De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τριῶν μὲν δὴ στοιχείων, ἐξ ὧν τε καὶ ἐν οἷς τὰ θνητὰ καὶ φθαρτὰ γένη πάντα, ἀέρος, ὕδατος, γῆς, ὁ ποδήρης σὺν τοῖς ἀπῃωρημένοις κατὰ τὰ σφυρὰ σύμβολον ἐδείχθη προσηκόντως· ὡς γὰρ ὁ χιτὼν εἷς, καὶ τὰ λεχθέντα τρία στοιχεῖα μιᾶς ἰδέας ἐστίν, ἐπειδὴ τὰ κατωτέρω σελήνης ἅπαντα τροπὰς ἔχει καὶ μεταβολάς· καὶ καθάπερ ἐκ τοῦ χιτῶνος ἤρτηνται οἵ τε ῥοΐσκοι καὶ τὰ ἄνθινα, καὶ ἀπ’ ἀέρος τρόπον τινὰ γῆ καὶ ὕδωρ ἐκκρέμανται, τὸ γὰρ ὄχημα τούτων ἐστὶν ἀήρ.

τὴν δ’ ἐπωμίδα οὐρανοῦ σύμβολον ὁ λόγος εἰκόσι στοχασμοῖς χρώμενος παραστήσει· πρῶτον μὲν γὰρ οἱ ἐπὶ τῶν ἀκρωμίων σμαράγδου δύο λίθοι περιφερεῖς μηνύουσιν, ὡς μὲν οἴονταί τινες, ἀστέρων τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, ἥλιον καὶ σελήνην, ὡς δ’ ἂν ἐγγυτέρω τις τῆς ἀληθείας προσερχόμενος εἴποι, τῶν ἡμισφαιρίων ἑκάτερον· ἴσα τε γὰρ ὡς [*](1 λεχθέντος Η 2 τῆς] τὰς BEM 3 οὔτε ὕδωρ AHP 4 κράσις OFP 6 ἄνθινα BEM: ἀνθινὰ AFGHP, ἀνθεικὰ VOK οὕτως AHP: οὕτω ceteri 8 οἰκείας] ἰδίας Α (v) ἐπιδείκνυται HP: ἐπιδείκνυνται ceteii (v) 9 χρόνου Turn. 10 δὴ] ἤδη H1P ὢν τε AGHP: ὦνπερ eeteri θνητὰ καὶ φθαρτὰ FdllP: φθαρτὰ καὶ θνητὰ BEJI, αἰσθητὰ καὶ φθαρτὰ Α (Mang.), om. VOK 11 ὁ om. Α τὰ om. Α (v) 13 τὰ om. Α (Turn.) 15 τε om. BEF, ss. M pr. καὶ om. ἄνθινα BEM: ἀνθινὰ AFGHP, ἀνθεινὰ VOK alt. καὶ] καὶ τὰ FH1P ἀπὸ Α 16 ὄχημα Α, σχῆμα corr. in ὄχημα F: σχῆμα BEMV1GHP, σύστημα V2OK ὁ ἀήρ BEMA (v) 18 σμάραγδοι Α (v) 19 ἡμέρας τε καὶ Α (v) 20 τῆς om. AGH1P (v) 21—229,5 ἴσα — om. VOK 21 οἱ om. Turn.) [*](18 sqq. loseph. Ant. lud. III § 185 δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα. τίν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀριθμὸν τῶν ἀστέρων, ὃν ζῳδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατ’ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι. Clem. Alex. Strom. V 6 p. 608 P. οἱ οὑν ἐπὶ τῆς ἐπωμίδος σμαράγδου φωτεινοὶ λίθοι ἥλιον καὶ σελήνην μηνύουσι τοὺς συνεργοὺς τῆς φύσεως· χειρὸς δέ οἶμαι ὦμος ἀρχή. ὄι δὲ ἐπὶ τῷ στήθει τέτραχα τεταγμένοι δώδεκα τὸν ζῳδιακὸν διαγράφουσιν ἡμῖν κύκλον κατὰ τὰς τέσσαρας τοῦ ἔτους τροπάς.)

v.4.p.229
οἱ λίθοι τό τε ὑπὲρ γῆν καὶ ὑπὸ γῆν καὶ οὐδέτερον πέφυκε μειοῦσθαι καὶ συναύξεσθαι καθάπερ σελήνη.

