De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἡ μὲν γὰρ τῶν ἀγρίων θήρα στρατηγικὸν κατ’ ἐχθρῶν ἐστι γύμνασμα, ἡ δὲ τῶν ἡμέρων ἐπιμέλεια καὶ προστασία βασιλικὸν πρὸς ὑπηκόους ἀγώνισμα· διὸ καὶ „ποιμένες λαῶν“ οἱ βασιλεῖς, οὐχ ὡς ὄνειδος ἀλλ’ ὡς ὑπερβάλλουσα τιμή, προσαγορεύονται.

καί μοι δοκεῖ μὴ πρὸς δόξας τῶν πολλῶν ἀλλὰ πρὸς ἀλήθειαν ἐρευνωμένῳ τὸ πρᾶγμα — γελάτω δ’ ὁ βουλόμενος — μόνος ἂν γενέσθαι βασιλεὺς τέλειος ὁ τὴν ποιμενικὴν ἐπιστήμην ἀγαθός, ἐν ἐλάττοσι ζῴοις παιδευθεὶς τὰ τῶν κρειττόνων· ἀμήχανον γὰρ τὰ μεγάλα πρὸ τῶν μικρῶν τελεσθῆναι.

Γενόμενος οὖν τῶν καθ’ αὑτὸν ἀγελαρχῶν ἄριστος καὶ ποριστὴς τῶν ὅσα πρὸς τὴν τῶν θρεμμάτων συνέτεινεν ὠφέλειαν ἱκανὸς ἐκ τοῦ μηδὲν ἀποκνεῖν ἀλλ’ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ εἰς δέον τῇ προστασίᾳ χρῆσθαι μετὰ καθαρᾶς καὶ ἀδόλου πίστεως ηὔξησε τὰς ἀγέλας·

ὡς ὑπὸ τῶν ἄλλων νομέων ἤδη καὶ φθονεῖσθαι μηδὲν ὁμοιότροπον ἐν ταῖς ἰδίαις ποίμναις ὁρώντων, αἷς εὐτυχὲς εἶναι ἐδόκει ἡ ἐν ὁμοίῳ μονή, ταῖς δὲ τὸ μὴ βελτιοῦσθαι καθ’ ἑκάστην ἡμέραν ἐλάττωσις διὰ τὸ μεγάλας εἰωθέναι λαμβάνειν ἐπιδόσεις ἐκ μὲν εὐσαρκίας καὶ πιότητος εἰς κάλλος, εἰς δὲ πλῆθος ἐξ εὐτοκίας [*](2 τὰς φύσεις om. VO θήραις corr. ex θῆρας Α, θήρας CV, θήραν Ο 3 τὰς om. VOGHP στραταρχίαν Ο 4 τῶν προβεβλημέμων G τῆς Mang.: τὸν G, τῶν ceteri γρ. καθ’ ἕτερον mg. VO καιρῶν AHPKZ ὁ 5 pr. τὸν] τῶν Z, τῶν V2O alt. τὸν] τῶν Z, τῆς (tHP, om. VO G στρατηγικῶν G ἐστι κατ’ ἐχθρῶν transp. M γύμνασμα VOGHP: προγύμνασμα ceteri 7 διὸ] δι’ ὧν Α 10 ἐρευνωμένῳ GHP: om. Α, ἐρευνώμενον ceteri δὲ Α 11 ποιμανικὴν MO 12 pr. τὰ] τὸ Z γὰρ] δὲ Α 13 τελεσθῆναι] παιδευθῆναι D 14 καθ’ αὑτῶν MP1 15 τῶν addidi post ὅσα add. τε V2O 16 ἱκανός corr. ex ἱκανῶς B, ἱκανῶς E 16. 17 προθυμίᾳ Muug.: προστασία codd. 17 εἰς δέον fort. delenda προστασία Α (Maug.): προθυμία ceteri καθαρᾶς Maug.: χαρᾶς codd. 18 καὶ om. VO 19 αἷς] εἰς A; οἷς conicio 20 ἡ] εἰ BEMA μονή GHP: μόνον μονή CVOZ, μόνω μονή K, μόνον εἶεν ΒΕMΑ ταῖς] τῷ conicio τὸ om. CBEMA 22 ποιότητος MAK) [*](7 cf. De losepho §2 12. 13 DP fol. 76r DM fol. 77v ἐκ τοῦ περὶ Μωυσέως βίου DK fol. 248v ἐκ τοῦ περὶ Μώσεως βίου DR fol. 74r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ Μώσεως βίου DL fol. 144v Φίλωνος DV p. 363 Flor. Par. Nr. 12 Max. Ecl. cap. 17 Anton. Mel. I 50 Col. 933 Φίλωνος: ἀμήχανον τὰ μεγάλα πρὸ τῶν μικρῶν παιδευθῆναι. 14 sqq. Exod. cap. 3)

