De Vita Mosis (Lib. I-II)
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
Ἡ μὲν προτέρα σύνταξίς ἐστι περὶ γενέσεως τῆς Μωυσέως [*](ΙΙ p.134 M.) καὶ τροφῆς, ἔτι δὲ παιδείας καὶ ἀρχῆς, ἣν οὐ μόνον ἀνεπιλήπτως ἀλλὰ καὶ σφόδρα ἐπαινετῶς ἦρξε, καὶ τῶν ἔν τε Αἰγύπτῳ καὶ ταῖς ὁδοιπορίαις ἐπί τε τῆς ἐρυθρᾶς θαλάσσης καὶ κατὰ τὴν ἐρήμην πεπραγμένων, ἃ δύναμιν πᾶσαν λόγων ὑπερβάλλει, καὶ προσέτι πόνων οὓς κατώρθωσε καὶ κληρουχιῶν ἃς ἐκ μέρους ἀπένειμε τοῖς στρατευσαμένοις· ἣν δὲ νυνὶ συντάττομεν, περὶ τῶν ἑπομένων καὶ ἀκολούθων.
φασὶ γάρ τινες οὐκ ἀπὸ σκοποῦ, μόνως ἂν οὕτω τὰς πόλεις ἐπιδοῦναι πρὸς τὸ βέλτιον, ἐὰν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν. ὁ δ’ ἐκ περιττοῦ φανεῖται μὴ μόνον ταύτας ἐπιδεδειγμένος τὰς δυνάμεις ἐν ταὐτῷ, τήν τε βασιλικὴν καὶ φιλόσοφον, ἀλλὰ καὶ τρεῖς ἑτέρας, ὧν ἡ μὲν πραγματεύεται περὶ νομοθεσίαν, ἡ δὲ περὶ ἀρχιερωσύνην, ἡ δὲ τελευταία περὶ προφητείαν.
περὶ ὧν νυνὶ λέγειν εἱλόμην ἀναγκαίως [*](1. 2 Φίλωνος περὶ τοῦ βίου μωσέως (μωυσέος G) λόγος δεύτερος BEMGH, τοῦ αὐτοῦ περὶ βίου μώσεως λόγος δεύτερος P, φίλωνος ἰουδαίου περὶ βίου μώσεως Α, τοῦ αὐτοῦ περὶ τῆς τοῦ μωυσέος νομοθετικῆς F, λόγος δεύτερος VOK 3 προτέρα] πρώτη P μωυσέος ΗP, μώσεως BKAF 4 ἔτι δὲ VOKF: ἔτι δὲ καὶ ceteri ἱν FGHP: ἣ BEM, ἧ AVOK 5 τε FGHP: om. ceteri 6 πεπραγμένα F 7 πόνων] πολέμων F κατόρθωσε F 8 ἐπένειμε GHP 9 νῦν P καὶ τῶν ἀκολούθων HP (v) 10 μόνως] μόνος Barb., μόνον FH? (Turn.), μόλις G 11 ἢ addidi ἢ οἱ φιλόσοφοι FGHP Barb.: φιλόσοφοί τε ceteri 12 ὅδ’ FP, ὅδε Κ, μώσης δ’ Barb. φανεῖται GHP Barb. (Turn.): φαίνεται ceteri (Mang.) ἐπιδεδεγμένος M 13 καὶ τὴν φιλόσοφον P 15 εἱλόμην FGHP Barb.: ἑλοίμην BEMAV, ἑλοίμην ἄν V2OK) [*](9—202,4 Catena Barber. IV 5() ful. 104r Φίλωνος ἑβραίου ἐκ τοῦ περὶ τοῦ βίου λόγου δευτέρου: φασὶ τινὲς—πάσας ἔχει. 11 Plat. Kep. V p. 473 d (Epist. VII p. 326)
βασιλεῖ προσήκει προστάττειν ἃ χρὴ καὶ ἀπαγορεύειν ἃ μὴ χρή· πρόσταξις δὲ τῶν πρακτέων καὶ ἀπαγόρευσις τῶν οὐ πρακτέων ἴδιον νόμου, ὡς εὐθὺς εἶναι τὸν μὲν βασιλέα νόμον ἔμψυχον, τὸν δὲ νόμον βασιλέα δίκαιον.