συνεπιμαρτυρεῖ δὲ καὶ ἡ χρόα· σμαράγδῳ γὰρ ἔοικεν ἡ τοῦ παντὸς οὐρανοῦ φαντασία κατὰ τὴν τῆς ὄψεως προσβολήν. ἀναγκαίως δὲ καὶ καθ’ ἑκάτερον τῶν λίθων ἓξ ὀνόματα ἐγγλύφεται, διότι καὶ τῶν ἡμισφαιρίων ἑκάτερον δίχα τέμνον τὸν ζῳοφόρον ἓξ ἐναπολαμβάνει ζῴδια.

ἔπειθ’ οἱ κατὰ τὰ στέρνα δώδεκα λίθοι ταῖς χρόαις οὐχ ὅμοιοι διανεμηθέντες εἰς τέσσαρας στοίχους ἐκ τριῶν τίνος ἑτέρου δείγματ’ εἰσὶν ἢ τοῦ ζῳδιακοῦ κύκλου; καὶ γὰρ οὗτος τετραχῇ διανεμηθεὶς ἐκ τριῶν ζῳδίων τὰς ἐτησίους ὥρας ἀποτελεῖ, ἔαρ, θέρος, μετόπωρον, χειμῶνα, τροπὰς τέσσαρας, ὧν ἑκάστης ὅρος τρία ζῴδια, γνωριζόμενος ταῖς τοῦ ἡλίου περιφοραῖς κατὰ τὸν ἐν ἀριθμοῖς ἀσάλευτον καὶ βεβαιότατον καὶ θεῖον ὄντως λόγον.

ὅθεν ἐνηρμόζοντο καὶ τῷ προσαγορευθέντι δεόντως λογείῳ· λόγῳ γὰρ αἱ τροπαὶ καὶ ἐτήσιοι ὧραι τεταγμένῳ καὶ παγίῳ συνίστανται, τὸ παραδοξότατον, διὰ τῆς καιρίου μεταβολῆς ἐπιδεικνύμεναι τὴν διαιωνίζουσαν αὑτῶν μονήν.

εὖ δ’ ἔχει καὶ πάνυ καλῶς τὸ τοῖς χρώμασι τοὺς δώδεκα λίθους διαλλάττειν καὶ μηδένα ὅμοιον εἶναι μηδενί· καὶ γὰρ τῶν ἐν τῷ ζῳοφόρῳ ἕκαστον ἀποτελεῖ τι χρῶμα οἰκεῖον κατά τε ἀέρα καὶ γῆν καὶ ὕδωρ καὶ τὰ τούτων παθήματα καὶ ἔτι κατὰ τὰ τῶν ζῴων καὶ φυτῶν γένη πάντα.

