De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἐν δὲ τῷ μεθορίῳ τῶν τεσσάρων καὶ πέντε κιόνων, ὅπερ ἐστὶ κυρίως εἰπεῖν πρόναον εἰργόμενον δυσὶν ὑφάσμασι, τῷ μὲν ἔνδον ὃ καλεῖται καταπέτασμα, τῷ δ’ ἐκτὸς ὃ προσαγορεύεται κάλυμμα, τὰ λοιπὰ τρία σκεύη τῶν προειρημένων ἱδρύετο· μέσον μὲν τὸ θυμιατήριον, γῆς καὶ ὕδατος σύμβολον εὐχαριστίας, ἣν ἕνεκα τῶν γινομένων ἀφ’ ἑκατέρου προσῆκε ποιεῖσθαι· τὸν γὰρ μέσον ταῦτα τοῦ κόσμου τόπον κεκλήρωται·

τὴν δὲ λυχνίαν ἐν τοῖς νοτίοις, δι’ ἧς αἰνίττεται τὰς τῶν φωσφόρων κινήσεις ἀστέρων· ἥλιος [*](1 δὲ AVOK 1. 2 αὐτοῦ δύναμις transp. BMVOK 2 αὐτοῦ] αὕτη Α ἔθηκε om. O διεκόσμησε AFGHP: ἐκόσμησε ceteri 3 ἧ G: ἡ FP, ἣ cetoii ἄρχει] ἀρχὴ F, oni. ’P σὺν δίκῃ] συνδεῖ καὶ BM, δίκῃ om. in lac. Ε 4 ἀψευδής V2OK 6 ἄρχῃ MG τεττάρων Α, δ΄ VOK 7 ε΄ VOK 8 τῷ μὲν] τὸ μὲν AVOKF (v) ὃ] ὂν Α (v), om. VOK τῷ δ’] τό δ’ AVOKF (v) ὃ om. AVOK 9 τὰ λοιπὰ Α: τὰ δὲ λοιπὰ ceteri τρία AFGIIP: om. ceteri ἱδρύεται G, ἵδρυτο Α (v) 10 μὲν AF: om. ceteri ὑπὲρ γῆς conicio (cf. Quis rer. div. heres ἑ 226) 11 ἢν] ἴν B1E ἑκατέρου H2 (v), ἐφ’ ἑκάτερον H1P, ἀφ’ ἑκατέρου om. BEM προσήκει Α (v) 12 τοῦ κόσμου ταῦτα transp. BEM κεκλήρωκε M 13 τῶν om. V1, add. V2 6—9 Procop. Gaz. l. l. ἢν δὲ ἐν μεθορίῳ τῶν δ΄ καὶ ε΄ κιόνων, περὶ ὧν ἐρεῖ, ὅπερ εἰπεῖν κυρίως πρόναον εἰργόμενον δυσὶν ὑφάσμασι, τῷ μὲν ἔνδον ὃ καλεῖται καταπέτασμα, τῷ δὲ ἐκτὸς ὃ καλεῖται κάλυμμα· ἔνθα ἦν καὶ τὸ θυμιατήριον καὶ ἡ λυχνία καὶ ἡ τράπεζα. 10 Exod. 30,1 sqq. 10—12 Clem. Alex. Strom. V ὅ p. 665 P.: μέσον δὲ τοῦ καλύμματος καὶ τοῦ παραπετάσματος, ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν εἰσιέναι, θυμιατήριον [τε] ἔκειτο σύμβολον τῆς ἐν μέσω τῷ κόσμῳ τῷδε κειμένης γῆς, ἐξ ἧς αἱ ἀναθυμιάσεις. μέσος δὲ καὶ ὁ τόπος ἐκεῖνος τοῦ τε ἐντὸς τοῦ καταπετάσματος, ἔνθα μόνῳ τῷ ἀρχιερεῖ ἐπετέτραπτο ῥηταῖς εἰσιέναι ἡμέραις, καὶ τῆς ἔξωθεν περικειμένης αὐλαίας legendum videtur) τῆς πᾶσιν ἀνειμένης Ἑβραίοις· ὃν? τὸ μεσαίτατον οὐρανοῦ φασι γῆς· ἄλλοι δὲ κόσμου τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον. 12 Exod. 25,30 sqq. 13 sqq. losepk. Ant. lud. III ἑ 182 τὴν δὲ λυχνίαν ἐξ ἐβδομήκοντα μορίων ποιήσας συγκειμένην τὰς τῶν πλανητῶν δεκαμοιρίας ᾐνίξατο· καὶ λύχνους ὑπὲρ αὐτῆς ἑπτά, τῶν πλανητῶν τὴν φοράν· τοσοῦτοι γάρ εἰσι τὸν ἀριθμόν cf. Bell. lud. V § 217 (de tempio Hierosoiymitano) ἐνέφαινον δ’ οἱ μὲν ἑπτὰ λύχνοι τοὺς πλάνητας (τοσοῦτοι γὰρ ἀπ’ αὐτῆς διήρτηντο τῆς λυχνίας). Clem. Alez. Strom. V 6 p. 666 P.: ναὶ μὴν ἥ τε λυχνία ἐν τοῖς νοτίοις ἔκειτο τοῦ θυμιατηρίου, δι’ ἧς αἱ τῶν ἑπτὰ φωσφόρων κινήσεις δεδήλωνται νοτίους τὰς περιπολήσεις ποιουμένων. τρεῖς γὰρ ἑκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι (leg. ἐκπεφύκασι) κλάδοι καὶ ἐπ’ αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπ᾿ αὐτὸν κατά τινα θείαν μουσικὴν ἐνδίδωσι τοῦ φωτός.)

