De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τρίτον δ’ ἐπιφέρεσθαι μὲν οὐκ ἦν οὐδὲ προδιδάσκεσθαι, ἔμελλε δ’ ἐκπλήττειν οὐκ ἔλαττον τὴν ἀρχὴν τοῦ γίνεσθαι λαβὸν ἐν Αἰγύπτῳ. ἦν δὲ τοιοῦτο· „τοῦ ποταμίου“ φησίν „ὕδατος ὅσον ἂν ἀρυσάμενος ἐπὶ τὴν γῆς ἐκχέῃς, αἷμα ξανθότατον ἔσται πρὸς τῇ χρόᾳ καὶ τὴν δύναμιν ἑτεροιωθὲν εἰς ἀλλαγὴν παντελῆ.“

πιστὸν δ’ ὡς ἔοικε καὶ τοῦτ’ ἀνεφαίνετο, οὐ μόνον διὰ τὸ τοῦ λέγοντος ἀψευδές, ἀλλὰ καὶ διὰ τὰ ἤδη προεπιδειχθέντα ἐπί τε τῆς χειρὸς καὶ τῆς βακτηρίας θαυματουργήματα.

πιστεύων δ’ ὅμως παρῃτεῖτο τὴν χειροτονίαν [*](1 ἤδη GHP: om. ceteri 2 τε om. M 4 μετεστοιχειοῦτο G: ἀνεστοιχειοῦτο ceteri (v) 5 ἀμφοτέρας τὰς μεταβολὰς transp. CVO 6 διακρῖναι VO πληχθείσης CVOGHP: πληγείσης ceteri 11 χροιὰν Κ1Ζ ἀποβαλοῦσα G 12 διδασκάλου ΗPV2O(v) γνώριμα V2O 13 alt. τὴν GHP: om. ceteri 14 προεφοδιάσθη GP, προσεφωδιάσθη Α ἐπιφαίνεσθαι P 15 δὲ Α οὐκ ἔλαττον om. Ο τὴν om. VOHPKZ τὴν τοῦ γενέσθαι ἀρχὴν transp. Α γενέσθαι BEMA(v) λαβὼν V1GP1KZ 16 τοιοῦτον GHO ἄν] ἐὰν GHP, om. ceteri 17 τῆς γῆς P ἐκχέεις AVO χροιὰ K1Z παναληθὲς δὲ ὡς ἔπρεπεν 18 παντελῆ. πιστὸν GHP: παντέλπιστον CVOBEMZ, παντέλπιστον Κ, παντάπιστον Α δὲ ΜΑ 19 τοῦτο Α 20 προεπιδειχθέντα GHP: ἐπιδειχθέντα ceteri 21 θαυμασιουργήματα BEMVKZ) [*](21 sqq. Origenes in Exod. Homil. III 1 (t. IX p. 22 Lomm.): ubi coepit audire vocem dei et eloquia divina suscipere, tunc seusit exilem et gracilem vocem suam tardamque et impeditam esse suam intellegit linguam: tunc se pronuntiat mutum, cum coepit agnosccre verum illud verbum . . . at si ipsum quis contempletur divinum verbum, . . . ipse apud deum mutum se animal profitebitur . . . omnes enim homiues ad comparationem verbi divini non solum ineloquentes, sed et muti putaudi sunt.)

v.4.p.139
ἰσχνόφωνον καὶ βραδύγλωσσον, οὐκ εὔλογον, αὑτὸν εἶναι φάσκων καὶ μάλιστ’ ἀφ’ οὗ λέγοντος ἤκουε θεοῦ· νομίσας γὰρ τὴν ἀνθρωπίνην λογιότητα κατὰ σύγκρισιν τῆς θείας ἀφωνίαν εἶναι καὶ ἅμα τὴν φύσιν εὐλαβὴς ὢν ὑπεστέλλετο τοῖς ὑπερόγκοις, τὰ λίαν μεγάλα κρίνων οὐ καθ’ αὑτόν, καὶ παρεκάλει ἕτερον ἑλέσθαι τὸν εὐμαρῶς ἕκαστα τῶν ἐπισταλέντων διαπράξασθαι δυνησόμενον.