διπλοῦν δὲ τὸ λογεῖον οὐκ ἀπὸ σκοποῦ· διττὸς γὰρ ὁ λόγος ἔν τε τῷ παντὶ καὶ ἐν ἀνθρώπου [*](1 ὑπὲρ γῆν BEMA: ὑπὲρ γῆς FGHP ὑπὸ γῆς καὶ ὑπὲρ γῆν v 2 καὶ συναύξεσθαι BEMGII: ἢ συναύξασθαι P, ἡ συναυξάνεσθαι F, ἢ αὔξεσθαι Α ἡ σελήνη Α (v) 3 τῆς om. AG (v) 4 καὶ om. A καθ’ ἑκάτερον AGHP: ἑκατέρω BEMF 5 καὶ om. Α ἃ add. ante δίχα V2OK τεμνόμενον BEMV, τεμνομένου V2OK 6 τοῦ ζωοφόρου V2OK ἔπειτα VOK τἄ om. Α (v) 7 δώδεκα om. BEMV1F χροιαῖς AVOK τέτταρας Α στοίχους] στίχους AVOK (v) 8 δείγματά εἰσιν VOK, δεῖγμά τι ἦν Α lU χειμῶνα μετόπωρον transp. AF τέτταρας Α ἑκάστης AFP: ἑκάστη ceteri 12 βέβαιον H ὅθεν codd.: ὅθεν καὶ v 12. 13 ἐνηρμόζοντο AFGHP: ἡρμόζοντο ceteri 13 λογίῳ Α 14 ἐτήσιαι A 15 ἐπιδεικνύμεναι AFGHP: ἐπιδεικνύουσαι ceteri τὴν om. F 16 αὑτῶν FG: αὐτῶν ceteri μονήν AFGHP: μορφήν ceteri δ’ AFGHP: δὲ ceteri aiite τὸ add. καὶ v ὃς 18 τῶν om. Α ἕκαστον BE, ἕκαστον M: ἕκαστος ceteri τι om. F 19 καὶ ἔτι — πάντα (20) om. H1P ἔτι AFGH2: om. ceteri κατὰ τὰ VOK κατὰ (om. τὰ) BEM (Mang.), καὶ τὰ AFGH2 (Turn). 20 τῶν om. β α γένη καὶ φυτῶν traasp. BE, γένη καὶ φυτῶν M πάντα γένη transp. VOK λόγιον A 21 ἐν τῆ ἀνθρώπου V2K, ἐν τῆ τοῦ ἀνθρώπου 0)

v.4.p.230
φύσει· κατὰ μὲν τὸ πᾶν ὅ τε περὶ τῶν ἀσωμάτων καὶ παραδειγματικῶν ἰδεῶν, ἐξ ὧν ὁ νοητὸς ἐπάγη κόσμος, καὶ ὁ περὶ τῶν ὁρατῶν, ἃ δὴ μιμήματα καὶ ἀπεικονίσματα τῶν ἰδεῶν ἐκείνων ἐστίν, ἐξ ὧν ὁ αἰσθητὸς οὗτος ἀπετελεῖτο· ἐν ἀνθρώπῳ δ’ ὁ μέν ἐστιν ἐνδιάθετος, ὁ δὲ προφορικός, καὶ ὁ μὲν οἷά τις πηγή, ὁ δὲ γεγωνὸς ἀπ’ ἐκείνου ῥέων· καὶ τοῦ μέν ἐστι χώρα τὸ ἡγεμονικόν, τοῦ δὲ κατὰ προφορὰν γλῶττα καὶ στόμα καὶ ἡ ἄλλη πᾶσα φωνῆς ὀργανοποιία.

σχῆμα δ’ ἀπένειμεν ὁ τεχνίτης τετράγωνον τῷ λογείῳ πάνυ καλῶς αἰνιττόμενος, ὡς χρὴ καὶ τὸν τῆς φύσεως λόγον καὶ τὸν τοῦ ἀνθρώπου βεβηκέναι πάντῃ καὶ κατὰ μηδ’ ὁτιοῦν κραδαίνεσθαι. παρὸ καὶ τὰς εἰρημένας δύο ἀρετὰς προσεκλήρωσεν αὐτῷ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅ τε γὰρ τῆς φύσεως λόγος ἀληθὴς καὶ δηλωτικὸς πάντων ὅ τε τοῦ σοφοῦ μιμούμενος ἐκεῖνον ὀφείλει προσηκόντως ἀψευδέστατός τε εἶναι τιμῶν ἀλήθειαν καὶ μηδὲν φθόνῳ συσκιάζειν, ὧν ἡ μήνυσις ὠφελήσει τοὺς ἀναδιδαχθέντας.