βασιλεὺς δὲ καὶ νομοθέτης ὀφείλει μὴ τἀνθρώπεια μόνον ἀλλὰ καὶ τὰ θεῖα συνεπισκοπεῖν· οὐ γὰρ ἄνευ θείας ἐπιφροσύνης κατορθοῦται τὰ βασιλέων καὶ ὑπηκόων πράγματα· δι’ ἣν αἰτίαν ἐδέησε τῷ τοιούτῳ τῆς πρώτης ἱερωσύνης, ἵν’ ἐπὶ τελείοις ἱεροῖς καὶ ἐπιστήμῃ τελείᾳ τῆς τοῦ θεοῦ θεραπείας ἀποτροπὴν μὲν κακῶν μετουσίαν δ’ ἀγαθῶν αὑτῷ τε καὶ τοῖς ἀρχομένοις αἰτῆται παρὰ τοῦ ἵλεω καὶ ταῖς εὐχαῖς συνεπινεύοντος· πῶς γὰρ οὐ τελεσφορήσει τὰς εὐχὰς ὁ καὶ ἐκ φύσεως εὐμενὴς καὶ τοὺς γνησίως θεραπεύοντας αὐτὸν προνομίας ἀξιῶν;
ἀλλ’ ἐπειδὴ μυρία καὶ βασιλεῖ καὶ νομοθέτῃ καὶ ἀρχιερεῖ τῶν ἀνθρωπείων καὶ θείων ἄδηλα—γενητὸς γὰρ οὐδὲν ἧττον καὶ θνητός ἐστιν, εἰ καὶ τοσοῦτον καὶ οὕτως ἄφθονον περιβέβληται κλῆρον εὐπραγιῶν —, ἀναγκαίως καὶ προφητείας ἔτυχεν, ἵν’ ὅσα μὴ λογισμῷ δύναται καταλαμβάνειν, ταῦτα προνοίᾳ θεοῦ εὕροι· ὧν γὰρ ὁ νοῦς ἀπολείπεται, πρὸς ταῦθ’ ἡ προφητεία φθάνει.
καλή γε ἡ συζυγία καὶ παναρμόνιος τῶν τεττάρων δυνάμεων· ἐμπλεκόμεναι γὰρ καὶ ἀλλήλων ἐχόμεναι [*](1 ὑπολαβών codd.: ὑπέλαβον Barb. (v) post ὑπολαβὼν add. γὰρ GHP Barb. (v) τῷ αὐτῷ om. M ἐγένετο γὰρ] εἰ ἐγένετο GHP Barb. (v) 2 καὶ ομοθέτης om. G 3 ἠνέγκετο Κ δ’ αὐτῶ (om. τῷ) VOK 4 προσήκει om. M G μὲν οm. F, μὲν—τὸν δέ νόμον om. Α ἔμψυχον νόμον transp. Barb. D 7 τὰ ἀνθρώπεια GH, τὰ ἀνθρώπινα AD 8 post κατορθοῦται add. ποτὲ F τὰ τῶν βασιλέων F 10 ἱερωσύνης] ἐπιφροσύνης G καὶ add. ante ἱεροῖς VOK 11 τοῦ om. BEMA δὲ VOKG 12 αὑτῶ AVOH2P αὐτῶ ceteri αἰτῆσαι M, αἰτήσαι Barb. post ἵλεω add. γένηται Barb. 13 συνεπινεύσαντος FGHP (Turn.) ἐκ φύσεως GHP Barb.: τῆ φύσει ceteri 14 προνομίας] προνοίας BEMA (prob. Mang.) ἀξιοῦντος Α 16 καὶ θείων om. BEMA γεννητὸς VOKG ἐστὶ καὶ θνητὸς transp. Barb. 17 τοσούτων F καὶ eras. V, om. Κ οὕτως] οὗτος V2OK 18 ἶνα G λογισμῶ μὴ transp. Α λογισμῶ BEMA: λογισμῶ θείω ceteri δύναται ΒΕMΑ: δύνηται ceteri 19 ταῦτα—εὕροι (εὕρη) BEMA: om. ceteri εὕροι A: εὕρη BEM ὧν γὰρ] ἃ μὲν γὰρ ΒΕMΑ, καὶ ὧνπερ V2OK 19. 20 πρὸς ταῦθ’ ἡ] πρὸ ταύτης BEMA 20 προφητείαν Α φθάνει O, δίδωσι BEMA γε] δὲ BEMAF ἡ συζυγία] ἡσυχία M 21 ἀλλήλων ἐχόμεναι FGHP Barb.: ἀλλήλαις ἑπόμεναι ceteri) [*](4—8 D R fol. 114r Φίλωνος ἐκ τοῦ περὶ μώσεως βίου:)
Ῥητέον δὲ πρῶτον περὶ τῶν κατὰ τὴν νομοθετικὴν ἕξιν. οὐκ ἀγνοῶ μὲν οὖν, ὅτι τῷ μέλλοντι ἀρίστῳ γενήσεσθαι νομοθέτῃ προσήκει παντελέσι καὶ ὁλοκλήροις κεχρῆσθαι ταῖς ἀρεταῖς πάσαις· ἐπεὶ δὲ κἀν ταῖς οἰκίαις οἱ μὲν ἐγγυτάτω γένους εἰσίν, οἱ δὲ πόρρω, συγγενεῖς δὲ πάντες ἀλλήλων, καὶ τῶν ἀρετῶν τὰς μὲν προσπεφυκέναι νομιστέον μᾶλλον ἐνίοις πράγμασι, τὰς δ’ ἧττον ᾠκειῶσθαι.