ὁ δ’ ἀποδεξάμενος αὐτὸν τῆς αἰδοῦς "ἆρά γε ἀγνοεῖς“ εἶπε "τὸν δόντα ἀνθρώπῳ στόμα καὶ κατασκευάσαντα γλῶτταν καὶ ἀρτηρίαν καὶ τὴν ἅπασαν λογικῆς φωνῆς ὀργανοποιίαν; αὐτός εἰμι ἐγώ. μηδὲν οὖν δείσῃς· ἐμοῦ γὰρ ἐπινεύσαντος ἀρθρωθήσεται πάντα καὶ μεταβαλεῖ πρὸς τὸ μέτριον, ὡς μηδενὸς ἔτι ἐμποδίζοντος ῥεῖν εὔτροχον καὶ λεῖον ἀπὸ καθαρᾶς πηγῆς τὸ τῶν λόγων νᾶμα. χρεία δ’ εἰ γένοιτο ἑρμηνέως, ὑποδιακονικὸν στόμα τὸν ἀδελφὸν ἕξεις, ἵν’ ὁ μὲν τῷ πλήθει ἀπαγγέλλῃ τὰ ἀπὸ σοῦ, σὺ δ’ ἐκείνῳ τὰ θεῖα.“

Ταῦτ’ ἀκούσας — οὐ γὰρ ἦν εἰς ἅπαν ἀντιλέγειν ἀσφαλὲς οὐδ’ ἀκίνδυνον — ἄρας ἐβάδιζε μετὰ γυναικὸς καὶ τέκνων ὁδὸν τὴν ἐπ’ Αἴγυπτον, καθ’ ἣν ὑπαντήσαντα τὸν ἀδελφὸν πείθει συνακολουθεῖν ὑπειπὼν τὰ θεῖα λόγια· τῷ δ’ ἄρα προϋπείργαστο ἡ ψυχὴ κατ’ ἐπιφροσύνην θεοῦ πρὸς πειθαρχίαν, ὡς ἀνενδοιάστως συναινεῖν καὶ ἑτοίμως ἕπεσθαι.

παραγενόμενοι δ’ εἰς Αἴγυπτον γνώμῃ καὶ ψυχῇ μιᾷ τὸ μὲν πρῶτον τοὺς δημογέροντας τοῦ ἔθνους συναγαγόντες ἐν ἀπορρήτῳ μηνύουσι τοὺς χρησμοὺς καὶ ὡς ἔλεον καὶ οἶκτον λαβὼν αὐτῶν ὁ θεὸς ἐλευθερίαν καὶ τὴν ἐνθένδε μετανάστασιν εἰς ἀμείνω χώραν ὁμολογῶν [*](1 pr. καὶ GHP: om. ceteri εὔλογον] εὔγλωττον GH2, εὔλαλον V2OK2 αὐτὸν CBiMGPKZ 2 μάλιστα MA ἤκουσε V2 νομίσαι HPO 3 λογιότητα GHP: νηπιότητα ceteri θείας Mang.: ἀληθείας codd. καὶ ἅμα om. Z 4 ὑπεστέλλετο GHPV2O: ὑπέστελλε ceteri τὰ corr. in ταῦτα V, ταῦτα O οὐ CV1GHP: om. O, ἢ ceteri 5 καθ’ αὑτόν GHP: κατ’ αὐτόν ceteri (v) 6 ἐπιταγέντων V2O δυνησόμενον GHP: δυνάμενον ceteri 7 ἄρ’ A γε KZ: om. ceteri εἶπεν CBE 9 ἐγώ om. M ἐπιπνεύσαντος vel ἐμπνεύσαντος coni. Mang. 10 μέτριον GHP: βέλτιον ceteri (v) ὡς GHP: om. ceteri ἔτι om. M 11 ῥεῖν] ῤεύσειν coni. Mang. 12 λόγων] λογισμῶν GHP 13 ἀπαγγέλλει G, ἀπαγγέλλοι Α ἀπὸ GHP: ὑπὸ ceteri σὺ] σοὶ G δὲ C 15 ταῦτα C, τοῦτ’ HP εἰσάπαν AKZ ἀσφαλὲς ἀντιλέγειν transp. A(v) 16 οὐδέ C ἄρας] δρᾶς C τῆς γυναικὸς Κ ἐπ’ GHP: κατ’ ceteri (v) 17 ἀπαντήσαντα VOK2 γρ. ὑπειπὼν 18 ὑπὸ τῶν (sic) Κ 18. 19 κατ’ ἐπὶ σωφροσύνην V1 19 θεοῦ GHP: θείαν ceteri συναινεῖν] συνιέναι V2OK2 22 ὡς] εἰς Μ αὐτῶν λαβὼν transp. G 23 τὴν] τῶν HP μετάστασιν MG)

