De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἐπὶ γὰρ ἡμέρας ἑπτὰ τὸ δεινὸν ἐκράτησεν, ἕως οἱ μὲν Αἰγύπτιοι τοὺς ἀμφὶ Μωυσῆν, οὗτοι δὲ τὸν θεὸν ἱκέτευσαν, οἶκτον λαβεῖν τῶν ἀπολλυμένων· ὁ δὲ τὴν φύσιν ἵλεως μεταβάλλει τὸ αἷμα εἰς ὕδωρ πότιμον ἀποδοὺς τῷ ποταμῷ καθαρὰ τὰ ἀρχαῖα ῥεῖθρα καὶ σωτήρια.

μικρὸν δὲ ὅσον ἀνεθέντες ἐπὶ τὴν αὐτὴν ὠμότητα καὶ παρανομίαν ἵεντο, ὡς ἢ τοῦ δικαίου παντάπασιν ἐξ ἀνθρώπων ἀφανισθέντος ἢ τῶν ὑπομεινάντων μίαν τιμωρίαν δεύτερον οὐκ εἰωθότων ἐπιπλήττεσθαι· παθόντες δ’ ἀνεδιδάσκοντο νηπίων παίδων τρόπον μὴ καταφρονεῖν· ἡ γὰρ κόλασις ἑπομένη κατ’ ἴχνος μελλόντων μὲν ἐβράδυνε, πρὸς δὲ τὰ ἀδικήματα θέοντας ἐπιδραμοῦσα κατελάμβανε.

πάλιν γὰρ ὁ Μωυσέως ἀδελφὸς κελευσθεὶς διώρυξι καὶ λίμναις καὶ ἕλεσι τὴν ῥάβδον ἐκτείνας ἐπιφέρει· πρὸς δὲ τὴν ἔκτασιν βατράχων πληθὺς ἀνέρπει τοσαύτη, ὡς μὴ μόνον [*](1 τί] τοῦτο coni. Mang. μώσεως codd. 2 ἀπὸ AG 3 δὲ CVO γ 4 διώρυγες VO, διώρυχες Κ πηγαί om. BEMA 5 τὰ παρὰ ταῖς ὄχθαις CV1GHPK1Z: τὰς παρ’ αὐταῖς ὄχθας V2O, ταῖς (sic) παρ’ αὐταῖς ὄχθας Κ2, τὰς ὄχθας BEMA δέ C 6 αὐλοὺς eras. V, om. O 7 διαυγὴς C1, ἐναυγοῦς V1 ut vid., ἐν αὐτοῖς V2OK2 8 καὶ om. G πάντα CVO 9 μεταβαλλούσης BEMAHZ δι’ ἀπάντων M 10 ἀθρόων HPKZ 14 ἱκέτευσαν GHP: ἱκέτευον ceteri 15 πότιμον] ποτάμιον ΒΕMΑ 16 δ’ AGHP 17 ὠμότατα M ἵεντο ΑΚ: ἵεντο ceteri 19 καὶ ante δεύτερον add. V2O δευτέραν GK1Z, δευτέρᾳ coni. Mang. οὐκ εἰωθότων] ἐθελόντων V2OK2 ἐπιπλήττεσθαι GHP: πλήττεσθαι ceteri παθόντες] πάντες VO 19. 20 ἄν ἐδιδάσκοντο A 21 μελόντων KZ 22 καταλαμβάνει HP μωσέως codd. 24 ἀνέρπει GHP: ἀνεῖρπε ceteri) [*](1 sqq. Exod. 7,19 —25 22 sqq. Exod. 81)

v.4.p.144
ἀγορὰς καὶ πᾶσαν τὴν ὕπαιθρον, ἀλλὰ πρὸς τούτοις ἐπαύλεις, οἰκίας, ἱερά, πάντα ἰδιωτικὸν καὶ δημόσιον τόπον πεπληρῶσθαι, καθάπερ εἰς ἀποικίαν ἓν γένος τῶν ἐνύδρων τῆς φύσεως ἐκπέμψαι διανοηθείσης πρὸς τὴν ἐναντίαν χώραν· ἐναντία γὰρ χέρσος ὕδατι.