νομοθετικῇ δ’ ἀδελφὰ καὶ συγγενῆ τέτταρα ταυτὶ διαφερόντως ἐστί· τὸ φιλάνθρωπον, τὸ φιλοδίκαιον, τὸ φιλάγαθον, τὸ μισοπόνηρον· ὑπὸ γὰρ τούτων ἑκάστου παρακαλεῖται πᾶς, ὅτῳ ζῆλος εἰσέρχεται τοῦ νομοθετεῖν, φιλανθρωπίας μὲν εἰς μέσον προτιθέναι τὰς κοινωφελεῖς γνώμας ἀναδιδασκούσης, δικαιοσύνης δὲ ὡς ἰσότητα τιμητέον καὶ ὡς τὸ κατ’ ἀξίαν ἀπονεμητέον ἑκάστοις, φιλαγαθίας δ’ ἀποδέχεσθαι τὰ φύσει καλὰ καὶ παρέχειν ἅπασι τοῖς ἀξίοις ἀταμίευτα πρὸς ἀφθονωτάτην χρῆσιν, μισοπονηρίας δὲ προβεβλῆσθαι τοὺς ἀτιμάζοντας ἀρετὴν καὶ ὡς κοινοὺς δυσμενεῖς τοῦ τῶν ἀνθρώπων γένους ὑποβλέπεσθαι.
μέγα μὲν οὖν, εἴ τῳ καὶ ἕν τι τῶν λεχθέντων λαβεῖν ἐγένετο, θαυμαστὸν δ’ ὡς ἔοικε τούτων ἀθρόων περιδράξασθαι δυνηθῆναι, οὗ μόνος Μωυσῆς ἐφικέσθαι δοκεῖ τρανώσας εὖ μάλα τὰς εἰρημένας ἀρετὰς ἐν οἷς διετάξατο.
συνίσασι δ’ οἱ ταῖς ἱεραῖς βίβλοις ἐντυγχάνοντες, ἃς οὐκ ἄν, εἰ μὴ τοιοῦτος ἐπεφύκει, συνέγραψεν ὑφηγησαμένου θεοῦ καὶ παρέδωκε τοῖς ἀξίοις χρῆσθαι, κτημάτων τὸ κάλλιστον, τῶν ἀγαλματοφορουμένων ἐν τῇ ψυχῇ παραδειγμάτων ἀπεικονίσματα καὶ μιμήματα, ἃ καὶ οἱ δηλωθέντες νόμοι γεγόνασι σαφέστατα τὰς λεχθείσας ἐμφαίνοντες ἀρετάς.
Ὅτι δ’ αὐτός τε νομοθετῶν ἄριστος τῶν πανταχοῦ πάντων, ὅσοι παρ’ Ἕλλησιν ἢ βαρβάροις ἐγένοντο, καὶ οἱ νόμοι κάλλιστοι καὶ ὡς ἀληθῶς θεῖοι μηδὲν ὧν χρὴ παραλιπόντες, ἐναργεστάτη πίστις ἥδε·
τὰ μὲν τῶν ἄλλων νόμιμα εἴ τις ἐπίοι τῷ λογισμῷ, διὰ μυρίας προφάσεις εὑρήσει κεκινημένα, πολέμοις ἢ τυραννίσιν ἤ τισιν ἄλλοις ἀβουλήτοις, ἃ νεωτερισμῷ τύχης κατασκήπτει· πολλάκις δὲ καὶ τρυφὴ πλεονάσασα χορηγίαις καὶ περιουσίαις ἀφθόνοις καθεῖλε νόμους, „τὰ λίαν ἀγαθὰ“ τῶν πολλῶν φέρειν οὐ δυναμένων, ἀλλὰ διὰ κόρον ἐξυβριζόντων·
ὕβρις δ’ ἀντίπαλον νόμῳ. τὰ δὲ τούτου μόνου βέβαια, ἀσάλευτα, ἀκράδαντα, καθάπερ σφραγῖσι φύσεως αὐτῆς σεσημασμένα, μένει παγίως ἀφ’ ἧς ἡμέρας ἐγράφη μέχρι νῦν καὶ πρὸς τὸν ἔπειτα πάντα διαμενεῖν ἐλπὶς αὐτὰ αἰῶνα ὥσπερ ἀθάνατα, ἕως ἂν ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος ᾖ.