v.4.p.140
αὐτὸς ἔσεσθαι τῆς ὁδοῦ ἡγεμὼν ὑπισχνεῖται.

μετὰ δὲ ταῦτα καὶ τῷ βασιλεῖ θαρροῦσιν ἤδη διαλέγεσθαι περὶ τοῦ τὸν λεὼν ἱερουργήσοντα ἐκπέμψαι τῶν ὅρων· δεῖν γὰρ ἔφασκον ἐν ἐρήμῳ τὰς πατρίους θυσίας ἐπιτελεσθῆναι, μὴ κατὰ τὰ αὐτὰ ταῖς τῶν ἄλλων ἀνθρώπων γινομένας, ἀλλὰ τρόπῳ καὶ νόμῳ διαφεύγοντι τὴν κοινότητα διὰ τὰς τῶν ἐθῶν ἐξαιρέτους ἰδιότητας.

ὁ δ’ ἐξ ἔτι σπαργάνων προγονικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος καὶ μηδένα τὸ παράπαν νοητὸν θεὸν ἔξω τῶν ὁρατῶν νομίζων ἀποκρίνεται πρὸς ὕβριν εἰπών· „τίς ἐστιν οὗ χρή με ὑπακούειν; οὐκ οἶδα τὸν λεγόμενον τοῦτον καινὸν κύριον· οὐκ ἐξαποστέλλω τὸ ἔθνος ἐπὶ προφάσει ἑορτῆς καὶ θυσιῶν ἀφηνιάσον“ (cf. Exod. 5,2).

εἶθ’ ἅτε χαλεπὸς καὶ βαρύμηνις καὶ ἀπαραίτητος τὴν ὀργὴν κελεύει τοὺς τοῖς ἔργοις ἐφεστῶτας προπηλακίζεσθαι ὡς ἀνέσεις καὶ σχολὴν ἐνδιδόντας, ἀνέσεως καὶ σχολῆς εἶναι λέγων τὸ βουλεύεσθαι περὶ θυσιῶν καὶ ἑορτῶν· τοὺς γὰρ ἐν ἀνάγκαις τούτων οὐδὲ μεμνῆσθαι, ἀλλ’ οἷς ὁ βίος ἐν εὐπαθείᾳ πολλῇ καὶ τρυφῇ.

βαρυτέρας οὖν ἢ πρότερον συμφορὰς ὑπομενόντων καὶ ἐπὶ τοῖς ἀμφὶ Μωυσῆν δυσχεραινόντων ὡς ἀπατεῶσι καὶ τὰ μὲν λάθρα τὰ δὲ φανερῶς κακηγορούντων καὶ ἀσεβείας αἰτιωμένων ἐπὶ τῷ δοκεῖν θεοῦ κατεψεῦσθαι, δεικνύειν ἄρχεται Μωυσῆς ἃ προὐδιδάχθη τέρατα, νομίσας τοὺς θεασομένους ἐκ τῆς ἐπεχούσης ἀπιστίας εἰς πίστιν τῶν λεγομένων μεταβαλεῖν.