v.4.p.135
καὶ τῶν περὶ δίαιταν ὑγιεινῶν.

ἄγων δὲ τὴν ποίμνην εἰς τόπον εὔυδρόν τε καὶ εὔχορτον, ἔνθα συνέβαινε καὶ πολλὴν πόαν προβατεύσιμον ἀναδίδοσθαι, γενόμενος πρός τινι νάπει θέαμα ἐκπληκτικώτατον ὁρᾷ. βάτος ἦν, ἀκανθῶδές τι φυτὸν καὶ ἀσθενέστατον· οὗτος, οὐδενὸς πῦρ προσενεγκόντος, ἐξαίφνης ἀνακαίεται καὶ περισχεθεὶς ὅλος ἐκ ῥίζης εἰς ἀκρέμονα πολλῇ φλογὶ καθάπερ ἀπό τινος πηγῆς ἀνομβρούσης διέμενε σῷος, οὐ κατακαιόμενος, οἷά τις ἀπαθὴς οὐσία καὶ οὐχ ὕλη πυρὸς αὐτὸς ὤν, ἀλλὰ τροφῇ χρώμενος τῷ πυρί.

κατὰ δὲ μέσην τὴν φλόγα μορφή τις ἦν περικαλλεστάτη, τῶν ὁρατῶν ἐμφερὴς οὐδενί, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσα, ἣν ἄν τις ὑπετόπησεν εἰκόνα τοῦ ὄντος εἶναι· καλείσθω δὲ ἄγγελος, ὅτι σχεδὸν τὰ μέλλοντα γενήσεσθαι διήγγελλε τρανοτέρᾳ φωνῆς ἡσυχίᾳ διὰ τῆς μεγαλουργηθείσης ὄψεως.

σύμβολον γὰρ ὁ μὲν καιόμενος βάτος τῶν ἀδικουμένων, τὸ δὲ φλέγον πῦρ τῶν ἀδικούντων, τὸ δὲ μὴ κατακαίεσθαι τὸ καιόμενον τοῦ μὴ πρὸς τῶν ἐπιτιθεμένων φθαρήσεσθαι τοὺς ἀδικουμένους, ἀλλὰ τοῖς μὲν ἄπρακτον καὶ ἀνωφελῆ γενέσθαι τὴν ἐπίθεσιν, τοῖς δὲ τὴν ἐπιβουλὴν ἀζήμιον, ὁ δὲ ἄγγελος προνοίας τῆς ἐκ θεοῦ τὰ λίαν φοβερὰ παρὰ τὰς ἁπάντων ἐλπίδας κατὰ πολλὴν ἡσυχίαν ἐξευμαρίζοντος.

