De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τὴν δ’ αἰτίαν, ἧς ἕνεκα τοὺς πέντε τοῖς πεντήκοντα συγκατατάττω καὶ χωρὶς αὐτῶν τίθημι, δηλώσω. ἡ πεντὰς αἰσθήσεων ἀριθμός ἐστιν, αἴσθησις δ’ ἐν ἀνθρώπῳ τῇ μὲν νεύει πρὸς τὰ ἐκτός, τῇ δὲ ἀνακάμπτει πρὸς νοῦν ὑπηρέτις οὖσα φύσεως νόμοις αὐτοῦ.

διὸ καὶ τὴν μεθόριον χώραν ἀπένειμε τοῖς πέντε· τὰ μὲν γὰρ ἐντὸς αὐτῶν ἐκνένευκε πρὸς τὰ ἄδυτα τῆς σκηνῆς, ἅπερ ἐστὶ συμβολικῶς νοητά, τὰ δ’ ἐκτὸς πρὸς τὸ ὕπαιθρον καὶ τὴν αὐλήν, ἅπερ ἐστὶν αἰσθητά· παρὸ καὶ ταῖς βάσεσι διήνεγκαν, χαλκαῖ γάρ εἰσιν· ἐπεὶ δὲ τῆς ἐν ἡμῖν αἰσθήσεως κεφαλὴ μὲν καὶ ἡγεμονικὸν ὁ νοῦς, ἐσχατιὰ δὲ καὶ ὡσανεὶ βάσις τὸ αἰσθητόν, εἴκασε δὴ τὸν μὲν νοῦν χρυσῷ, χαλκῷ δὲ τὸ αἰσθητόν.

μέτρα δὲ τῶν κιόνων ταῦτα· δέκα μὲν πήχεις τὸ μῆκος, εἷς δὲ καὶ ἥμισυς τὸ εὖρος, ἵν’ ἡ σκηνὴ πᾶσι τοῖς μέρεσιν ἴση προφαίνηται.

Παγκάλοις δὲ καὶ ποικίλοις ὑφάσμασιν αὐτὴν περιέβαλεν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ καταχρώμενος εἰς τὴν [*](1 τῷ ὑπαίθρῳ om. A 1. 2 συναπτοὺς V2OK 3 τριγωνίου 4 ἐντὸς] ἐκτὸς M, ὀκτὼ BEGHP (Turn.) 5 καθ’ ἑτέραν P post πλευρὰν interpung. BEM εἴκοσιν, ἓξ δὲ] εἴκοσι δ’ ἐκ BEM 6 παρὰ] ἐν Α (v) 7 ἄντικρυς VOKFH1P 7. 8 τοῖς πέντε τοὺς G 8 συγκατατάττων GH2 (Turn.) 9 ἐν AHP: om. ceteri 9. 10 τῇ — τῇ] πῆ — πῆ Α (v) 10 νεύει AGHP: νεύειν ceteri ἐκτός] ἐκ τῆς M δ’ VOK ἀνακάμπτει AGHP: ἀνακάμπτειν ceteri πρὸς τὸν νοῦν Α (v) 11 νόμοις] ναὶ μὴν καὶ V2OK αὐτοῦ νόμοις transp. F 12 ἐντὸς] ἐκτὸς EF ἐννένευκε VOK 14 διήνεγκε HP 15 εἰσιν] ἦσαν coni. Mang. coll. 218,22 ἐπεὶ δὲ AFGH1P: ἐπὶ δὲ BEMVH-, ἐπειδὴ V2OK κεφαλὴ] κεφάλαιον H (v) 16 ἐσχατιὰ AFGHP: ἐσχατιαὶ ceteri βάσις AFGHP: βάσεις ceteri τὰ αἰσθητὰ V2OK ὅθεν καὶ add. ante εἴκασε V2OK. εἴκασε — αἰσθητόν (17) om. BEM εἴκασον A δὴ Α: δὲ FGHP, om. VOK 18 post μῆκος add. ἑκάστω V2OK εἷς V2OK: εἰς A, πέντε ceteri (Turn.) δὲ καὶ] δέκα Α ἥμισυς V2OK: ἥμισυ ceteri (v) 19 προφέρηται Α 20 δὲ om. BEM περιέ βαλεν] περιεκάλεσεν F 21 κοκκίνῳ καὶ πορφύρα trausp. GHP καταχρούμενος V2K εἰς] αὐτῶν V2OK) [*](18 Exod. 26,16 20 sqq. Exod. 26,1 sqq.)