οὐ μὴν ἀλλὰ καὶ δυσὶ λόγοις τοῖς καθ’ ἕκαστον ἡμῶν, τῷ τε προφορικῷ καὶ ἐνδιαθέτῳ, δύο ἀρετὰς ἀπένειμεν οἰκείας, τῷ μὲν προφορικῷ δήλωσιν, τῷ δὲ κατὰ διάνοιαν ἀλήθειαν· ἁρμόζει γὰρ διανοίᾳ μὲν μηδὲν παραδέχεσθαι ψεῦδος, ἑρμηνείᾳ δὲ μηδὲν ἐμποδίζειν τῶν εἰς τὴν ἀκριβεστάτην δήλωσιν.

λόγου δὲ οὐδὲν ὄφελος τὰ καλὰ καὶ σπουδαῖα σεμνηγοροῦντος, ᾧ μὴ πρόσεστιν οἰκείων ἀκολουθία πράξεων· ὅθεν τὸ λογεῖον ἤρτησεν ἐκ τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται, τὸν λόγον οὐ δικαιώσας ἔργων ἀπεζεῦχθαι· τὸν γὰρ ὦμον ἐνεργείας καὶ πράξεως ποιεῖται

σύμβολον. ἃ μὲν οὖν αἰνίττεται διὰ τῆς ἱερᾶς ἐσθῆτος, ἐστὶ τοιαῦτα. κίδαριν δὲ ἀντὶ διαδήματος ἐπιτίθησι τῇ κεφαλῇ δικαιῶν τὸν [*](2 alt. ὁ V-OK: om. ceteri τῶν om ’Κ 3 ἐξ — ἐστιν (4) om. H1P1, ἐξ — μέν add. mg. P2, ὦν — ἐστιν add. mg. Η2 ἐξ AFP2: om. ceteri 4 δὲ VOK 4. 5 ὁ δὲ προφορικός om. Α 5 καὶ ὁ μὲν add. Turn.: codd. οἷα — γεγωνός] οἶα τινὸς πηγῆς ἀειρρόου V2OK ὁ δὲ om. BEMF γεγωνὸς Turn: γεγονὼς codd. καὶ ῥέων Α 6 ἐστι AFGHP: om. ceteri δὲ post προφορὰν transp. BEM 8 λογίω Α 9 τοῦ GHP: om. ceteri 11 προσεκλήρωσαν BEM αὐτῶν Κ 12 ἀληθής τε BEMFN lo τε GHP: om. ceteri 14 συσκιάζειν V1AGHP: συσκιάζων ceteri διδαχθέντας M 15 τοῖς δυσὶ V2OK τῷ τε — οἰκείας (16) om. P1, add. mg. P2 προφορικὴν (sic) Κ 16 τῶ ἐνδιαθέτῳ G (Mang.) 17 ἀλήθεια N 18 παραδέχεσθαι — μηδὲν om τῶν AFGHPN: om. ceteri εἰς AFGHPN: πρὸς ceteri 11) δὲ] δ’ ἄρα AFN (v) post ὄφελος add. τοῦ v, om. codd. 20 οἰκείων AFN: οἰκεία BEMGHP, om. VOK 21 λόγιον Α 22 πράξεων Α 24 δ’ A, δὴ N δικαιῶν AGHP: δικαιώσας ccteri) [*](7 — 231,22 N fol. 157r: σχῆμα — κόσμος εἶναι.)

v.4.p.231
ἱερωμένον τῷ θεῷ, καθ’ ὃν χρόνον ἱερᾶται, προφέρειν ἁπάντων καὶ μὴ μόνον ἰδιωτῶν ἀλλὰ καὶ βασιλέων.