τὴν δὲ εἰκασίαν ἀκριβῶς ἐπισκεπτέον. ὁ βάτος, ὡς ἐλέχθη, φυτὸν ἀσθενέστατον [*](1 ἐξάγων KZ δὲ Mang.: τε codd. ἔνυδρον VO 2 προβαστεύσιμον Α 2. 3 ἀναδίδοσθαι προβατεύσιμον transp. CVO 3 γενόμενος πρός τινι νάπει GHP: γενόμενος οὖν πρός τινα νάπην ceteri ἐκπληκτικώτατον GHP: πληκτηκότερον Α, πληκτικώτατον ceteri 4 τι GHP: om. ceteri οὕτως Α πυρὸς Α 4. 5 προσενέγκαντος Κ1Ζ 5 ὀλοῶς Α ἀκρέμονας VOH2, ἀκρόμενα M 6 πηγῆς] καμίνου VOK2 ἀνομβρυούσης V1, ἀναβρυούση V2OK2; ἀνομβρούσῃ (scil. φλογί) coni. Mang. 7 οὐσία] οὖσα H1P 8. 9 τις ἢν GHP (Isidor.): om. ceteri 10 αὐγοειδέστατον G ὑπετόπασεν KZ (Isidor.) 11 δ’ Α σχεδὸν] σχέδην coni. Mang. 12 γενήσεσθε Z διήγγειλε Ρ, διηγέλλετο (sic) Η, διηγγέλλετο v 13 ὄψεως] φύσεως Α 15 φθαρήσεσθαι ἐπιτιθεμένων transp. L (Turn. Mang.) φθερεῖσθαι Α 16 ἀνωφελεῖ G γενέσθαι codd.: γενήσεσθαι ν ἐπιβολὴν voluit Mang. 17 δ’ VO 18 ἐξευμαρίσοντος voluit Mang. δ’ VO 19 ὡς om. A) [*](3 sqq. Clem. Alex. Paedag. II 8 p. 215 P. . . . ἐπεὶ γὰρ ὁ παγκρατὴς κύριος τῶν ὅλων, ὁπηνίκα νομοθετεῖν ἤρχετο, τῷ λόγῳ τῷ Μωυσεῖ καταφανῆ ἐβούλετο γενέσθαι τὴν αὑτοῦ δύναμιν, ὄψις αὐτῷ δείκνυται θεοειδὴς φωτὸς μεμορφωμένου ἐπὶ φλεγομένῳ βάτῳ· τὸ δὲ ἀκανθῶδες φυτόν ἐστιν ὁ βάτος. 3— 11 Isidor. Pelus. Epist. II 143 . . . καὶ πάλιν ὁ Φίλων περὶ τοῦ θεάματος οὗ εἶδε Μωυσῆς ἐκφράζων φησί „θέαμα πληκτικώτατον ὁρᾷ“. εἶτα μετ’ ὀλίγα· „κατὰ μέσην δὲ τὴν φλόγα μορφή τις ἢν περικαλλεστάτη, τῶν ὁρατῶν ἐμφερὴς οὐδενί, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσα, ἣ ἄν τις ὑπετόπασεν εἰκόνα τοῦ ὄντος εἶναι“.)

v.4.p.136
ἀλλ’ οὐδὲ ἄκεντρον, ὡς εἰ καὶ μόνον ἐπιψαύσειέ τις τιτρώσκειν, οὔτ’ ἐξαναλώθη τῷ φύσει δαπανηρῷ πυρί, τοὐναντίον δὲ ἐφυλάχθη πρὸς αὐτοῦ καὶ διαμένων ὁποῖος ἦν πρὶν ἀνακαίεσθαι μηδὲν ἀποβαλὼν τὸ παράπαν αὐγὴν προσέλαβε.

τοῦθ’ ἅπαν ὑπογραφή τίς ἐστι τῆς ἐθνικῆς ὑποθέσεως, ἣ κατ’ ἐκεῖνον τὸν χρόνον ἐπεῖχε, μόνον οὐ βοῶσα τοῖς ἐν συμφοραῖς· „μὴ ἀναπίπτετε, τὸ ἀσθενὲς ὑμῶν δύναμίς ἐστιν, ἣ καὶ κεντεῖ καὶ κατατρώσει μυρίους. ὑπὸ τῶν ἐξαναλῶσαι γλιχομένων τὸ γένος ἀκόντων διασωθήσεσθε μᾶλλον ἢ ἀπολεῖσθε, τοῖς κακοῖς οὐ κακωθήσεσθε, ἀλλ’ ὅταν μάλιστα πορθεῖν νομίσῃ τις ὑμᾶς, τότε μάλιστα πρὸς εὔκλειαν ἐκλάμψετε.“