v.4.p.220
ὑφήν. δέκα γὰρ ἃς διὰ τῆς ἱερᾶς γραφῆς ὠνόμασεν αὐλαίας ἐκ τῶν ἀρτίως λεχθέντων γενῶν ἐδημιούργει, μήκει μὲν ὀκτὼ καὶ εἴκοσι πηχῶν ἑκάστην, εἰς δὲ τέσσαρας πήχεις πρὸς εὖρος ἀποτείνων, ἵνα καὶ δεκάδα ἔχωσι τὴν παντέλειαν καὶ τετράδα τὴν δεκάδος οὐσίαν καὶ τὸν ὀκτὼ καὶ εἴκοσιν ἀριθμὸν τέλειον ἴσον τοῖς ἑαυτοῦ μέρεσι καὶ τεσσαρακοντάδα τὴν ζῳογονικωτάτην, ἐν ᾗ διαπλάττεσθαί φασιν ἄνθρωπον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ.

οἱ μὲν οὖν ὀκτὼ καὶ εἴκοσι πήχεις τῶν αὐλαιῶν τοιαύτην ἔχουσι τὴν διανομήν· δέκα μὲν κατὰ τὸν ὄροφον — τοσοῦτον γάρ ἐστι τῆς σκηνῆς τὸ εὖρος —, οἱ δὲ λοιποὶ κατὰ τὰς πλευράς, ἑκατέρωθεν ἐννέα, πρὸς σκέπην ἀποτείνονται τῶν κιόνων, ὑπολειπομένου πήχεως ἀπὸ τοῦ ἐδάφους, ἵνα μὴ ἐπισύρηται τὸ πάγκαλον καὶ ἱεροπρεπὲς ὕφασμα.

τῶν δὲ τεσσαράκοντα, οἳ συναριθμοῦνται ἐκ τοῦ τῶν δέκα αὐλαιῶν πλάτους, τριάκοντα μὲν ἀπολαμβάνει τὸ μῆκος — τοσοῦτον γάρ ἐστι καὶ τὸ τῆς σκηνῆς —, ἐννέα δὲ ὁ ὀπισθόδομος, τὸν δὲ λοιπὸν τὸ κατὰ τὸ προπύλαιον, ἵνα δεσμὸς ᾖ τοῦ ὅλου περιβλήματος· ἐπὶ δὲ τοῦ προπυλαίου τὸ καταπέτασμα.

σχεδὸν δὲ καὶ αἱ αὐλαῖαι καταπετάσματ’ εἰσίν, οὐ μόνον τῷ τὸν ὄροφον καὶ τοὺς τοίχους καλύπτειν, ἀλλὰ καὶ τῷ συνυφάνθαι γένεσι τοῖς αὐτοῖς, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ. ἐκ δὲ τῶν αὐτῶν τό τε καταπέτασμα καὶ τὸ λεγόμενον κάλυμμα κατεσκευάζετο, τὸ μὲν εἴσω κατὰ τοὺς τέσσαρας κίονας, ἵν’ ἐπικρύπτηται τὸ ἄδυτον, τὸ δ’ ἔξω κατὰ τοὺς πέντε, ὡς μηδεὶς ἐξ ἀπόπτου δύναιτο τῶν μὴ ἱερωμένων καταθεάσασθαι τὰ ἅγια.