μήτ’ οὖν ἔξω προελθεῖν ἕνεκα τοῦ προκατέχεσθαι τοὺς στενωποὺς μήτ’ ἔνδον δυνάμενοι μένειν — καὶ γὰρ τὰ ἐν μυχοῖς ἤδη προκατειλήφεσαν ἄχρι καὶ τῶν ὑψηλοτάτων ἀνέρποντες — ἐν ἐσχάταις ἦσαν συμφοραῖς καὶ σωτηρίας ἀπογνώσει.

πάλιν οὖν καταφεύγουσιν ἐπὶ τοὺς αὐτούς, ὑποσχομένου τοῦ βασιλέως ἐπιτρέψαι τὴν ἔξοδον Ἑβραίοις· οἱ δὲ λιταῖς τὸν θεὸν ἐξευμενίζονται· καὶ ἐπινεύσαντος, τῶν φρύνων οἱ μὲν εἰς τὸν ποταμὸν ἀναχωροῦσι, τῶν δ’ εὐθὺς διαφθαρέντων κατὰ τὰς τριόδους θημῶνες ἦσαν, σωρηδὸν ἐπιφερόντων καὶ τοὺς οἴκοθεν διὰ τὰς ἀνυποίστους ὀσμάς, αἳ ἐκ νεκρῶν σωμάτων καὶ τοιούτων ἀνεφέροντο, ἃ καὶ ἔμψυχα ὄντα πολλὴν ἀηδίαν παρέχεται ταῖς αἰσθήσεσι.

διαπνεύσαντες δὲ τῆς τιμωρίας ἐπ’ ὀλίγον ὥσπερ ἐν τοῖς ἀγῶσιν ἀθληταὶ συλλεξάμενοι δύναμιν, ἵν’ ἀπ’ ἐρρωμενεστέρας ἰσχύος ἀδικῶσι, πάλιν εἰς τὴν συνήθη κακίαν ἀνέδραμον ἐκλαθόμενοι ὧν τέως ὑπέμειναν κακῶν.

ἐπισχὼν δὲ τὰς ἐκ τοῦ ὕδατος τιμωρίας ὁ θεὸς τὰς ἐκ γῆς ἐπέφερε τὸν αὐτὸν ἐπιστήσας κολαστήν, οὗ πάλιν κατὰ τὸ προσταχθὲν τῇ βακτηρίᾳ τοὔδαφος παίσαντος φορὰ σκνιπῶν ἐχύθη καὶ ταθεῖσα καθάπερ νέφος ἅπασαν ἐπέσχεν Αἴγυπτον.

τὸ δὲ ζῷον, εἰ καὶ βραχύτατον, ὅμως ἀργαλεώτατον· οὐ γὰρ μόνον λυμαίνεται τὴν ἐπιφάνειαν κνησμοὺς ἐμποιοῦν ἀηδεῖς καὶ βλαβερωτάτους, ἀλλὰ καὶ εἰς τἀντὸς βιάζεται διὰ μυκτήρων καὶ ὤτων· σίνεται δὲ καὶ κόρας [*](1 ἀγορὰς] ἀγροὺς coni. Mang. τὴν GHP: om. ceteri ὑπαίθριον GHP(v) 4 ἐναντίαν] τῶν ἐναντίων HP (Turn.) μήτε GHP 5 δυνάμενοι μένειν GHP: μένειν δυνάμενοι ceteri 6 τὰ om. P προκατειλήφεισαν HP(v) ὑψηλοτέρων O 7 ἐνέρποντες Α 8 ἐπὶ τοὺς] εἰς BEMA 9 ἐξευμενίζοντο CBEMAK1Z 10 εἰς τὸν ποταμὸν om. Α τὸν GHPV2O: om. ceteri δία 11 δὲ VO καταφθαρέντων G θιμῶνες C 12 ἐπιφερομένων V2O τοὺς] τῶν V2O ὀδμάς KZ 14 ἀναπνεύσαντες coni. Mang. 15 ἶν’ GHPKZ: om. ceteri 16 ἀδικῶσι GHPKZ: ἀδικοῦσι ceteri 17 ἐκλαθόμενοι om. Α τὲ ὡς Α ὑπέμειναν GHP: ὑπέμειναν (sic) Α, ὑπέμενον ceteri 18 ἐκ τῆς γῆς Ο ἐπιφέρει BEMAKZ 19 τοὔδαφος om. M σκνηπῶν H, σκνιφῶν CVOBEM 20 ἐχύθη GHP: ἐξεχύθη ceteri 21 βαρύτατον M ἀλλ’ ὅμως Z post λυμαίνεται add. τῶν σωμάτων V2OK2 21. 22 τὴν ἐπιφάνειαν λυμαίνεται transp. H(v) 22 ἐμποιῶν Α βλαβερωτάτας BEM 23 τἀντὸς] τ’ ἀυτος (sic) 0, τὰ ἐντὸς Α, παντὸς G διὰ] μέχρι BEMA) [*](17 sqq. Exod. 8,16 20— 146,8 Procop. Gaz. Comment. in Exod. 816 t. 87, 1 Col. 555 Wendland Neu entd. Fragm. Philos. p. 94): οἱ δὲ λεπτότατοι σκνῖπες)