ὑπεράνω δὲ τὸ χρυσοῦν ἐστι πέταλον, ᾧ τῶν τεττάρων αἱ γλυφαὶ γραμμάτων ἐνεσφραγίσθησαν, ἐξ ὧν ὄνομα τοῦ ὄντος φασὶ μηνύεσθαι, ὡς οὐχ οἷόν τε ὂν ἄνευ κατακλήσεως θεοῦ συστῆναί τι τῶν ὄντων· ἁρμονία γὰρ πάντων ἐστὶν ἡ ἀγαθότης καὶ ἵλεως δύναμις αὐτοῦ.

τοῦτον τὸν τρόπον ὁ ἀρχιερεὺς διακοσμηθεὶς στέλλεται πρὸς τὰς ἱερουργίας, ἵν’, ὅταν εἰσίῃ τὰς πατρίους εὐχάς τε καὶ θυσίας ποιησόμενος, συνεισέρχηται πᾶς ὁ κόσμος αὐτῷ δι’ ὧν ἐπιφέρεται μιμήματα, ἀέρος τὸν ποδήρη, ὕδατος τὸν ῥοΐσκον, γῆς τὸ ἄνθινον, πυρὸς τὸ κόκκινον, οὐρανοῦ τὴν ἐπωμίδα, καὶ κατ’ εἶδος τοῖν δυοῖν ἡμισφαιρίοιν τοὺς ἐπὶ τῶν ἀκρωμίων σμαράγδους περιφερεῖς, ἐφ’ ὧν καθ’ ἑκάτερον γλυφαὶ ἕξ, τοῦ ζῳοφόρου τοὺς ἐπὶ τῶν στέρνων δώδεκα λίθους ἐκ τριῶν κατὰ τέτταρας στοίχους, τοῦ συνέχοντος καὶ διοικοῦντος τὰ σύμπαντα τὸ λογεῖον.

ἀναγκαῖον γὰρ ἦν τὸν ἱερωμένον τῷ τοῦ κόσμου πατρὶ παρακλήτῳ χρῆσθαι τελειοτάτῳ τὴν ἀρετὴν υἱῷ πρός τε ἀμνηστίαν ἁμαρτημάτων καὶ χορηγίαν ἀφθονωτάτων ἀγαθῶν.

ἴσως μέντοι καὶ προδιδάσκει τὸν τοῦ θεοῦ θεραπευτήν, εἰ καὶ μὴ τοῦ κοσμοποιοῦ δυνατόν, ἀλλὰ τοῦ γε κόσμου διηνεκῶς ἄξιον εἶναι πειρᾶσθαι, οὗ τὸ μίμημα ἐνδυόμενος ὀφείλει τῇ διανοίᾳ τὸ παράδειγμα εὐθὺς ἀγαλματοφορῶν αὐτὸς τρόπον τινὰ πρὸς τὴν τοῦ κόσμου φύσιν ἐξ ἀνθρώπου μεθηρμόσθαι καί, εἰ θέμις εἰπεῖν — θέμις δὲ ἀψευδεῖν περὶ ἀληθείας λέγοντα —, βραχὺς κόσμος εἶναι.