v.4.p.225
γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι πολὺ τῶν βορείων ἀφεστῶτες νοτίους ποιοῦνται τὰς περιπολήσεις· ὅθεν ἓξ μὲν κλάδοι, τρεῖς δ’ ἑκατέρωθεν, τῆς μέσης λυχνίας ἐκπεφύκασιν εἰς ἀριθμὸν ἕβδομον·

ἐπὶ δὲ πάντων λαμπάδιά τε καὶ λύχνοι ἑπτά, σύμβολα τῶν λεγομένων παρὰ τοῖς φυσικοῖς ἀνδράσι πλανήτων· ὁ γὰρ ἥλιος, ὥσπερ ἡ λυχνία, μέσος τῶν ἓξ τεταγμένος ἐν τετάρτῃ χώρᾳ φωσφορεῖ τοῖς ὑπεράνω τρισὶ καὶ τοῖς ὑπ’ αὐτὸν ἴσοις, ἁρμοζόμενος τὸ μουσικὸν καὶ θεῖον ὡς ἀληθῶς ὄργανον.

ἡ δὲ τράπεζα τίθεται πρὸς τοῖς βορείοις, ἐφ’ ἧς ἄρτοι καὶ ἅλες, ἐπειδὴ τῶν πνευμάτων τὰ βόρεια τροφιμώτατα καὶ διότι ἐξ οὐρανοῦ καὶ γῆς αἱ τροφαί, τοῦ μὲν ὕοντος, τῆς δὲ τὰ σπέρματα ταῖς τῶν ὑδάτων ἐπιρροίαις τελειογονούσης.

οὐρανοῦ δὲ καὶ γῆς παρίδρυται τὰ σύμβολα, καθάπερ ἔδειξεν ὁ λόγος, τοῦ μὲν οὐρανοῦ ἡ λυχνία, τῶν δὲ περιγείων, ἐξ ὧν αἱ ἀναθυμιάσεις, τὸ ἐτύμως προσαγορευόμενον θυμιατήριον.

τὸν δ’ ἐν ὑπαίθρῳ βωμὸν εἴωθε καλεῖν θυσιαστήριον, ὡσανεὶ τηρητικὸν καὶ φυλακτικὸν ὄντα θυσιῶν τὸν ἀναλωτικὸν τούτων, αἰνιττόμενος οὐ τὰ μέλη καὶ τὰ μέρη τῶν ἱερουργουμένων, ἅπερ δαπανᾶσθαι πυρὶ πέφυκεν, ἀλλὰ τὴν προαίρεσιν τοῦ προσφέροντος·

εἰ μὲν γὰρ ἀγνώμων καὶ ἄδικος, ἄθυτοι θυσίαι καὶ ἀνίεροι ἱερουργίαι καὶ εὐχαὶ παλίμφημοι παντελῆ φθορὰν ἐνδεχόμεναι· καὶ γὰρ ὁπότε γίνεσθαι δοκοῦσιν, οὐ λύσιν ἁμαρτημάτων, ἀλλ’ ὑπόμνησιν ἐργάζονται·