v.4.p.145
ὀφθαλμῶν εἰσπετόμενον, εἰ μὴ φυλάξαιτό τις· φυλακὴ δὲ τίς ἔμελλε πρὸς τοσαύτην ἔσεσθαι φοράν, καὶ μάλιστα θεοῦ κολάζοντος;

ἴσως ἄν τις ἐπιζητήσειε, διὰ τί τοῖς οὕτως ἀφανέσι καὶ ἠμελημένοις ζῴοις ἐτιμωρεῖτο τὴν χώραν παρεὶς ἄρκτους καὶ λέοντας καὶ παρδάλεις καὶ τὰ ἄλλα γένη τῶν ἀτιθάσων θηρίων, ἃ σαρκῶν ἀνθρωπείων ἅπτεται, καὶ εἰ μὴ ταῦτα, τὰς γοῦν Αἰγυπτίας ἀσπίδας, ὧν τὰ δήγματα πέφυκεν ἀνυπερθέτως ἀναιρεῖν.

εἰ δ’ ὄντως ἀγνοεῖ, μαθέτω· πρῶτον μὲν ὅτι τοὺς οἰκήτορας τῆς χώρας ὁ θεὸς νουθετῆσαι μᾶλλον ἐβούλετο ἢ διαφθεῖραι· βουληθεὶς γὰρ ἀφανίζειν εἰς ἅπαν οὐκ ἂν ζῴοις ἐχρῆτο πρὸς τὰς ἐπιθέσεις ὥσπερ συνεργοῖς, ἀλλὰ τοῖς θεηλάτοις κακοῖς, λιμῷ τε καὶ λοιμῷ.