τὰς δὲ τῶν ὑφασμάτων [*](1 γὰρ] δὲ A, μέν γὰρ V2Ok ἱεράς AGHP: om. ceteri αὐλαίας] αὐλαὶ ὡς BEMV1 3 πρὸς] τὸ BEMd (Mang.) ἀνατείνων A ν) δεκάδα] δέκα E 4 παντέλειον VOK 5 αὐτοῦ Α καὶ τὴν τεσσαρακοντάδα Α (v) 6 ζωογονωτάτην corr. ex ζωογονικωτάτην Α φησιν M 7 ὀκτὼ καὶ εἴκοσι] κη VOK, εἰκοσιοκτὼ Α (v) 8 ἔχοντες P κατὰ τῶν ὀρόφων VOK, κατ’ ὄροφον Α 9 κατὰ] παρὰ A (v) 10 ἀποτείνονται AFGHP: ἀποτεινόντων· BEMV1, ἀποτείνοντες V2OK ὑπολειπόμενοι οὐ BEM, ὑπολειπόμενοι P 11 πήχεος BEM, πήχεως Ο ἀνασύρηται Α (v) τὸ acid. Mang. πᾶν καλὸν Α 12 ἐκ τοῦ om. BEM 14 τὸ add. Mang. δ’ BEMGHP ὁ ὀπισθόδομος VOKG: ὁ om. ceteri ὀπισθοδόμοις Α τὸ δὲ λοιπὸν AGHP, τῶν δὲ λοιπῶν V τὸ om. AVOK 15 κατὰ eras. V2, om. OK πρόπυλον Α 16 προπύλου AVOK καὶ om. Α 16. 17 καταπεπτάσματα VOKF, καταπετάσμασιν Α 17 τῷ] τὸ M, τῶν Κ τείχους Α καλύπτειν] κάμπτειν KF 18 τῷ] τὸ M συνυφᾶσθαι VOK ὑακινθίνῳ HP 20 κατεσκευάζετο AGHP: κατασκευάζεται ceteri 22 καταθεάσασθαι AGHP: καταθεᾶσθαι ceteri (Mang.))

v.4.p.221
ὕλας ἀριστίνδην ἐπέκρινεν ἐκ μυρίων ὅσων ἑλόμενος τοῖς στοιχείοις ἰσαρίθμους, ἐξ ὧν ἀπετελέσθη ὁ κόσμος, καὶ πρὸς αὐτὰ λόγον ἐχούσας, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἡ μὲν γὰρ βύσσος ἐκ γῆς, ἐξ ὕδατος δ’ ἡ πορφύρα, ἡ δ’ ὑάκινθος ἀέρι ὁμοιοῦται — φύσει γὰρ μέλας οὗτος —, τὸ δὲ κόκκινον πυρί, διότι φοινικοῦν ἑκάτερον· ἦν γὰρ ἀναγκαῖον ἱερὸν χειροποίητον κατασκευάζοντας τῷ πατρὶ καὶ ἡγεμόνι τοῦ παντὸς τὰς ὁμοίας λαβεῖν οὐσίας, αἷς τὸ ὅλον ἐδημιούργει.