πάλιν τὸ πῦρ φθοροποιὸς οὐσία διελέγχουσα τοὺς ὠμοθύμους· „μὴ ταῖς ἰδίαις ἀλκαῖς ἐπαίρεσθε, τὰς ἀμάχους ῥώμας ἰδόντες καθαιρουμένας σωφρονίσθητε· ἡ μὲν καυστικὴ δύναμις τῆς φλογὸς ὡς ξύλον καίεται, τὸ δὲ φύσει καυστὸν ξύλον οἷα πῦρ ἐμφανῶς καίει.“

Τὸ τεράστιον τοῦτο καὶ τεθαυματουργημένον δείξας ὁ θεὸς τῷ Μωυσεῖ, παραίνεσιν ἐναργεστάτην τῶν μελλόντων ἀποτελεῖσθαι, καὶ διὰ χρησμῶν ἄρχεται προτρέπειν αὐτὸν ἐπὶ τὴν τοῦ ἔθνους σπεύδειν ἐπιμέλειαν, ὡς οὐ μόνον ἐλευθερίας παραίτιον ἀλλὰ καὶ ἡγεμόνα τῆς ἐνθένδε ἀποικίας οὐκ εἰς μακρὰν γενησόμενον, ὁμολογῶν ἐν ἅπασι συλλήψεσθαι.

„κακουμένων γὰρ ἐκ πολλοῦ καὶ δυσανασχέτους ὕβρεις ὑπομενόντων, οὐδενὸς ἀνθρώπων οὔτ’ ἐπικουφίζοντος οὔτ’ ἐλεοῦντος τὰς συμφοράς, οἶκτον“ φησίν „αὐτὸς ἔλαβον· καὶ γὰρ οἶδ’ ἰδίᾳ ἕκαστον καὶ πάντας ὁμοθυμαδὸν ἐφ’ ἱκετείας καὶ λιτὰς τραπομένους ἐλπίζειν τὴν ἐξ ἐμοῦ βοήθειαν· εἰμὶ δὲ τὴν φύσιν ἤπιος καὶ γνησίοις ἱκέταις [*](1 οὐδ’ AP, οὔτε CVO μόνου Κ τις Η (coni. Mang.): om. ceteri 2 ἐξανηλώθη C δ’ Α διεφυλάχθη VO 3 πρὶν GHPK1Z: πρὸς τῶ μὴ CBEMA, πρὸς τῶ VO, προσΚ2 ἀποβάλλων O 4 αὐγὴν CHP: αὐτὴν ὸν BEV1AGK1Z, αὐτὴν M, αὐτό V2OK2 5 ὑποθέσεως] διαθέσεως conicio ἐπεῖχε] ἐπήχει coni. Mang. μονονουχὶ VOG 15 ἡμῶν Α 7 κατατρώσει GHP: κατατρώγει CVOK2, κατατρύχει ceteri; κατατιτρώσκει v ὑπὸ eras. V, om. O ἐξαλῶσαι P 8 καὶ ἀκόντων V2O διασωθήσεσθαι AG1 μᾶλλον—κακωθήσεσθε om. Α ἀπολεῖσθαι M 8. 9 κακωθήσεσθαι M 9 μάλιστα om. Κ1Ζ ἡμᾶς G 10 ἀνεκλάμψετε Α 11 ὁμοθύμους Z ἐπαίρεσθε C2VGK: ἐπαίρεσθαι ceteri ῥώμας om. G 12 καθαιρομένας VOKZ 13 καυστὸν AG: καιόμενον V2O, καυστικὸν ceteri 16 μωϋσεῖ C: μωϋσῆ Α, μωσεῖ oeteri ἀποτελεῖν V2O 18 αἴτιον GHP(v) 19 ἐντεῦθεν G 21 οὔτ’ ἐπικουμίζεσθαι ἰσχύοντος οὔτ’ ἐλεεῖν HP 22 συμφοράς σου Α αὑτὸς om. M οἶδ’ addidi ἰδίους V1, ἰδίως V2OK2 24 γνήσιος H1P οἰκέταις HP)

v.4.p.137
ἵλεως.