μετὰ δὲ ταῦτα κἀκεῖνο προσδιδασκέσθω μάθημα πρὸς ἅπαντα τὸν βίον ἀναγκαῖον· τί δὲ τοῦτ’ ἐστίν; ἄνθρωποι μὲν γὰρ ὅταν πολεμῶσι, τὸ δυνατώτατον εἰς συμμαχίαν ἐπικουρικὸν ἐξετάζουσιν, ὃ τὴν αὐτῶν ἀσθένειαν ἐκπλήσει· θεὸς δ’ ἡ ἀνωτάτω καὶ μεγίστη δύναμις ὢν οὐδενός ἐστι χρεῖος· ἐὰν δέ που βουληθῇ καθάπερ ὀργάνοις τισὶ [*](1 εἰσπετώμενον AZ δὲ] δὴ Α 2 post ἴσως add. δ’ V2OK2; οὖθν ἄν Wendl. 3 οὐτῶ Α, οὕτως om. Κ1Ζ ἀφανέσι καὶ om. Α 4 ἄρκους C καὶ pr. et alt. om. VO τὰ om. BEMAKZ 4. 5 τἄλλα VO 5 ἀτιθάσων CBEKHP: ἀτιθάσσων ceteri post ἃ add. καὶ BEMAKZ ἀνθρωπίων G, ἀνθρωπίνων Α 6 δείγματα GP 7 εἰ δ’ ὄντως ἀγνοεῖ om. C εἰ δ’] ὅδ’ Κ1Ζ ὄντως] οὕτως V2OK2 ἀγνοεῖ GHP: ἀπορεῖ VOK2 ἀναιρεῖ BEMA, om. K1Z 8 τῆς χώρας om. L (Turn.) 10. 11 λοιμῷ τε καὶ λιμῶ transp. A 11 προδιδασκέσθω BEMA 12 δὲ] δαὶ BEM τοῦτ’ CGHP: τοῦτό ceteri γὰρ VOGHPD: om. ceteri 13 δυνατώτερον H1P ὀνομάζουσιν DR 14 ἐκπλήσσει BEAH1P, ἐκπλήττει D, ἐκπληρώσει KZ ὁ θεὸς D δὲ VOD ἡ om. D ἀνωτάτη D 15 ὢν] ὧ C, ὃς V2O, ὢν ὃς 2 οὐδενός ἐστι χρεῖος VOK2: οὐδενὸς χρεία (corr. ex χρεῖος) ἐστίν DC, οὐδενὸς ἐν χρεία ἐστίν DR, οὐδενὸς χρεῖος (om. ἐστι) CGHP, ὧ οὐδενὸς χρεία K1Z, om. BEMA δέ D: om. codd. που] περ A) [*](ἀφανέσι δήγμασι τοὺς Αἰγυπτίους ἀλγύνουσι· δι’ ὧν δείκνυται, ὡς οὐ καταφθεῖραι θεὸς παιδεῦσαι δὲ μόνον Αἰγυπτίους ἠβούλετο. ἠ’ γὰρ ἇν ἑρπετὰ καὶ θηρία κατὰ τούτων ἐκίνησε, μᾶλλον δὲ λιμόν τε καὶ λοιμόν. ἀλλ’ οὐδὲ τοῖς μεγάλα δυναμένοις ζῴοις χρῆται πρὸς συμμαχίαν θεός, ὡς ἂν μὴ τῆς ἐκείνων δόξῃ δυνάμεως τὰ πραττόμενα, τοῖς δὲ λεπτοῖς καὶ ἀσθενέσιν ἀμάχους δυνάμεις ἐνίησιν, ὡς ὑπ’ αὐτῶν ἀπαγορεῦσαι πᾶσαν τὴν Αἴγυπτον καὶ βοᾶν ἀναγκασθῆναι, ὅτι „δάκτυλος τοῦτο θεοῦ“· χεῖρα γὰρ θεοῦ μηδὲ τὸν σύμπαντα κόσμον ὑφίστασθαι. 4 cf. Sup. Salom. 11,17 (18) οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας. —146,4 DC fol. 126v τοῦ αὐτοῦ Φίλωνος) ἐκ τοῦ αὐτοῦ λόγου περὶ Μωυσέως βίου) DR fol. 120r τοῦ αὐτοῦ: ἄνθρωποι μὲν γὰρ — ἐγκατασκευάσς δι’ αὐτῶν ἀμύνεται μὲν τοὺς ἀδικοῦντας, βοηθεῖ δὲ τοῖς αδικουμένοις. Philonis opera vol. IV 10)

v.4.p.146
χρήσασθαι πρὸς τὰς τιμωρίας, οὐ τὰ ἐρρωμενέστατα καὶ μέγιστα αἱρεῖται, τῆς τούτων ἀλκῆς ἥκιστα φροντίζων, ἀλλὰ τοῖς εὐτελέσι καὶ μικροῖς ἀμάχους καὶ ἀηττήτους δυνάμεις ἐγκατασκευάσας ἀμύνεται δι’ αὐτῶν τοὺς ἀδικοῦντας, καθὰ καὶ νῦν. τί γὰρ εὐτελέστερον σκνιπός;

ἀλλ’ ὅμως τοσοῦτον ἴσχυσεν, ὡς ἀπαγορεῦσαι πᾶσαν Αἴγυπτον καὶ ἐκβοᾶν ἀναγκασθῆναι, ὅτι „δάκτυλος θεοῦ τοῦτ’ ἐστί“ (Exod. 8,19)· χεῖρα γὰρ θεοῦ μηδὲ τὴν σύμπασαν οἰκουμένην ὑποστῆναι ἂν ἀπὸ περάτων ἐπὶ πέρατα, μᾶλλον δ’ οὐδὲ τὸν σύμπαντα κόσμον.