Ἡ μὲν οὖν σκηνή, καθάπερ νεὼς ἅγιος, τὸν εἰρημένον τρόπον κατεσκευάσθη. τέμενος δ’ αὐτῆς ἐν κύκλῳ περιεβάλετο πηχῶν μῆκος ἑκατὸν καὶ πλάτος πεντήκοντα, κίονας ἔχον ἀφεστῶτας ἴσον ἀλλήλων διάστημα πέντε πήχεις, ὡς τοὺς μὲν σύμπαντας ἑξήκοντα εἶναι, διανέμεσθαι δ’ εἰς μὲν τὸ μῆκος τεσσαράκοντα, πρὸς δὲ τὸ εὖρος εἴκοσι, [*](1 ὕλας] ἰδέας Α ὅσον AP 2 ἐχούσας AFGIIP: ἔχοντας ceteri 3 καὶ ἀέρα om. V1, ἀέρα ss. V2, ἀέρα καὶ πῦρ 0, καὶ πῦρ ἀέρα Κ 4 ἡ δ’ ὑάκινθος codd.: ὁ δ’ ὑάκινθος v 6 ἱερὸν] om. BEMV1, σκηνὴν V2Ok κατασκευάζοντας χειροποίητον tiansp. Α (v) κατασκευάζοντας AFGHP: κατασκευάζοντα ceteri πατρὶ AGHP: πατρὶ τῶν ὅλων ceteri 7 ἐδημιουργεῖτο coni. Mang. 8 τῶ εἰρημένῳ τρόπω VOK 9 περιεβάλλετο ΑΗ (v) πηχέων VOK μῆκος πηχῶν transp. HP 10 ἑκατὸν] ῥ’ VOK, ὀκτὼ BEM ἔχων Turn. ἐφεστῶτας P 11 σύμπαντας AFGHP: πάντας ceteri 12 δὲ K τετταράκοντα AF, μ΄ VOK εἴκοσι] ὀκτὼ H (Turn.)) [*](1 sqq. Ioseph. Ant. lud. III § 183 τά τε φάρση ἐκ τεσσάρων ὑφανθέντα τὴν τῶν στοιχείων φύσιν δηλοῖ· ἥ τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἔοικεν διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, ἥ τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινίχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὁ ὑάκινθος, καὶ ὁ φοῖνιξ δ’ ἂν εἴη τεκμήριον τοῦ πυρός. cf. Bell. Ind. V § 212 πρὸ δέ τούτων θυρῶν τοῦ ναοῦ) ἰσόμηκες καταπέτασμα πέπλος ἦν Βαβυλώνιος, ποικιλτὸς ἐξ ὑακίνθου καὶ βύσσου κόκκου τε καὶ πορφύρας, θαυμαστῶς μὲν εἰργασμένος, οὐκ ἀθεώρητον δὲ τῆς ὕλης τὴν κρᾶσιν ἔχων, ἀλλ’ ὥσπερ εἰκόνα τῶν ὅλων. (213) ἐδόκει γὰρ αἰνίττεσθαι τῇ κόκκῳ μὲν τὸ πῦρ, τῇ βύσσῳ δὲ τὴν γῆν, τῆ δ’ ὑακίνθῳ τὸν ἀέρα καὶ τῆ πορφύρᾳ τὴν θάλατταν, τῶν μὲν ἐκ τῆς χρόας ὁμοιουμένων, τῆς δὲ βύσσου καὶ τῆς πορφύρας διὰ τὴν γένεσιν, ἐπειδὴ τὴν μὲν ἀναδίδωσιν ἡ γῆ, τὴν δ’ ἡ θάλαττα. Clem. Alex. Strom. V 6 p. 665 P. . . . . τό τε κάλυμμα καὶ παραπέτασμα ὑακίνθῳ καὶ πορφύρᾳ κόκκῳ τε καὶ βύσσῳ πεποίκιλτο· ᾐνίττετο δ’ ἄρα ὡς ἡ τῶν στοιχείων φύσις ἐπέχει τὴν ἀποκάλυψιν τοῦ θεοῦ· ἐξ ὕδατος μὲν γὰρ ἡ πορφύρα, βύσσος δ ἐκ γῆς, ὑάκινθός τε ὡμοίωται ἀέρι ζοφώδης ὤν, ὥσπερ ὁ κόκκος τῷ πυρί. Origenes in Exod. homil. XIII 3 (t. IX p. 156 Lomm.) . . . sed videamus et cetera, hyacinthum et purpuram et coccum duplicatum et byssum tortam . . . . de his dixerunt quidam ante nos . . . . ista ergo, ut et prioribus visum est, quattuor elementorum, ex quibus et mundus constat et corpus humanum, tenent figuram, id est aeris, ignis, aquae, et terrae. hyacinthus ergo ad aerem refertur — hoc enim ipse indicat color —, sicut et coccus ad ignem; purpura aquae tenet figiiram, quasi ciuae de aquis accipiat fucum, byssus terrae, quia oritur ex terra. 9 sqq. Exod. 27,9 sqq.)

v.4.p.222
καθ’ ἑκάτερα μέρη τοὺς ἡμίσεις.