ἡ δὲ τῶν τεράτων ἐπίδειξις ἐγένετο καὶ τῷ βασιλεῖ διὰ σπουδῆς καὶ τοῖς ἐν τέλει τῶν Αἰγυπτίων. πάντων οὖν τῶν δυνατῶν συρρυέντων εἰς τὰ βασίλεια, λαβὼν τὴν βακτηρίαν ὁ Μωυσέως ἀδελφὸς καὶ κατασείσας μάλα ἐπιδεικτικῶς εἰς τοὔδαφος ῥίπτει· καὶ ἡ μὲν δράκων [*](1 αὐτὸς VO: αὐτῆς Z, αὐτοῖς ceteri 2 λαὸν P ἱερουργήσαντα V1H1P 3 ἐν ἐρημία VOK2 4 γινομένας GV2O: γινομέναις ceteri γενομέναις v) 5 νόμω καὶ τρόπω transp. Z διαφέροντι VO τῆς κοινότητος V2O ἐθνῶν BKZVOH 6 ἰδιότας (sic) C ὅδ’ Z προγονικῷ CG: προγονικῶν ceteri 7 ἔξω τῶν ὁρατῶν νοητὸν θεὸν transp. KZ 9 ἐξαποστέλλω V1GHP: ἐξαποστελῶ CV2O, ἀποστέλλω ceteri 10 ἑορτῶν Z ἐφηνιάσοντα BEM, ἀφηνιάσοντας C 11 τὴν] εἰς GHP, om. CVO 12 post ὡς add. εἰς G2HP 13 τοὺς] τοῖς BEMA 14 οὐδὲν KZ πολλῇ om. Α 15 ἐπὶ om. M 16 post δὲ add. καὶ HP 17 κατηγορούντων VOG1 ἀσεβείας Mang.: ἀσέβειαν codd. τῷ] τὸ C κατεΦεῦσθαι GHP: καταψεύδεσθαι ceteri 18 δεικνύειν GHP: διακονεῖν ceteri 18. 19 θεασομένους VOGHP θεασαμένους ceteri 19 εἰς τὴν πίστιν Η 20 post βασιλεῖ add. αὐτῶ GHP 21 δυναστῶν coni. Μang. 21.22 συρρεόντων G 22 μωυσέως VG: μωϋσοῦ C, μώσεως ceteri 23 ῥιπτεῖ BEMA, ῥύπτει G) [*](1 sqq. Exod. cap. 5 20 sqq. Exod. 7, 10 sqq.)

v.4.p.141
αὐτίκα γίνεται, οἱ δ’ ἐν κύκλῳ κατεθεῶντο καὶ ἅμα θαυμαστικῶς ἔχοντες ὑπὸ δέους ἐξαναχωροῦντες ἀπέφευγον.

σοφισταὶ δ’ ὅσοι καὶ μάγοι παρετύγχανον „τί καταπλήττεσθε;“ εἶπον· „οὐδ’ ἡμεῖς τῶν τοιούτων ἀμελετήτως ἔχομεν, ἀλλὰ χρώμεθα τέχνῃ δημιουργῷ τῶν ὁμοίων.“ εἶθ’ ἑκάστου βακτηρίαν ἣν εἶχε ῥίψαντος, δρακόντων πλῆθος ἦν καὶ περὶ ἕνα τὸν πρῶτον εἱλοῦντο.

ὁ δ’ ἐκ πολλοῦ τοῦ περιόντος διαναστὰς πρὸς ὕψος τὰ μὲν στέρνα εὐρύνει, τὸ δὲ στόμα διοίξας ὁλκοῦ πνεύματος ῥύμῃ βιαιοτάτῃ καθάπερ βόλον ἰχθύων πάντας ἐν κύκλῳ σαγηνεύσας ἐπισπᾶται καὶ καταπιὼν εἰς τὴν ἀρχαίαν φύσιν τῆς βακτηρίας μετέβαλεν.

ἤδη μὲν οὖν ἐν ἑκάστου τῇ ψυχῇ τῶν ἐθελοκακούντων τὸ ὕποπτον διήλεγξεν ἡ μεγαλουργηθεῖσα ὄψις, ὡς μηκέτι νομίζειν ἀνθρώπων σοφίσματα καὶ τέχνας εἶναι τὰ γινόμενα πεπλασμένας πρὸς ἀπάτην. ἀλλὰ δύναμιν θειοτέραν τὴν τούτων αἰτίαν, ᾗ πάντα δρᾶν εὐμαρές.