Τοιαῦται μὲν αἱ διὰ τοῦ Μωυσέως ἀδελφοῦ τιμωρίαι· ἃς δὲ αὐτὸς Μωυσῆς ὑπηρέτησε καὶ ἐξ οἵων τῆς φύσεως συνέστησαν μερῶν, κατὰ τὸ ἀκόλουθον ἐπισκεπτέον. ἀὴρ μὲν οὖν καὶ οὐρανός, αἱ καθαρώταται μοῖραι τῆς τῶν ὅλων οὐσίας, παρ’ ὕδατος καὶ γῆς διαδέχονται τὴν ἐπ’ Αἰγύπτῳ νουθεσίαν, ἧς ἐπίτροπος ἐχειροτονήθη Μωυσῆς.

ἤρξατο δὲ πρότερον τὸν ἀέρα διακινεῖν· Αἴγυπτος γὰρ μόνη σχεδόν τι παρὰ τὰς ἐν τῷ νοτίῳ κλίματι χώρας τῶν ἐτησίων ὡρῶν μίαν τὴν χειμερινὴν οὐ παραδέχεται, τάχα μέν, ὡς λόγος, διὰ τὸ μὴ πόρρω ζώνης διακεκαυμένης εἶναι, ῥέοντος τοῦ πυρώδους ἐκεῖθεν ἀφανῶς καὶ τἀν κύκλῳ πάντα ἀλεαίνοντος, τάχα δὲ ἐπεὶ καὶ ταῖς θεριναῖς τροπαῖς πλημμυρῶν ὁ ποταμὸς προαναλίσκει τὰς νεφώσεις —

ἄρχεται μὲν γὰρ ἐπιβαίνειν θέρους ἐνισταμένου, λήγει δὲ λήγοντος, ἐν ᾧ χρόνῳ καὶ οἱ ἐτησίαι καταράττουσιν ἐξ ἐναντίας τῶν τοῦ Νείλου στομάτων, δι’ ὧν ἔτι κωλυόμενος ἐκχεῖσθαι, τῆς θαλάσσης ὑπὸ βίας τῶν ἀνέμων πρὸς ὕψος αἰρομένης καὶ τὰς τρικυμίας ὥσπερ μακρὸν τεῖχος ἀποτεινούσης, ἐντὸς εἱλεῖται, κἄπειτα τῶν ῥείθρων ὑπαντιαζόντων τοῦ τε κατιόντος [*](1 ἐρρωμενέστερα GZDR 2 τῆς τῶν ἀλκῆς ἥκιστα φροντιζόντων DC τούτων τερον om. DR εὐτελεστέροις D καὶ μικροῖς om. D 4 εὐτελέστατον G σκνηπός G 5 ὡς GHP: ὥστ’ KZ, ὥστε ceteri 6 θεοῦ τοῦτ’] αὐτοῦ τ’ Z 8 δὲ VOKZ 9 τοιαῦτα (sic) Z μωϋσέος KO, μώσεως MAH, μωσέος P 10 μωυσῆς αὐτὸς transp. CVO 11 καὶ ante αἱ add. BEMAKZ 12 παρὰ C καὶ om. V1, add. V2 13 ἐπ’ αἰγύπτω GHPKZ: ἐπ’ αἴγυπτον ceteri μωοῆς Ο δία 14 μετακινεῖν G 15 τῷ om. GHP ὀρῶν G 17 post ζώνης add. τῆς V2O (fort. recte) κεκαυμένης BEMA post ῥέοντος add. γὰρ CBEM ἐκεῖθεν τοῦ πυρώδους transp. BEMAKZ ἀφανῶς] ἀφθόνως coni. Mang. 18 ἀλεαίνοντος GHP: λεαίνοντος BEMAVO, αὐαίνοντος CKZ 19 πλημμυρῶν scripsi (cf. § 202): πλημμυρῶν HPKZ, πλημυρῶν G, πληθύνων ceteri προσαναλίσκει Α μὲν om. BEAKZ, μὲν γὰρ om. M 20 θέρους om. Α 20.21 αἱ ἐτησίαι VO, αἱ ἐτήσιοι KZ, ὑετισίαι Β, ὑετίαι M 21 καταράττουσιν CGHOZ: καταρράττουσιν ceteri (v) post καταράττουσι add. καὶ οἱ GHP 24 εἰλεῖται BEVOHPZ)