εἰ δ’ ὅσιος καὶ δίκαιος, μένει βέβαιος ἡ θυσία, κἂν τὰ κρέα δαπανηθῇ, μᾶλλον δὲ καὶ εἰ τὸ [*](1 οἱ om. F (v) πολὺ] πολλοὶ ’P, om. Α 2 μὲν om. Α τρεῖς δ’ om. BEM, δ’ om. VOK 4 σύμβολον P 5 πλανητῶν BEMNOK G ὐπ’ αὐτὸν Α Clem. Al.: ὑφ’ αὑτὸν ceteri (v) 7 ἴσος BEMV, ἴσως V2OK ὡς ἀληθῶς καὶ θεῖον transp. VOK 8 ἐπειδὴ] ἐπὶ δὲ Α 9 τῶν BEM Clem. Al.: om. ceteii τροφιμώτερα BEMF 10 τῆς] γῆς Α ταῖς] τῆς F 11 ἐπιρροίαις codd.: ἐπιρροαῖς Turn., ἐπιρροίαις Mang. παρίδρυται AFGHP: παριδρύεται ceteri τὰ σύμβολα παρίδρυται transp. Α 12 οὐράνου FGHP: om. ceteri 13 εἰς τό add. ante ἐτύμως FGHP ἐτύμως F θυσιαστήριον G, γρ. θυσιαστήριον mg. H 15 καὶ φυλακτικὸν om. VOK τὸ ἀναλωτικὸν VOK (v), τῶν ἁπαλωτικῶν Α, τὸν ἀναλογικὸν F τοῦτον BEMF Ifi οὐ ante τὸ ἀναλωτικὸν (15) transponendum coni. Mang. alt. τὰ om. Α 18 αἱ θυσίαι N 19 ἐκδεχόμεναι V2OK 20 λύσιν] χύσιν MGHP 21 μένει. καὶ γὰρ ὁπότε βέβαιος BEMVi, μένει· καὶ γὰρ ἕπεται βέβαιος ’OK κἄν] καὶ BEM καὶ] κἂν AN) [*](8 Exod. 25,22 sqq. 8. 9 Clem. Alex. Slrom. V ὅ p. 667 P.: πρὸς δὲ τοῖς βορείοις τοῦ θυμιατηρίου τράπεζα εἶχε τὴν θέσιν, ἐφ’ ἧς ἡ παράθεσις τῶν ἄρτων, ὅτι τροφιμώτατα τῶν πνευμάτων τά βόρεια. 14 Exod. 27,1 17—226,4 N fol. εἰ μὲν — κόσμῳ.)

v.4.p.226
παράπαν μηδὲν προσάγοιτο ἱερεῖον· ἡ γὰρ ἀληθὴς ἱερουργία τίς ἂν εἴη πλὴν ψυχῆς θεοφιλοῦς εὐσέβεια; ἧς τὸ εὐχάριστον ἀθανατίζεται καὶ ἀνάγραπτον στηλιτεύεται παρὰ θεῷ συνδιαιωνίζον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ παντὶ κόσμῳ.

Τούτοις ἑξῆς ἱερὰν ἐσθῆτα κατεσκεύαζεν ὁ τεχνίτης τῷ μέλλοντι ἀρχιερεῖ καθίστασθαι παγκάλην καὶ θαυμασιωτάτην ἔχουσαν ἐν τοῖς ὑφάσμασι πλοκήν. τὰ δ’ ὕφη διττὰ ἦν, τὸ μὲν ὑποδύτης, τὸ δὲ προσαγορευόμενον ἐπωμίς.

ὁ μὲν οὖν ὑποδύτης ἀμιγεστέρας ἰδέας· ὅλος γὰρ ὑακίνθινος, ἔξω τῶν κατωτάτω καὶ πρὸς ἐσχατιὰς μερῶν, ταῦτα γὰρ ἐποικίλλετο χρυσοῖς ῥοΐσκοις καὶ κώδωσι καὶ ἀνθίνοις πλέγμασιν.

ἡ δ’ ἐπωμίς, ἐκπρεπέστατον ἔργον καὶ τεχνικώτατον, ἐπιστήμῃ τελειοτάτῃ κατεσκευάζετο τοῖς προειρημένοις γένεσιν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κοκκίνῳ, συγκαταπλεκομένου χρυσοῦ· πέταλα γὰρ εἰς λεπτὰς τρίχας κατατμηθέντα πᾶσι τοῖς νήμασι συνυφαίνετο.

λίθοι δ’ ἐπὶ τῶν ἀκρωμίων ἐνηρμόζοντο σμαράγδου πολυτελοῦς δύο τιμαλφέστατοι, οἷς τὰ ὀνόματα τῶν φυλάρχων ἓξ καθ’ ἑκάτερον ἐνεχαράττετο, δώδεκα τὰ σύμπαντα· καὶ κατὰ τὸ στῆθος ἄλλοι λίθοι πολυτελεῖς δώδεκα διαφέροντες ταῖς χρόαις, σφραγῖσιν ἐοικότες, ἐκ τριῶν τετραστοιχεί· οὗτοι δ’ ἐνηρμόζοντο τῷ προσαγορευομένῳ λογείῳ.

