb.: om. ceteri τοὺς ante οἷς add. V2OK 16 ἐξεγένετο GHP Barb.: ἐγένοντο F, ἐγένετο ceteri μωυσέος FHP, μώσεως VOKAG Barb. 17 ἄχρι G 19 σεμνυνοῦντες BEMA: σεμνύνοντες ceteri τἄ AF Barb.: τὰ ceteri; τὸ x003E; coni. Mang. 20 ἕνεκα GHP Barb. αἰεὶ x003E; ἀεὶ coni. Mang. νεαζούσῃ V2OK 21 εὐχαριστηρίας Barb., εὐεργεσίας τὰς σκηνὰς FG Barb. 22 τῶν αἰγιαλῶν codd.: τὸν αἰγιαλὸν Barb., τοῦ αἰγιαλοῦ v οἵδ’ Κ κατακλινέντες BEM: κατακλιθέντες AFG, κατακλίναντες HP Barb., κλίναντες VOK)

v.4.p.210
ὑπαίθρῳ μετ’ οἰκείων καὶ φίλων ἑστιῶνται, πολυτελεστέραν τῆς ἐν βασιλείοις κατασκευῆς τότε τὴν ἀκτὴν νομίζοντες.