ἐπεὶ δὲ καὶ ὁμολογεῖν ἀναγκασθέντες ὑπὸ τῆς τῶν γινομένων ἐμφανοῦς ἐναργείας οὐδὲν ἧττον ἐθρασύνοντο, τῆς αὐτῆς ἀπανθρωπίας καὶ ἀσεβείας ὥσπερ ἀγαθοῦ τινος ἐπειλημμένοι βεβαιοτάτου, μήτε τοὺς καταδουλωθέντας ἀδίκως ἐλεοῦντες μήτε τὰ διὰ τῶν λόγων προσταττόμενα δρῶντες, ἅτε δὴ τοῦ θεοῦ τρανοτέραις χρησμῶν ἀποδείξεσι ταῖς διὰ σημείων καὶ τεράτων τὸ βούλημα δεδηλωκότος, ἐμβριθεστέρας ἐπανατάσεως ἐδέησε καὶ πληγῶν ἑσμοῦ, αἷς οἱ ἄφρονες νουθετοῦνται, οὓς λόγος οὐκ ἐπαίδευσε.

[*](1 καταθεῶντο C ἔχοντες] ἄγοντες Α 2 ἔξω χωροῦντες BEMAKZ, ἐξανεχώρουν ΗΡ ἀπέφυγον CVO, ἔφευγον G, om. ΗΡ 3 καταπλήττεσθαι G 5 ἣν om. G καὶ] οἳ coni. Mang. 6 εἰλοῦντο BEV δὲ VO 7 διανοίξας VO Cat. 8 βιαιοτάτου Κ βόλος vel βόλους Cat., ἀμφιβόλῳ V2O 9 τῆς] τὰς V2O μετέβαλλεν Η 9. 10 οὕτως μὲν οὖν ἑκάστου τοῦτο τεθεαμένου τῶν ἐθελοκακούντων Cat. 12 τέχνας] τεχνάσματα Cat. codd. nonnulli πεπλασμένα Cat. 12. 13 θειοτάτην Α (Turn.) 13 ἐπεὶ GHP: ἐπειδὴ ceteri καὶ CVOHP: om. ceteri 14 ἐναργείας C2 (coni. Mang.): ἐνεργείας ceteri 16 ἐνειλημμένοι C (et V1 ut vid.), ἀντειλημμένοι V2OK2G, ἀντιλαμβανόμενοι mg. O βεβαιότητος Κ, βεβαιότητα Z, βιαιοτάτου BEMA 17 λόγων] λογίων coni. Mang. προσταττόμενοι Α 18 ἐπιδείξεσι A(v) τὸ βούλημα] βούλημα in fine pag. om. Β, τὸ in τοῦτο corr. m. alt., τοῦτο M 19 ἐπανατάσεως Mang.: ἐπαναστάσεως codd. ἐδέησεν CB 19. 20 ἐσμοῦ, αἶς Cat.: αἷς μόναις GHP, αἷς μόνον KZ, ἐσμοῦ (om. αἷς) ceteri 20 οἱ om. Cat. ἐπαίδευσεν CB Cat.)[*](6— 13 Catena in Exod. 7,12 (Cat. Lips. I p. 629) Φίλωνος ἑβραίου: ἐκ πολλοῦ τοῦ περιόντος διαναστὰς πρὸς ὕψος ὁ ἐκ τῆς ῥάβδου Μωυσέως γενόμενος δράκων τὰ μὲν στέρνα εὐρύνει — δρᾶν εὐμαρές. —13 Procop. Gaz. Comment. in Exod. 7,12 (Migne t. 871 Col. 543 Wendland Neu entd. Fragra. Philos p. 93): ταῦτα διήλεγξε τὰ σοφίσματα καὶ τὰς πεπλασμένας τέχνας πρὸς ἀπάτην ἡ καταπιοῦσα ῥάβδος τοῦ ᾿Ααρὼν τὰς τῶν μάγων ὡς ἀπὸ θειοτέρας ποιήσασα τοῦτο δυνάμεως. 17— 20 Catena in Exod. 7, 13 (Cat. Lips. I p. 630) Φίλωνος ἑβραίου: ὅτε δὴ—ἐπαίδευσεν.)
v.4.p.142