τὸ δὲ λογεῖον τετράγωνον διπλοῦν κατεσκευάζετο ὡσανεὶ βάσις, ἵνα δύο ἀρετὰς ἀγαλματοφορῇ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅλον δ’ ἁλυσειδίοις χρυσοῖς ἀνήρτητο πρὸς τὴν ἐπωμίδα, σφιγγόμενον ἐξ [*](1 προσαγάγοιτο A 2 καὶ] κἂν M (Mang.) 3 θεῶ codd.: τῷ θεῷ v συνδιαιωνίζων O τῷ om. N 5 πρὸς vel ἐπὶ τούτοις coni. Mang. ἐξ ἦς AF ἱερὰν ἑξῆς transp. GHP (Turn.) 6 ἱερεῖ A 6. 7 ἐν τοῖς ὑφάσμασιν ἔχουσα (sic) transp. G 7 ὑποδήτης P 8 ὐποδήτης P 9 post γὰρ add. ἦν V2OK ὑακίνθυνος H κατωτάτων VK ἐσχατιαῖς AF (Mang.) 10 ἀνθεινοῖς VOK, ἀνθίμοις M 11 δὲ VOK εὐπρεπέστατον AVOK post ἔργον add. καὶ τελειότατον VOK 12 τελειότητι F 13 καὶ κοκκίνω καὶ βύσσω καὶ πορφύρα transp. F συγκαταπλεκομένου AFGHP: συμπλεκομένου ceteri 14 λεπτὰ M 15 λίθων H1P δὲ VOK ἐνηρμόζοντο AGHP: ἡρμόζοντο ceteri 16 τὰ om. AHP (v) 17 post ἑκάτερον add. ὂν Ο τὰ om. G 18 δώδεκα om. H. (Turn.) χρόαις FGHP: χροιαῖς ceteri 19 τετραστοιχεί AGHP: τετραστοιχῆ F, τετραστοιχές BEMV1, τετραστιχιῶν V2OK 20 λόγιον A 22 δὲ VK ἀλυσιδίοις F (ἁλυσιδίοις v) ἐνήρτητο G) [*](5 sqq. Exod. cap. 28 8 Exod. 28,27 11 Exod. 28,6 20 Exod. 28,15)

v.4.p.227
αὐτῆς, ὑπὲρ τοῦ μὴ χαλᾶσθαι.

χρυσοῦν δὲ πέταλον ὡσανεὶ στέφανος ἐδημιουργεῖτο τέτταρας ἔχον γλυφὰς ὀνόματος, ὃ μόνοις τοῖς ὦτα καὶ γλῶτταν σοφίᾳ κεκαθαρμένοις θέμις ἀκούειν καὶ λέγειν ἐν ἁγίοις, ἄλλῳ δ’ οὐδενὶ τὸ παράπαν οὐδαμοῦ.

τετραγράμματον δὲ τοὔνομά φησιν ὁ θεολόγος εἶναι, τάχα που σύμβολα τιθεὶς αὐτὰ τῶν πρώτων ἀριθμῶν, μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, ἐπειδὴ πάντα ἐν τετράδι, σημεῖον καὶ γραμμὴ καὶ ἐπιφάνεια καὶ στερεόν, τὰ μέτρα τῶν συμπάντων, καὶ αἱ κατὰ μουσικὴν ἄρισται συμφωνίαι, ἥ τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ καὶ ἡ διὰ πέντε ἐν ἡμιολίῳ καὶ ἡ διὰ πασῶν ἐν διπλασίῳ καὶ ἡ δὶς διὰ πασῶν ἐν τετραπλασίῳ· ἔχει δὲ καὶ τὰς ἄλλας ἀμυθήτους ἀρετὰς ἡ τετράς, ὧν τὰς πλείστας ἠκριβώσαμεν ἐν τῇ περὶ ἀριθμῶν πραγματείᾳ.

μίτρα δ’ ἦν ὑπ’ αὐτῷ, τοῦ μὴ ψαύειν τῆς κεφαλῆς τὸ πέταλον. πρὸς δὲ καὶ κίδαρις κατεσκευάζετο· κιδάρει γὰρ οἱ τῶν ἑῴων βασιλεῖς ἀντὶ διαδήματος εἰώθασι χρῆσθαι.

Τοιαύτη μὲν ἡ τοῦ ἀρχιερέως ἦν ἐσθής. ὃν δ’ ἔχει λόγον οὐ παρασιωπητέον αὐτή τε καὶ τὰ μέρη. ὅλη μὲν δὴ γέγονεν ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου, τὰ δὲ μέρη τῶν καθ’ ἕκαστον μερῶν.