v.4.p.147
ἄνωθεν ἀπὸ τῶν πηγῶν καὶ τοῦ θύραζε χωρεῖν ὀφείλοντος ταῖς ἀνακοπαῖς ἀνατρέχοντος εὐρύνεσθαί τε μὴ δυναμένων (αἱ γὰρ παρ’ ἑκάτερα ἐκθλίβουσιν ὄχθαι), μετεωριζόμενος ὡς εἰκὸς ἐπιβαίνει —,

τάχα δ’ ἐπεὶ καὶ περιττὸν ἦν ἐν Αἰγύπτῳ χειμῶνα γενέσθαι· πρὸς ὃ γὰρ αἱ τῶν ὄμβρων φοραὶ χρήσιμοι, καὶ ὁ ποταμὸς λιμνάζων τὰς ἀρούρας εἰς καρπῶν ἐτησίων γένεσιν.

ἡ δὲ φύσις οὐ ματαιουργός, ὡς ὑετὸν χορηγεῖν μὴ δεομένῃ γῇ, καὶ ἅμα χαίρει τῷ πολυτρόπῳ καὶ πολυσχιδεῖ τῶν ἐπιστημονικῶν ἔργων τὴν συμφωνίαν τοῦ παντὸς ἐξ ἐναντιοτήτων ἐναρμοσαμένη· καὶ διὰ τοῦτο τοῖς μὲν ἄνωθεν ἐξ οὐρανοῦ τοῖς δὲ κάτωθεν ἐκ πηγῶν τε καὶ ποταμῶν παρέχει τὴν ἐξ ὕδατος ὠφέλειαν.

οὕτως οὖν τῆς χώρας διακειμένης καὶ ταῖς χειμεριναῖς ἐαριζούσης τροπαῖς καὶ τῶν μὲν πρὸς θαλάττῃ μόναις ψεκάσιν ἀραιαῖς λιπαινομένων, τῶν δ’ ὑπὲρ Μέμφιν, τὸ βασίλειον Αἰγύπτου, μηδὲ νιφομένων τὸ παράπαν, ἐξαίφνης οὕτως ἐνεωτέρισεν ὁ ἀήρ, ὥσθ’ ὅσα ἐν τοῖς δυσχειμέροις ἀθρόα κατασκῆψαι, φορὰς ὑετῶν, χάλαζαν πολλὴν καὶ βαρεῖαν, ἀνέμων συμπιπτόντων καὶ ἀντιπαταγούντων βίας, νεφῶν ῥήξεις, ἐπαλλήλους ἀστραπὰς καὶ βροντάς, κεραυνοὺς συνεχεῖς, οἳ τερατωδεστάτην ὄψιν παρείχοντο· θέοντες γὰρ διὰ τῆς χαλάζης, μαχομένης οὐσίας, οὔτε ἔτηκον αὐτὴν οὔτε ἐσβέννυντο, μένοντες δ’ ἐν ὁμοίῳ καὶ δολιχεύοντες ἄνω καὶ κάτω διετήρουν τὴν χάλαζαν.