Δέκα δὲ ἐπάγονται τῇ χώρᾳ τιμωρίαι, κατὰ τῶν τέλεια ἡμαρτηκότων τέλειος ἀριθμὸς κολάσεως· ἦν δὲ κόλασις παρηλλαχυῖα τὰς ἐν ἔθει. τὰ γὰρ στοιχεῖα τοῦ παντός, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ἐπιτίθενται, δικαιώσαντος θεοῦ, οἷς ἀπετελέσθη ὁ κόσμος, τὴν ἀσεβῶν χώραν φθαρῆναι, πρὸς ἔνδειξιν κράτους ἀρχῆς ᾗ κέχρηται, τὰ αὐτὰ καὶ σωτηρίως ἐπὶ γενέσει τῶν ὅλων σχηματίζοντος καὶ τρέποντος ὁπότε βουληθείη πρὸς τὴν κατὰ τῶν ἀσεβῶν ἀπώλειαν.

διανέμει δὲ τὰς κολάσεις, τρεῖς μὲν τὰς ἐκ τῶν παχυμερεστέρων στοιχείων γῆς καὶ ὕδατος, ἐξ ὧν ἀπετελέσθησαν αἱ σωματικαὶ ποιότητες, ἐφεὶς τῷ Μωυσέως ἀδελφῷ, τὰς δ’ ἴσας ἐξ ἀέρος καὶ πυρὸς τῶν ψυχογονιμωτάτων μόνῳ Μωυσεῖ, μίαν δὲ κοινὴν ἀμφοτέροις ἑβδόμην ἐπιτρέπει, τρεῖς δὲ τὰς ἄλλας εἰς συμπλήρωσιν δεκάδος ἀνατίθησιν αὑτῷ.

καὶ πρώτας ἐπιφέρειν ἄρχεται τὰς ἀφ’ ὕδατος· ἐπειδὴ γὰρ τὸ ὕδωρ Αἰγύπτιοι διαφερόντως ἐκτετιμήκασιν ἀρχὴν τῆς τῶν ὅλων γενέσεως τοῦτ’ εἶναι νομίζοντες, αὐτὸ πρῶτον ἠξίωσε καλέσαι πρὸς τὴν τῶν ἀποδεχομένων ἐπίπληξίν τε καὶ νουθεσίαν.