[*](1 τῷ om. VK 2 τὸ] τοῦ πέπλου N 3 τεσσάρων FN, om. BEM αἱ γλυφαὶ] ἐγγλυφαὶ A γραμμάτων αἰ γλυφαὶ transp. BEMFN 4 ὄντος] δέοντος H1P φησὶ O 4. b κατακλείσεως Β, κατακλείσεως E κατακλήσεως — ἁρμονία (5) om. H1P, add. mg. Η2 7 εἰς τὸν νεὼν) εἰσίῃ coni. Mang. εἰσίοι VOK, εἰσῄει E 8 τε AGHP: om. ceteri συνεισέρχεται MFN 9 μιμήματα scripsi: μιμημάτων AFGHPN (v), μίμημα BEMVOK 9. 10 τὀ ἄνθινον BEM: τὸν ἄνθινον Α, τὸ ἀνθινὸν FGHP, τὸ ἀνθεινὸν VOKN 10 καὶ oin. Α (fort. recte) 11 τοὺς] τὰς G ἀκρωμίδων Α 11.12 καθέκαστον V2OK, καθεκάστην BEM 12 τοῦ ζωοφόρου AFGHPN: om. ceteri 13 κατὰ τέσσαρας V2OK, καὶ τεσσάρων BEMV στίχους AV-OK συνέχοντος AFGHPN: συνιόντος BEM, συνιέντος VOK τὰ σύμπαντα] τὸ σύμπαν FGHPN (v) 14 λόγιον A 15 χρῆσθαι FGHPN: χρήσασθαι ceteri τελειωτάτω F ἀμνηστείαν Turn. 16 χορηγίας AVHP ἀφθονωτάτας AV1 18 ἀλλά γε τοῦ transp. Α, ἀλλ’ οὑν τοῦ γε F 19 ἐνδυόμενος AFGHPN: ἐναυόμενος V1, ἐναγόμενος V2OK, om. BEM τὸ παράδειγμα τῆ διανοία transp. BEM 21 μεθηρμόσθη P alt. θέμις AFGHP: om. ceteri δὲ ἀψευδεῖν FGHPN: δ’ ἀψευδεῖν A, διαψευδεῖν BEMV, καὶ ἀψευδεῖν V2OK περὶ om. Turn.)
v.4.p.232

Τῶν δὲ προπυλαίων ἔξω παρὰ ταῖς εἰσόδοις λουτήρ ἐστι χαλκοῦς, οὐκ ἀργὸν ὕλην λαβόντος τοῦ τεχνίτου πρὸς τὴν κατασκευήν, ὅπερ φιλεῖ γίνεσθαι, σκεύη δ’ ἐπιμελῶς δημιουργηθέντα πρὸς ἑτέραν χρείαν, ἃ μετὰ σπουδῆς καὶ φιλοτιμίας πάσης αἱ γυναῖκες εἰσήνεγκαν ἁμιλλώμεναι τοῖς ἀνδράσι πρὸς εὐσέβειαν, ἀγώνισμα καλὸν ἄρασθαι διανοηθεῖσαι καὶ καθ’ ὅσον δυνάμεως εἶχον σπουδάσασαι μὴ ἀπολειφθῆναι τῆς ἐκείνων ὁσιότητος·

κάτοπτρα γάρ, οἷς εὐμορφίαν εἰώθασι διακοσμεῖσθαι, μηδενὸς προστάξαντος, αὐτοκελεύστῳ προθυμίᾳ σωφροσύνης καὶ τῆς περὶ γάμον ἁγνείας καὶ τί γὰρ ἀλλ’ ἢ ψυχικοῦ κάλλους ἀπαρχὴν πρεπωδεστάτην ἀπήρξαντο.

ταῦτ’ ἔδοξε τῷ τεχνίτῃ λαβόντι χωνεῦσαι καὶ μηδὲν ἀπ’ αὐτῶν ἕτερον ἢ τὸν λουτῆρα κατασκευάσασθαι, περιρραντηρίοις ὅπως οἱ μέλλοντες εἰς τὸν νεὼν εἰσιέναι ἱερεῖς ἐπὶ τῷ τὰς διατεταγμένας ὑπουργεῖν λειτουργίας χρῶνται πόδας μάλιστα καὶ χεῖρας ἀπονιπτόμενοι — σύμβολον ἀνυπαιτίου ζωῆς καὶ βίου καθαρεύοντος ἐν πράξεσιν ἐπαινεταῖς, οὐ τὴν τραχεῖαν κακίας ὁδὸν ἢ κυριώτερον εἰπεῖν ἀνοδίαν ἀλλὰ τὴν δι’ ἀρετῆς λεωφόρον ἀπευθύνοντος —.

