De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὁ δὲ νομίσας αὐτοὺς ἢ προεδρίᾳ τὴν διανομὴν τά τε γέρα [*](1 τῷ om. Z 2 χιλιάρχαι Α δέ οm. O ἑκατοντάρχαι A 3 αὑτῶν VO: om. FHP, αὐτῶν ceteri συστρατευσαμένων FGHP: στρατευσαμένων ceteri (v) 4 λόγου om. F 5 ἐκ] ὁ G, om. Α 6 πολυτελέστατα] πολύτιμα BEMAK1Z 7 καθιερωμένῃ] καθ’ ἱεροσύνην G 8 παγκάλως HP 9 καὶ add. ante τὴν VO 9. 10 τὴν χωρὶς om. M 10 ἔργου FGHP: ἔργων ceteri (v) ἐπιδειξαμένων FGHP: ἐπιδειξάντων ceteri τι 11 σώματι VOG, σώμασι Κ ψυχὴ F 14 ἡγεμόνι FGHP: μεγάλων ἡγεμόνι A, μεγάλω ἡγεμόνι ceteri (v) 15 πόλεμοι corr. ex πολέμιοι Β, πολέμιοι G 16 τῆς om. V1GKZ, εἰς ss. K2 ἀντιπέραν V2OK2 17 τῆς ante εὐδαίμονος add. V2O 18 ἀνενεγκεῖν HP, ἀγαγεῖν Α αἱ om. KZ 19 post ἐπιτρέψαι add. αὐτοῖς V2O 19. 20 τὰς κληρουχίαις (sic) G 20 ἐνταυθοῖ om. BEMAVO αὐτὰς] τὰς VOF ἱδρυνθείσας G, ἱδρυνθησομένας V2O 21 εἶναι ἔφασκον transp. Α (v), ἔφασκον om. KZ τε om. A (Turn.) 22 εὔυδρόν τε Z 22. 23 ἀπαυτονομίζοντα (sic) C) [*](18 sqq. Num. cap. 32)

v.4.p.197
πρὸ καιροῦ λαμβάνειν ἀξιοῦν ἢ πρὸς τοὺς μέλλοντας πολέμους ἀποκνεῖν, ἐφεδρευόντων ἔτι πλειόνων βασιλέων, οἳ τὴν εἴσω τοῦ ποταμοῦ χώραν διεκεκλήρωντο, πάνυ δυσχεράνας πρὸς ὀργὴν ἀποκρίνεται καί φησιν·

„ὑμεῖς μὲν οὖν ἐνταυθοῖ καθεδεῖσθε σχολὴν ἐν οὐ δέοντι καὶ ἀργίαν ἕξοντες, τοὺς δ’ ὑμετέρους συγγενεῖς καὶ φίλους οἱ λειπόμενοι τραχηλιοῦσι πόλεμοι, καὶ τὰ μὲν ἆθλα μόνοις ὑμῖν ὡς ἐπὶ κατωρθωμένοις πᾶσι δοθήσεται, μάχαι δὲ καὶ πόνοι καὶ ταλαιπωρίαι καὶ οἱ ἀνωτάτω κίνδυνοι ἑτέρους ἀναμενοῦσιν;

ἀλλ’ οὐ δίκαιον ὑμᾶς μὲν εἰρήνην καὶ τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ καρποῦσθαι, τοὺς δ’ ἄλλους πολέμοις καὶ κακοῖς ἀμυθήτοις ἐναθλεῖν, οὐδὲ προσθήκην τὸ ὅλον μέρους εἶναι· τοὐναντίον γὰρ ἕνεκα τῶν ὅλων τὰ μέρη κληρονομίας ἀξιοῦται.

πάντες ἐστὲ ἰσότιμοι, γένος ἕν, οἱ αὐτοὶ πατέρες, οἰκία μία, ἔθη τὰ αὐτά, κοινωνία νόμων, ἄλλα μυρία, ὧν ἕκαστον τὴν οἰκειότητα συνδεῖ καὶ πρὸς εὔνοιαν ἁρμόζεται. διὰ τί δὴ τῶν ἴσων ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις ἀξιωθέντες ἐν ταῖς διανομαῖς πλεονεκτήσετε, ὡς ἢ ἄρχοντες ὑπηκόων ἢ δεσπόται δούλων καταφρονήσαντες;