ὕλη δὲ τῶν στύλων τὰ μὲν ἐντὸς κέδρος, τὰ δ’ ἐκ τῆς ἐπιφανείας ἄργυρος, ἁπάντων δ’ αἱ βάσεις χαλκαῖ, καὶ τὸ ὕψος ἴσον πέντε πηχῶν· ἔδοξε γὰρ ἁρμόττον εἶναι τῷ τεχνίτῃ συνελεῖν ὅλῳ ἡμίσει τὸ ὕψος τῆς λεγομένης αὐλῆς, ἵν’ ἡ σκηνὴ πρὸς τὸ διπλάσιον μετέωρος ἀρθεῖσα προφαίνηται. λεπταὶ δ’ ὀθόναι κατὰ τοῦ μήκους καὶ πλάτους ἦσαν ἐφαρμοζόμεναι τοῖς κίοσιν ἱστίοις ἐμφερεῖς, ὑπὲρ τοῦ μηδένα τῶν μὴ καθαρῶν

εἰσιέναι. ἡ δὲ θέσις τοιάδε ἦν· μέση μὲν ἵδρυτο ἡ σκηνὴ μῆκος ἔχουσα τριάκοντα πήχεις καὶ εὖρος δέκα σὺν τῷ βάθει τῶν κιόνων, ἀφειστήκει δὲ τῆς αὐλῆς ἐκ τριῶν μερῶν ἴσῳ διαστήματι, δυοῖν μὲν κατὰ τὰς πλευράς, ἑνὸς δὲ κατὰ τὸν ὀπισθόδομον, τὸ δὲ διάστημα ἐξ εἴκοσι πηχῶν ἀνεμετρεῖτο· κατὰ δὲ τὸ προπύλαιον, ὡς εἰκός, ἕνεκα τοῦ πλήθους τῶν εἰσιόντων μεῖζον ἐγίνετο διάστημα πεντήκοντα πηχῶν· οὕτως γὰρ οἱ ἑκατὸν τῆς αὐλῆς ἔμελλον ἐκπληροῦσθαι, τῶν κατὰ τὸν ὀπισθόδομον εἴκοσι καὶ οὓς ἀπελάμβανεν ἡ σκηνὴ τριάκοντα συντεθέντων τοῖς κατὰ τὰς εἰσόδους πεντήκοντα.

τὰ γὰρ προπύλαια τῆς σκηνῆς ὡσανεὶ μέσος ὅρος ἵδρυτο διττῆς πεντηκοντάδος, τῆς μὲν κατ’ ἀνατολάς, ἔνθα αἱ εἴσοδοι, τῆς δὲ πρὸς δυσμάς, ἔνθα τό τε μῆκος τῆς σκηνῆς καὶ ὁ κατόπιν περίβολος.

κάλλιστον δὲ καὶ μέγιστον ἄλλο προπύλαιον ἐν ἀρχῇ τῆς εἰς τὴν αὐλὴν εἰσόδου κατεσκευάζετο διὰ τεττάρων κιόνων, καθ’ ὧν ἐτείνετο ποικίλον ὕφασμα τὸν αὐτὸν τρόπον τοῖς εἴσω κατὰ τὴν σκηνὴν κἀκ τῆς ὁμοίας ὕλης ἀπειργασμένον.