ἀλλ’ οὐ μόνον ἡ ἐξαίσιος φορὰ πάντων τοὺς οἰκήτορας εἰς ὑπερβαλλούσας δυσθυμίας ἤγαγεν, ἀλλὰ καὶ [*](1 τοῦ om. Α post ὀφείλοντος add. καὶ HP 1. 2 post ἀνακοπαῖς add. δ’ V2O 2 εὐρύνεται καὶ μὴ δυνάμενος συστέλλεσθαι V2O 3 ἐκθλίβουσιν GHP: θλίβουσιν ceteri 4 ἐν om. Mang. γίνεσθαι V2O 5 καὶ om. V1, add. V2 6 καρπὸν Α 7 δεομένης γῆς VO, δυναμένη γῆ Κ1 τῆ γῆ G πολυσχεδεῖ CV1A 9 ἁρμοσαμένη VOKZ 10 παρέχων A 11 ἐριζούσαις Z 12 πρὸς] ἐν BEMAKZ θαλάσση Z μόναις] μόνον Cat., μόλις Κ1Ζ ψαικάσιν Z 13 δὲ Cat. ἔνθα τὸ βασίλειον Cat. νιφομένων Α, νειφομένων GHP τὸ om. Α 14 ταῖς δυσχειμερίαις Cat. 15 ἀθρόας V2O χάλαζαν GHP: καὶ χάλαζαν ceteri βαρεῖαν] βαθεῖαν GHP Cat. 16 βίας GHP (et V1 ut vid.): βίαν C, βία ceteri ἀλλεπαλλήλους KZ (Cat. Monac. 9) 17 καὶ om. GHP Cat. συνεχεῖς κεραυνούς transp. HP τερατωδεστέραν Ο Cat. 18 θέοντες] αἴθοντες V2OK2 μαχομένην οὐσίαν VO οὔτ’ Α 19 ἔτεκον Z, ἔτεμον Cat. οὔτ’ Α δὲ BEM Cat. 20.21 ἁπάντων φορὰ CVO 21 ὑπερβαλούσας MG δυσφημίας Α ἦγεν GHP καὶ om. H1P) [*](11 sqq. Exod. 9,22 sqq. —20 Catena in Exod. 9,24 (Cat. Lips. I p. 652) Φίλωνος ἑβραίου: τῆς Αἰγύπτου δὲ τῆς χειμερινῆς ἐαριζούσης τροπῆς (sic), τῶν μὲν πρὸς θαλάττῃ — διετήρουν τὴν χάλαζαν. 10*)

v.4.p.148
τὸ τοῦ πράγματος ἄηθες· ὑπέλαβον γάρ, ὅπερ καὶ ἦν, ἐκ μηνιμάτων θείων κεκαινουργῆσθαι τὰ συμβάντα, νεωτερίσαντος ὡς οὔπω πρότερον τοῦ ἀέρος ἐπὶ λύμῃ καὶ φθορᾷ δένδρων τε καὶ καρπῶν, οἷς συνεφθάρη ζῷα οὐκ ὀλίγα, τὰ μὲν περιψύξεσι, τὰ δὲ βάρει τῆς ἐπιπιπτούσης χαλάζης ὥσπερ καταλευσθέντα, τὰ δ’ ὑπὸ τοῦ πυρὸς ἐξαναλωθέντα· ἔνια δ’ ἡμίφλεκτα διέμενε τοὺς τύπους τῶν κεραυνίων τραυμάτων εἰς

νουθεσίαν τῶν ὁρώντων ἐπιφερόμενα. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ πάλιν τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν θρασυνομένων, εἰς τὸν ἀέρα Μωυσῆς τὴν ῥάβδον ἐκτείνει, κελεύσαντος τοῦ θεοῦ. κἄπειτ’ ἄνεμος καταράττει, νότος βιαιότατος, ὅλην τὴν ἡμέραν καὶ νύκτα προσεπιτεινόμενος καὶ σφοδρυνόμενος, αὐτὸς καθ’ αὑτὸν ὢν μεγάλη ζημία· ξηρός τε γάρ ἐστι καὶ κεφαλαλγὴς καὶ βαρυήκοος, ἄσας τε καὶ ἀδημονίας ἐμποιεῖν ἱκανός, καὶ μάλιστ’ ἐν Αἰγύπτῳ κειμένῃ κατὰ τὰ νότια, δι’ ὧν αἱ περιπολήσεις τῶν φωσφόρων ἀστέρων, ὡς ἅμα τῷ διακινηθῆναι τὸν ἀφ’ ἡλίου φλογμὸν συνεπωθεῖσθαι καὶ πάντα καίειν.