„ὑπομιμνῃσκέσθω μέντοι” φησί „καὶ ὁ μέλλων περιρραίνεσθαι, ὅτι τοῦδε τοῦ σκεύους ἡ ὕλη κάτοπτρα ἦν, ἵνα καὶ αὐτὸς οἷα πρὸς κάτοπτρον αὐγάζῃ τὸν ἴδιον νοῦν καί, εἴ τι ὑποφαίνοιτο αἶσχος ἐξ ἀλόγου πάθους ἢ παρὰ φύσιν ἐπαιρούσης καὶ μετεωριζούσης ἡδονῆς ἢ στελλούσης ἔμπαλιν λύπης καὶ καθαιρούσης ἢ ἀποστρέφοντος καὶ ἀποκλίνοντος τὴν ἐπ’ εὐθείας ὁρμὴν φόβου ἢ τῆς ἐπιθυμίας πρὸς τὰ μὴ παρόντα ἑλκούσης καὶ ἀποτεινούσης βίᾳ, τοῦτο θεραπεύῃ τε καὶ ἰᾶται τοῦ γνησίου καὶ ἀνόθου [*](1 τὰς εἰσόδους Α 2 χάλκειος V1, χάλκεος V2OK ἀργὴν B2MAVKP2, ἄργυρον F 2.3 ὃ πρὸς τὴν κατασκευὴν ὀφείλει γίνεσθαι A 3 ὅπερ FGHP: ἅπερ BEMV, ἧπερ V2OK 4 πάσης καὶ φιλοτιμίας transp. VOK ἁπάσης Α 6 ἔσχον Α σπουδάσαι V, σπουδάσασθαι Κ 7 εὐμορφίαν AFGHP: εἰς εὐμορφίαν ceteri (v) διακοσμεῖσθαι AFGHP: διακονεῖσθαι ceteri 9 ἀλλ’ om. AGHP ν) 11 τὸν] τοῦ Η περιρραντίοις Μ 13 λειτουργίας ὑπουργεῖν transp. GPH (v) 14 ἀπονιττόμενοι Η1 ἀνυπαίτιον BEM 15 κακίας ὀδὸν om. BEM IC) τὴν om. BEMAV1F δι’ ἀρετὴν Α ἀπευθύνοντες VK, ἀπευθύνοντας O 16.17 ὑπομιμνησκέσθω AFGHP: ὑπομιμνήσκεσθαι ceteri 17 μέντοι] μὲν Α 18 κάτοπτρα AGH: κάτοπτρον ceteri 19 καί] κἄν Α (v) 20 μετεωριζούσης AF: νεωτεριζούσης ceteri (Turn.) συστελλούσης BEMAG 21 καθαρευούσης A τὴν] τῆς BEM 22 τῆς eras. V2, om. OK μὴ eras. V2, om. OK 23 θεραπεύῃ τε Turn.: θεραπεύηται codd. θεραπεύεται A) τοῦ AFGHP: τοὺς ceteri γνησίους BEM καὶ om. BEM) [*](1 Exod. 30,18 ἕ Exod. 3826)

v.4.p.233
μεταποιούμενος κάλλους·

τὸ μὲν γὰρ τοῦ σώματος ἐν συμμετρίᾳ μερῶν εὐχροίᾳ τε καὶ εὐσαρκίᾳ κεῖται, βραχὺν τῆς ἀκμῆς ἔχον καιρόν, τὸ δὲ τῆς διανοίας ἐν ἁρμονίᾳ δογμάτων καὶ ἀρετῶν συμφωνίᾳ, μὴ χρόνου μήκει μαραινόμενον, ἀλλ’ ἐφ’ ὅσον ἐγχρονίζει καινούμενον καὶ νεάζον, χρώματι διαπρεπεῖ κεκοσμημένον ἀληθείας καὶ ὁμολογίας ἔργων πρὸς λόγους καὶ πρὸς ἔργα λόγων καὶ ἔτι βουλευμάτων πρὸς ἑκάτερα.“