ἴθι δὴ πρὸς τὸν βασιλέα τῆς χώρας μηδὲν εὐλαβηθεὶς τὸ παράπαν — ὁ μὲν γὰρ πρότερος τέθνηκεν, ὃν ἀπεδίδρασκες διὰ φόβον ἐπιβουλῆς, ἕτερος δὲ τὴν χώραν ἐπιτέτραπται μηδενὸς τῶν πραγμάτων σοι μνησικακῶν — καὶ τὴν τοῦ ἔθνους γερουσίαν προσπαραλαβὼν εἰπὲ χρησμῷ προσκεκλῆσθαι ὑπ’ ἐμοῦ τὸ ἔθνος, ἵνα κατὰ τὰ πάτρια θύσῃ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῶν ὅρων τῆς χώρας προελθόν.“

ὁ δὲ οὐκ ἀγνοῶν ἐπὶ τοῖς λεγομένοις ἀπιστήσοντας τούς τε ὁμοφύλους καὶ τοὺς ἄλλους ἅπαντας „ἐὰν οὖν“ φησί „πυνθάνωνται, τί τὸ ὄνομα τῷ πέμψαντι, μηδ’ αὐτὸς εἰπεῖν ἔχων ἆρ’ οὐ δόξω διαπατᾶν“;

ὁ δὲ „τὸ μὲν πρῶτον λέγε“ φησίν „αὐτοῖς, ὅτι ἐγώ εἰμι ὁ ὤν, ἵνα μαθόντες διαφορὰν ὄντος τε καὶ μὴ ὄντος προσαναδιδαχθῶσιν, ὡς οὐδὲν ὄνομα τὸ παράπαν ἐπ’ ἐμοῦ κυριολογεῖται, ᾧ μόνῳ πρόσεστι τὸ εἶναι.

ἐὰν δ’ ἀσθενέστεροι τὰς φύσεις ὄντες ἐπιζητῶσι πρόσρησιν, δήλωσον αὐτοῖς μὴ μόνον τοῦθ’ ὅτι θεός εἰμι, ἀλλ’ ὅτι καὶ τριῶν τῶν ἐπωνύμων ἀνδρῶν ἀρετῆς, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ὧν ὁ μὲν τῆς διδακτῆς, ὁ δὲ τῆς φυσικῆς, ὁ δὲ τῆς ἀσκητικῆς σοφίας κανών ἐστιν. ἐὰν δὲ ἔτι ἀπιστῶσι, τρισὶ σημείοις ἀναδιδαχθέντες μεταβαλοῦσιν, ἃ πρότερον οὔτε τις εἶδεν οὔτε ἤκουσεν ἀνθρώπων.“