[*](1 δ’ AGHP, om. Cat. τελείως Cat. codd. nonnulli ἡμαρτημένων HP 2 κολάσεως om. Cat.; vel delendum vel scrib. κολάσεων censuit Mans. ἦν scripsi: ἡ codd. ἔθει οἱ δὲ κολάσεις παρηλλαχυῖαι coni. Μang. ἔθνει Κ 3 πῦρ καὶ ἀὴρ transp. KZ 4 τοῦ θεοῦ Κ 6 γενέσει corr. ex γεννήσει Κ 7 βουληθῇ A τῶν om. AGHP 8 τὰς om. VOG τῶν om. V1, ss. V2 9 αἱ σωματικαὶ] καὶ σώματι καὶ Α πιότητες Z μωϋσέος M, μώσεως AKZ ἀδελφῶ mg. P, ἄΓω (i. e ἀνθρώπω) in textu P 10 ἀέρων G μωϋσεῖ CV1OHP: μωϋσῆ ceteri 11 κοινὴν CGHPK1Z: κοινωνεῖν ceteri ἀμφοτέραις O ἑβδόμην GHP: ἑπτὰ VO, om. ceteri 12 αὐτῶ codd. 13 ἀφ’] ἐφ’ Α ἐξ v) 14 τοῦτο Α 15 ἠξίωσεν Z, ἠξίωσαι Κ καλέσαι] κολάσαι Α (prob. Mang.) ἔκπλξιν C)[*](1. 2 ibid. Φίλωνος ἑβραίου: δέκα ἐπάγονται τῆ Χώρᾳ πληγαί, κατὰ τῶν τελείως τέλεια Monac. 9) ἡμαρτηκότων τέλειος ἀριθμός. προλέγει ὁ Μώσης τὰς πληγὰς καὶ τὸν καιρόν, ἵνα μὴ δόξῃ τοῖς πολλοῖς αὐτομάτως γίνεσθαι. 1— 14 Procop. Gaz. Comment. in Exod. 7, 12 (Migne t. 87,1 Col. 545. 546 Wcndland l. l.): δέκα δὲ ἐπάγονται τῇ χώρᾳ τιμωρίαι, ρίαι, κατὰ τῶν τέλεια ἡμαρτηκότων τέλειος ἀριθμὸς κολάσεως. ἡ δὲ κόλασις παραλλάττει τὰς ἐν ἔθει δικαιώσαντος θεοῦ διὰ στοιχείων, οἷς ὁ κόσμος συνέστη, τὴν ἀσεβῶν φθείρεσθαι χώραν, πρὸς ἔνδειξιν κράτους ἀρχῆς τρεῖς μὲν οὖν πληγὰς τὰς ἐκ τῶν παχυτάτων στοιχείων, γῆς καὶ ὕδατος, ὁ Μωυσέως ἀδελφὸς ἐπιτρέπεται, τὰς δὲ ἴσας ἐξ ἀέρος καὶ πυρὸς μόνος ὁ Μωυσῆς, μίαν δὲ κοινὴν ἄμφω τὴν ἐβδόμην, τὰς δὲ τρεῖς τὰς ἄλλας εἴς συμπλήρωσιν δεκάδος ἑαυτῷ θεὸς ἀνατίθησι. καὶ πρώτας ἐπιφέρειν ἄρχεται τὰς ἐξ ὕδατος· ἐπεὶ γὰρ ὕδωρ Αἰγύπτιοι διαφερόντως ἐτίμησαν ἀρχὴν τῆς τῶν ολων γενέσεως εἶναι τοῦτο νομίσαντες . . . 7 Origenes in Exod. Homil. IV 3 (t. IX p. 37 Lomm.) Sed et illa non minus mihi intuenda videtur observatio, cum quaedam verbera Aaron inferre dicitur Pharaoni vel Aegypto, quaedam Moses, quaedam vero ipse Dominus.)
v.4.p.143

τί οὖν οὐκ εἰς μακρὰν συνέβη; τοῦ Μωυσέως ἀδελφοῦ προστάξει θείᾳ κατενεγκόντος τὴν βακτηρίαν ἐπὶ τὸν ποταμόν, ὁ μὲν εὐθὺς ἀπ’ Αἰθιοπίας ἄχρι θαλάσσης εἰς αἷμα τρέπεται, συνεξαιματοῦνται δ’ αὐτῷ λίμναι, διώρυχες, κρῆναι, φρέατα, πηγαί, σύμπασα ἡ κατ’ Αἴγυπτον οὐσία ὕδατος, ὡς ἀπορίᾳ ποτοῦ τὰ παρὰ ταῖς ὄχθαις ἀναστέλλειν, τὰς δ’ ἀνατεμνομένας φλέβας καθάπερ ἐν ταῖς αἱμορραγίαις κρουνηδὸν αὐλοὺς ἀκοντίζειν αἵματος, μηδεμιᾶς ἐνορωμένης διαυγοῦς λιβάδος.

ἐναπέθνῃσκε δὲ καὶ τὰ γένη τῶν ἰχθύων ἅπαντα, ἅτε τῆς ζωτικῆς δυνάμεως εἰς φθοροποιὸν μεταβαλούσης, ὡς δυσωδίας πάντα διὰ πάντων ἀναπεπλῆσθαι, τοσούτων σηπομένων ἀθρόον σωμάτων· πολὺς δὲ καὶ ἀνθρώπων ὄχλος ὑπὸ δίψους διαφθαρεὶς ἔκειτο σωρηδὸν ἐπὶ τῶν τριόδων, οὐ σθενόντων ἐπὶ τὰ μνήματα τῶν οἰκείων τοὺς τετελευτηκότας ἐκκομίζειν.