Ἅμα δὲ τούτοις ἐδημιουργεῖτο καὶ σκεύη ἱερά, κιβωτός, λυχνία, [*](1 ἑκάτερον μέρος HP στύλων] στηλῶν Α ἐντὸς] ἐκτὸς Α κέδρος AF: κέδρου ccteri 2 δ’ αἱ Α: om. HP, δέ (om. αἱ) ceteri τὸ ὕψος AF: τὸ om. ceteri 3 ὅλων Α 4 τὸ πλασίον (sie) Α 5 προφαίνηται V2OK (cf. 219,19): περιφαίνοιτο G, περιφαίνηται 6 τοῖς κίοσιν] τὶν κίνησιν F μὴ om. HP1 7 ἡ ante σκηνὴ om. AFG (v) 8 καὶ om. Α δέκα σὺν om. in lac. Α, δέκα suppl. man. rec. βάθει] πάχει V2OK 10 κατὰ τὰς πλευράς Α: κατὰ πλευρά BE, κατὰ πλευράν ceteri 11 πήχεων BEM, πηχέων VOK ἐνεμετρεῖτο VOK ἕνεκα] ἕνα P 12 ἐγένετο BEMG 13 οὕτως AV2O: οὕτω V1KGHP, οὗτοι BEMF 14 συντιθέντων Α, συνθέτων H1P 15 τοῖς] τῶν BEM 17 εἴσοδος (om. αἱ) Α, εἴσοδοι (om. αἱ) v δυσμαῖς Α (Turn.) 18 μέγιστον δὲ καὶ κάλλιστον transp. Α (v) 19 τὴν om. Α 20 καθ’ ὧν AFGHP: καθ’ ἣν ceteri ποικίλον Α: τὸ ποικίλον ceteri (v) 21 ἀπειργασμένον AGHP:·κατεσ·κευασμένον ceteri 22 ἅμα] ἄλλα F τούτοις F: τούτω ceteri (v)) [*](18 — 21 Exod. 27, 16)

v.4.p.223
τράπεζα, θυμιατήριον, βωμός. ὁ μὲν οὖν βωμὸς ἱδρύετο ἐν ὑπαίθρῳ, τῶν εἰσόδων τῆς σκηνῆς ἀντικρύ, ἀφεστὼς τοσοῦτον ὅσον ἱκανὸν λειτουργοῖς εἶναι διάστημα πρὸς τὰς καθ’ ἑκάστην ἡμέραν ἐπιτελουμένας θυσίας.

ἡ δὲ κιβωτὸς ἐν ἀδύτῳ καὶ ἀβάτῳ τῶν καταπετασμάτων εἴσω, κεχρυσωμένη πολυτελῶς ἔνδοθέν τε καὶ ἔξωθεν, ἧς ἐπίθεμα ὡσανεὶ πῶμα τὸ λεγόμενον ἐν ἱεραῖς βίβλοις ἱλαστήριον.

τούτου μῆκος μὲν καὶ πλάτος μεμήνυται, βάθος δ’ οὐδέν, ἐπιφανείᾳ γεωμετρικῇ μάλισθ’ ὡμοιωμένου, ὅπερ ἔοικεν εἶναι σύμβολον φυσικώτερον μὲν τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως, ἠθικώτερον δὲ διανοίας πάλιν, ἵλεω δ’ ἑαυτῇ, τὴν πρὸς ὕψος ἄλογον αἴρουσαν καὶ φυσῶσαν οἴησιν ἀτυφίας ἔρωτι σὺν ἐπιστήμῃ στέλλειν καὶ καθαιρεῖν ἀξιούσης.

ἀλλ’ ἡ μὲν κιβωτὸς ἀγγεῖον νόμων ἐστίν· εἰς γὰρ ταύτην κατατίθεται τὰ χρησθέντα λόγια· τὸ δ’ ἐπίθεμα τὸ προσαγορευόμενον ἱλαστήριον βάσις ἐστὶ πτηνῶν δυοῖν, ἃ πατρίῳ μὲν γλώττῃ προσαγορεύεται Χερουβίμ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν, ἐπίγνωσις καὶ ἐπιστήμη πολλή.

ταῦτα δέ τινες μέν φασιν εἶναι σύμβολα τῶν ἡμισφαιρίων ἀμφοῖν κατὰ τὴν ἀντιπρόσωπον θέσιν, τοῦ τε ὑπὸ γῆν καὶ ὑπὲρ γῆν· πτηνὸν γὰρ ὁ σύμπας οὐρανός.