ἔδει μὲν ὑμᾶς ταῖς ἑτέρων πληγαῖς πεπαιδεῦσθαι· φρονίμων γὰρ ἀνδρῶν μὴ ἀναμένειν, ἄχρις ἂν ἐπ’ αὐτοὺς ἔλθῃ τὰ δεινά· νυνὶ δὲ παραδείγματ’ ἔχοντες οἰκεῖα τοὺς πατέρας, οἳ κατεσκέψαντο τήνδε τὴν χώραν, καὶ τὰς ἐκείνων συμφορὰς καὶ τῶν συναπονοηθέντων—ἅπαντες γὰρ ἔξω δυοῖν ἀπώλοντο —, δέον μηδενὶ τῶν ὁμοίων συνεπιγράφεσθαι, δειλίαν, ὦ κενοὶ φρενῶν, ζηλοῦτε ὡς οὐκ εὐαλωτότεροι γενησόμενοι καὶ τὰς προθυμίας ὑποσκελίζετε τῶν ἀνδραγαθίζεσθαι προαιρουμένων ἐκλύοντες καὶ παριέντες αὐτῶν τὰ φρονήματα. [*](2 ἔσω A 3 διακεκλήρωντο KZ, διεκληρώσαντο FG, ἐκεκλήρωντο Α (v) δυσχεράνας] δυσχεραίνει καὶ Z ἀποκρίνεται codd. (Turn.): ἐπικρίνεται Mang. 4 οὖν FGHP: 0111. ceteri ἐνταῦθα VOK2 5 δὲ AF ἡμετέρους F οὐ συγγενεῖς FGHP: οἰκείους καὶ συγγενεῖς ceteri (v) 5. 6 τροαχηλιῶσι Α 6 πολέμιοι GHPK1 ἆθλα] ἔσθα G κατορθωμένοις BEMG 7 διαθήσεται HP 8 ἑτέροις P ἀναμένουσιν CP ἡμᾶς Z τὰ om. M 9 δὲ F post κακοῖς add. τοσούτοις Α (v) 10 προσθήκην FGHPKZ: προσθήκης ceteri μέρους FH2KZ: μέρος ceteri 11 ὅλων H2KZ: ἄλλων ceteri μέρη H2KZ: περὶ ceteri κληρονομίας] προνομίας coni. Mang. ἀξιοῦται Κ: ἀξιοῦνται FGHPZ, ἀξιοῦτε ceteri 14 δὴ CVOFGP: δὲ ceteri (v) 15 πλεονεκτήσετε ἐν ταῖς διανομαῖς transp. Z ἐπλεονεκτήσετε G; ἐπλεονεκτήσατε coni. Mang. 17 ἐπ’ αὐτοὺς om. M 18 ἔλθοι Z παραδείγματ’ CBEMKZ: παραδείγματα ceteri 19 κατεσκάψαντο G 20 ἀπονοηθέντων F ε γὰρ om. M δυεῖν F 21 ζηλοῦται G)

v.4.p.198
τοιγάρτοι σπεύδοντες ἁμαρτάνειν σπεύσετε καὶ πρὸς τιμωρίας·

ἡ γὰρ δίκη μόλις μὲν εἴωθε κινεῖσθαι, κινηθεῖσα δ’ ἅπαξ φθάνει προκαταλαμβάνουσα τοὺς ἀποδιδράσκοντας.

ὅταν οὖν ἅπαντες μὲν οἱ ἐχθροὶ καθαιρεθῶσιν, ἔφεδρος δὲ μηδεὶς ἔτι προσδοκᾶται πόλεμος, ἐν δὲ ταῖς εὐθύναις ἀνεπίληπτοι δοκιμασθῶσιν οἱ σύμμαχοι, μὴ λιποτάξιον, μὴ λιποστράτιον, μηδὲν ἄλλο τῶν ἐφ’ ἥττῃ διαπεπραγμένοι, παραμεμενηκότες δ’ ἐξ ἀρχῆς ἄχρι τέλους φαίνωνται καὶ τοῖς σώμασι καὶ ταῖς προθυμίαις, ἐρημωθῇ δὲ πᾶσα ἡ χώρα τῶν προενῳκηκότων, τηνικαῦτα δοθήσεται τὰ γέρα καὶ τὰ ἀριστεῖα ταῖς φυλαῖς ἐξ ἴσου.“