ἦν δὲ τὰ σημεῖα τοιάδε· ῥάβδον, ἣν εἶχεν, εἰς τοὔδαφος ῥῖψαι κελεύει· ἡ δ’ αὐτίκα ψυχωθεῖσα εἷρπε καὶ τῶν ἀπόδων τὸ ἡγεμονικώτατον ὑπερμεγέθης δράκων γίνεται τελειότατος· ταχέως δ’ [*](1 ἵλεος G πρὸς] παρὰ A(v) εὐλαβηθεὶς GHP: φοβηθεὶς ceteri 3 πραγμάτων] πραχθέντων coni. Mang. 4 παραλαβὼν CBEMA(v) 5 προκεκλῆσθαι coni. Mang. post ἶνα add. μοι ΗΡ(ν) 6 ὁδὸν GHP: om. ceteri ἔξω τῶν ὅρων GHP (mg. VO): τῶν ὅρων om. ceteri προελθών VOGK2, ἐπελθόν Z 8 τοῦ πέμψαντος A(v) 9 αὐτὸ G ἔχων GHP: ἔχω ceteri (v) 10 ὅτι ἐγώ codd.: ὅτι om. v 11 τὸ παράπαν ἐπ’ ἐμοῦ VO, τὸ παράπαν ἐπ’ ἐμοὶ KZ: ἐπ’ ἐμοῦ τὸ παράπαν transp. ceteri 12 δὲ VO 13 πρόρρησιν GHP 14 τριῶν ἀνδρῶν τῶν ἐπωνύμων ἀρετῆς θεός coni. Mang. 15 διδακτικῆς Η 16 ἀσκητὴς voluit Maug. σοφίας VOK2GHP: om, ceteri δὲ] δὲ καὶ HP(v) 17 οὔτ’ AG 18 ῥάβδον μὲν Z 19 ἥδ’ KZ 20 δράκων γίνεται ὑπερμεγέθης transp. KZ τελειότατος· ταχέως δ’ ἀποχωρήσας GHP (mg. VO): τελειότατος ταχέως· ἀποχωρήσας δ’ ceteri (v) 20. 138,1 ὑποχωρήσας 1 6 sqq. Exod. cap. 4 10— 12 DC fol. 223v Φίλωνος: λέγε, φησίν, αὐτοῖς πυθομένοις, τίς ὁ ἀποστείλας, ὁ ὢν ἀπέσταλκέν με, ἵνα μαθόντες διαφορὰν ὄντος τε καὶ μὴ ὄντος πρὸς ἀλήθειαν διδαχθῶσιν, ὡς οὐδὲν ὄνομα ἐπ’ ἐμοῦ τὸ παράπαν κυριολογεῖται, ᾧ μόνῳ τὸ εἶναι πρόσεστιν. cf. Ps. Iustin. Cohort. ad gentes 21: οὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν. . . . „ἐγὼ“ γάρ φησιν „εἰμὶ ὁ ὤν“, ἀντιδιαστέλλων ἑαυτὸν δηλονότι ὁ ὢν τοῖς μὴ οὖσιν, αἰνὰ γνῶσιν οἱ πρότερον ἀπατηθέντες, ὅτι οὐχὶ τοῖς οὖσιν ἀλλὰ τοῖς μὴ οὖσιν προσέσχον. . . . διὰ τοῦτο πρὸς τὸν Μωυσέα ἔφη „ἐγώ εἰμι ὁ ὤν“, ἵνα διὰ τῆς μετοχῆς ὄντος τοῦ θεοῦ ὄντος] καὶ μὴ ὄντων διαφορὰν διδάξῃ.)

v.4.p.138
ἀποχωρήσας ἀπὸ τοῦ ζῴου καὶ διὰ δέος ἤδη πρὸς φυγὴν ὁρμῶν μετακαλεῖται καὶ θεοῦ προστάξαντος ἅμα τε θάρσος ἐμποιήσαντος ἐπιδράττεται τῆς οὐρᾶς.

ὁ δὲ ἰλυσπώμενος ἔτι κατὰ τὴν ἐπαφὴν ἵσταται καὶ πρὸς μῆκος εὖ μάλα ταθεὶς εὐθὺς εἰς βακτηρίαν μετεστοιχειοῦτο τὴν αὐτήν, ὡς θαυμάζειν μὲν τὰς μεταβολὰς ἀμφοτέρας, ποτέρα δὲ καταπληκτικωτέρα, μὴ δύνασθαι διακρίνειν, τῆς ψυχῆς ἰσορρόπῳ πληχθείσης φαντασίᾳ.

τοῦτο μὲν δὴ πρῶτον, ἕτερον δ’ οὐκ εἰς μακρὰν ἐθαυματουργεῖτο· τῶν χειρῶν τὴν ἑτέραν προστάττει τοῖς κόλποις ἐπικρύψαντα μικρὸν ὕστερον προενεγκεῖν· δράσαντος δὲ τὸ κελευσθέν, ἡ χεὶρ λευκοτέρα χιόνος ἐξαπιναίως ἀναφαίνεται· πάλιν δὲ καθέντος εἰς τοὺς κόλπους καὶ ἀνενεγκόντος, εἰς τὴν αὐτὴν χρόαν τρέπεται τὸ οἰκεῖον ἀπολαβοῦσα εἶδος.

ταῦτα μὲν οὖν ὑπὸ μόνου μόνος ἐπαιδεύετο, ὡς παρὰ διδασκάλῳ γνώριμος, ἔχων παρ’ ἑαυτῷ τὰ τῶν τεράτων ὄργανα, τήν τε χεῖρα καὶ τὴν βακτηρίαν, οἷς προεφωδιάσθη.