ἀρκτέον δ’ ἀπὸ τοῦ ποδήρους. οὗτος ὁ χιτὼν σύμπας ἐστὶν ὑακίνθινος, ἀέρος ἐκμαγεῖον· φύσει γὰρ ὁ ἀὴρ μέλας καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην ἄχρι τῶν γῆς ταθεὶς περάτων, πάντῃ κεχυμένος· ὅθεν καὶ ὁ χιτὼν ἀπὸ στέρνων ἄχρι ποδῶν περὶ ὅλον τὸ σῶμα κέχυται.

ἐξ αὐτοῦ δὲ κατὰ τὰ σφυρὰ ῥοΐσκοι καὶ ἄνθινα καὶ κώδωνές εἰσι· τὰ μὲν ἄνθινα σύμβολον γῆς, ἀνθεῖ γὰρ καὶ βλαστάνει [*](1 αὐτῶν V2OK 1.2 ἐδημιουργεῖτο ὡσανεὶ στέφανος transp. Α 2 τέσσαρας VK γραμμάτων γλυφὰς vel γράμματα coni. Mang. ὃ] ὧ F 4 δὲ VOK b V2OKP αὐτὸ V2OK; αὐτὰς (scil. τὰς γλυφὰς) coni. Mang. 6 ἐν τῆ τετράδι Α (v) 7 primum καὶ om. Α 8 αἱ om. O 10 καὶ — τετραπλασίῳ om. BMO ἡ om. EF 11 ἀμυθήτους om. ’Κ 12 μίτρα] μήτρα G, μέτρα F ὐπ’ αὐτὸν Α ὐπ’ αὐτὸ v) τῆς om. AH1P (v) 14 ἑῴων] αἰγυπτίων Α 15 μὲν AGHP: μὲν οὖν ceteri ἦν om. A (v) 16 αὐτή] ὅλη coni. Mang. δὴ] γὰρ Α γέγονεν om. Α 17 καὶ μίμημα AFGHP: om. ceteri κόσμου] λόγου Η (Turn.) 18 δ’] δὲ Α, om. H1P σύμπας AFGHP: ὁ σύμπας ceteri 20 ἄχρι] μέχρι Α; καὶ μέχρι v τῶν γῆς BEMG. τῆς γῆς AFHP (v), τῶν τῆς γῆς VOK 21 καὶ AFGHP: om. ceteri. στέρνων AFGHP: τῶν στέρνων ceteri ἄχρι AGHP: μέχρι ceteri ποδῶν AFVOK: τῶν ποδῶν ceteri τὸ ὅλον transp. F 22 κατὰ] καὶ EM 22. 23 ἄνθινα (bis) BEM: ἀνθινὰ (bis) AFGHP, ἀνθεινὰ YOK καὶ κώδωνες — ἄνθινα om. YOK) [*](1 Exod. 28,32 18 Clem. Alex. Slrom. V 6 p. 664 P.: ἥ τε κατὰ τὸν ποδήρη διασκευὴ διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ’ οὐρανοῦ μέχρι γῆς αἰνισσομένη συνθήκην.)

v.4.p.228
πάντα ἐκ ταύτης· οἱ δὲ ῥοΐσκοι ὕδατος, παρὰ τὴν ῥύσιν λεχθέντες εὐθυβόλως· οἱ δὲ κώδωνες τῆς ἁρμονίας καὶ συμφωνίας τούτων, οὔτε γὰρ γῆ χωρὶς ὕδατος οὔθ’ ὕδωρ ἄνευ τῆς γεώδους οὐσίας αὔταρκες εἰς γένεσιν, ἀλλ’ ἡ σύνοδος καὶ κρᾶσις ἀμφοῖν.

μάρτυς δὲ τοῦ δηλουμένου καὶ ὁ τόπος ἐναργέστατος· ὡς γὰρ ἐν ἐσχάτοις τοῦ ποδήρους οἱ ῥοΐσκοι καὶ τὰ ἄνθινα καὶ οἱ κώδωνές εἰσιν, οὕτως καὶ τὰ ὧν ἐστι σύμβολα τὴν κατωτάτω χώραν ἔλαχεν ἐν κόσμῳ, γῆ καὶ ὕδωρ, καὶ τῇ τοῦ παντὸς ἁρμονίᾳ συνηχοῦντα τὰς οἰκείας ἐπιδείκνυται δυνάμεις ἐν ὡρισμέναις χρόνων περιόδοις καὶ τοῖς προσήκουσι καιροῖς.