τὴν δὲ νουθεσίαν πρᾴως ἐνεγκόντες ὡς υἱοὶ γνήσιοι σφόδρα εὔνου πατρὸς—ᾔδεσαν γὰρ αὐτὸν οὐ καταλαζονευόμενον ἀρχῆς ἐξουσίᾳ, προκηδόμενον δὲ πάντων καὶ δικαιοσύνην καὶ ἰσότητα τιμῶντα καὶ τὸ μισοπόνηρον οὐκ ἐπ’ ὀνείδει σωφρονισμῷ δὲ τῶν βελτιοῦσθαι δυναμένων αἰεὶ ποιούμενον—„εἰκότως μὲν“ ἔφασαν „ἀγανακτεῖς, εἰ τοῦθ’ ὑπείληφας, ὅτι τὴν συμμαχίαν ἀπολιπόντες πρὸ καιροῦ τὰς λήξεις λαβεῖν ἐπειγόμεθα.

χρὴ δὲ σαφῶς εἰδέναι, ὅτι οὐδὲν ἡμᾶς φοβεῖ τῶν σὺν ἀρετῇ, κἂν ἐπιπονώτατον τυγχάνῃ. κρίνομεν δ’ ἀρετῆς ἔργα, πειθαρχεῖν τέ σοι τοιῷδε ἡγεμόνι καὶ τῶν δεινῶν μὴ ὑστερίζειν καὶ ἐν ἁπάσαις ἐξετάζεσθαι ταῖς μελλούσαις στρατείαις, ἄχρις ἂν τὰ πράγματα λάβῃ τέλος αἴσιον.

ἡμεῖς μὲν οὖν καθὰ καὶ πρότερον συνταξάμενοι διαβησόμεθα τὸν Ἰορδάνην ἐν ταῖς παντευχίαις, οὐδενὶ τῶν ὁπλιτῶν πρόφασιν παρασχόντες μονῆς· υἱοὶ δὲ κομιδῇ νήπιοι καὶ θυγατέρες καὶ γυναῖκες καὶ τὸ πλῆθος τῶν βοσκημάτων, ἐὰν ἐπιτρέπῃς, ὑπολελείψονται, παισὶ μὲν καὶ γυναιξὶν οἰκίας ἐπαύλεις δὲ θρέμμασι κατασκευασάντων ἡμῶν, [*](1 τοιγαροῦν Κ σπεύσετε FGHP: σπεύδετε ceteri (v) 2 δὲ CBEBIKZ ἅπαξ] αὖθις G 3 μὲν post ὅταν transp. BMKZ 5 εὐθύναις] ἀθήναις Z δοκιμασθῶσιν] δοκῶσιν FGHP 5. 6 λιποτάξιον—λιποστράτιον C: λοιποτάξιον—λοιποστράτιον Z, λειποτάξιον—λειποστράτιον ceteri 6 μηδὲ GKZ 7 δ’ om. Z φαίνωνται FHP: φαίνονται G, φαίνοιντο ceteri 8 ἐρημωθήσεται Α ἡ οm. O προνενοηκότων VO (ενωκηκό ss. man. rec. V), ἐνῳκηκότων G 10 σφόδρ’ FGHP 11 ᾔδεσαν scripsi: ᾔδεισαν codd. ἐξουσία ἀρχῆς transp. KZ 12 καὶ δικαιοσύνην om. G 13 οὐκ om. KZ τῶν] τοῦ Z 14 αἰεὶ FGHP: om. ceteri αἰεὶ ποιούμενον] ἀντιποιούμενον vel περιποιούμενον coni. Mang.; διαπονούμενον Vel ἐπιδεικνύμενον conicio εἰ τοῦθ’] εἰ τοῦτο F, εἶθ’ Α 16 ἐπειγώμεθα O 17 ἐπιπονώτερον K1Z κρινόμενα HP 18 τέ om. CVO 19 στρατιαῖς VOFGHPK2 τὰ πρᾶγμα (sic) Η 19. 20 τέλος αἴσιον λάβη transp. Η 20 καθ᾿ ἃ BEM συνετάξαμεν Α 21 παντευτυχίαις Z 22 μονῆς παρασχόντες transp. CVO κομιδῇ om. H post θυγατέρες add. καὶ μητέρες Α (v) 23 ἐπιτρέπεις G)

v.4.p.199
ἵνα μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν πάθωσιν ἐν ἀτειχίστοις καὶ ἀφρουρήτοις προκαταληφθέντες.“