ἐγὼ δ’ ἂν εἴποιμι δηλοῦσθαι δι’ ὑπονοιῶν τὰς πρεσβυτάτας καὶ ἀνωτάτω δύο τοῦ ὄντος δυνάμεις, [*](1 βωμός — βωμὸς] βωμὸς δὲ (cet. om.) Α οὖν om. F ἱδρύετο GHP: ἱἵδρυτο ceteri (v) 2 ἄντικρυς VOKF ἀφεστῶτος BEM post κανὸν add. ἦν HP (v) 3 ἡμέρας (sic) Η τελουμένας GH 4 ἀδύτοις τοις P καταπετάσματι F ἔσω Α 5 τε FGHP: om. ceteri ἔξω V1K καὶ ὡσανεὶ coni. Mang. 7 δὲ VOK μάλισθ’ μάλιστα ceteri 8 ὡμοιωμένου FGP: ὡμοιωμένῳ Η, ὁμοιουμένου Α, ὁμοιούμενον ceteri (V) ceteri (v) 9 δὲ om. M πάλιν om. VOK ἑαυτῇ FGHP: ἵλεω δ’ αὐτή BEM, ἵλεω αὐτῆς Α, τὴν αὐτὴν ἵλεω τοῦ θεοῦ δύναμιν V2OK; ἵλεω δ’ ἑαυτῇ αὐτῆς v 11 συστέλλειν BEMF ἀγγεῖον] αἰτία Α τῶν νόμων Α (v) 12 ἐστίν om. VOK κατατίθενται AGHP 13 πτηνῶν codd.: τῶν πτηνῶν v δυεῖν VOK, δύο A πατρίῳ] πατρῴα Α; πατρίᾳ V 15 μέν om. M, φασὶ μὲν transp. VOK εἶναι om. M σύμβολον P 16 ὑπὸ γῆν codd.: ὑπὸ γῆς v 17 τοῦ add. aute ὑπὲρ V2OK ὑπὲρ γῆς FGH πτηνῶν VOKM (Turn.) γὰρ] μὲν VOK) [*](1 — 3 Exod. 27,1 sqq. 1 Procop. Gaz. Comment. in Exod. 27.1 (Migne t. 871 Col. 640): θυσιαστήριον δέ. φασί, καλεῖ τὸν ἐν ὑπαίθρῳ βωμόν, τῶν εἰσόδων τῆς σκηνῆς ἄντικρυς, ἀφεστῶτα τοσοῦτον ὅσον ἱκανὸν λειτουργοῖς εἶναι διάστημα πρὸς τὰς καθ’ ἑκάστην ἡμέραν ἐπιτελουμένας θυσίας. 4. 5 Exod. 25,9 sqq. 6 sqq. Exod. 25,16 sqq. 14 — 17 Clem. Alex. Slrom. V 6 p. 667 P.: ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους, ὡς βούλονταί τινες, ἐμφαίνει, εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν.)

v.4.p.224
τήν τε ποιητικὴν καὶ βασιλικήν· ὀνομάζεται δ’ ἡ μὲν ποιητικὴ δύναμις αὐτοῦ θεός, καθ’ ἣν ἔθηκε καὶ ἐποίησε καὶ διεκόσμησε τόδε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, ᾗ τῶν γενομένων ἄρχει καὶ σὺν δίκῃ βεβαίως ἐπικρατεῖ.

μόνος γὰρ πρὸς ἀλήθειαν ὢν καὶ ποιητής ἐστιν ἀψευδῶς, ἐπειδὴ τὰ μὴ ὄντα ἤγαγεν εἰς τὸ εἶναι, καὶ βασιλεὺς φύσει, διότι τῶν γεγονότων οὐδεὶς ἂν ἄρχοι δικαιότερον τοῦ πεποιηκότος.