ὁ δ’ ἵλεῳ τῷ βλέμματι καὶ πρᾳοτέρᾳ τῇ φωνῇ „ἀψευδοῦσιν ὑμῖν“ ἔφη „βέβαιοι μενοῦσιν ἃς ᾐτήσασθε λήξεις. ὑπολείπεσθε μὲν ὡς ἀξιοῦτε γυναῖκας καὶ παῖδας καὶ βοσκήματα, κατὰ λόχους δ’ αὐτοὶ διαβαίνετε μετὰ τῶν ἄλλων ὡπλισμένοι καὶ ἐκτεταγμένοι πρὸς μάχην ὡς αὐτίκα, ἢν δέῃ, πολεμήσοντες.

αὖθις δ’ ὅταν ἅπαντες οἱ ἐχθροὶ καθαιρεθῶσι καὶ γενομένης εἰρήνης τὴν χώραν οἱ κεκρατηκότες διανείμωνται, καὶ ὑμεῖς ἐπανελεύσεσθε πρὸς τοὺς οἰκείους τῶν ἐπιβαλλόντων ἀπολαύσοντες ἀγαθῶν καὶ καρπωσόμενοι ἣν εἵλεσθε μοῖραν.“

ταῦτ’ εἰπόντος καὶ ὑποσχομένου, πληρωθέντες εὐθυμίας καὶ χαρᾶς τοὺς μὲν οἰκείους μετὰ τῶν θρεμμάτων ἀσφαλῶς ἐν ἐρύμασι δυσαλώτοις, ὧν τὰ πλεῖστα χειροποίητα ἦν, ἱδρύονται, τὰ δ’ ὅπλα ἀναλαβόντες ἐξέθεον τῶν ἄλλων συμμάχων προθυμότερον ὡς ἢ μόνοι πολεμήσοντες ἢ προαγωνιούμενοι πάντων· ὁ γὰρ προλαβών τινα δωρεὰν προθυμότερος εἰς συμμαχίαν, ἀποτίνειν ἀναγκαῖον ὄφλημα νομίζων, οὐ χαρίζεσθαι.

τὰ μὲν δὴ κατὰ τὴν βασιλείαν πεπραγμένα αὐτῷ μεμήνυται· λεκτέον δ’ ἑξῆς καὶ ὅσα διὰ τῆς ἀρχιερωσύνης καὶ νομοθετικῆς κατώρθωσε· καὶ γὰρ ταύτας περιεποιήσατο τὰς δυνάμεις ὡς ἁρμοττούσας μάλιστα βασιλείᾳ.

[*](1 μηδὲν] μηδεὶς Z 2 προκαταληφθέντες (η ex εἰ corr.) Z, προκαταλειφθέντες βλέμματι προκαταλειφθέντες P δὲ Α βλέμματι] ὄμματι VO, ὄμματι Κ πραότερον FG, πρότερον BEMA 3 μένουσιν C 3. 4 ὑπολίπεσθε OKZ, ὑπολείπεσθαι MG 5 μετὰ] πρὸς G ἄλλων] ὅλων BEMAF ἐντεταγμένοι KZ 6 δέοι A δ’ om. VO 7 εἰς ante τὴν add. P post κεκρατηκότες repet. τὴν χώραν Z 8 διανείμωνται FGHP: διανεμοῦνται V2O διανέμωνται ceteri καὶ] αὖθις (paene evan.) Z ἐπανελεύεσθε M 8. 9 ἐπιβαλόντων MKZ 9 ἀπολαύσαντες KZ, ἀποβάλλοντες G 10 pr. καὶ om. M 11 ἀσφαλῶς om. 12 ἢν om. Α ἱδρύοντο Α δὲ F 13 μόνον Α 14 πάντων Mang.: πάντως codd. προλαβὼν VOFGHP: λαβὼν ceteri προθυμότατος Turn. 15 εἰς συμμαχίαν codd.: εἰς τὴν συμμαχίαν v νομίζων om. BEMA 16 δὴ om. G αὐτοῦ VO μεμύνηται CK, μεμήνυται corr. ex μεμύνηται Β; hic desinit C, reliqua suppl. in marg. man. rec. λεκτέα BEMKZ 17 δὲ F ἱεροσύνης G νομικῆς G κατόρθωσε MZ 18 τὰς om. Α 19 βασιλεία FGHP: βασιλεῖ ceteri)