De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὑπὲρ κράτους ἀρχῆς ὁ παρὼν ἀγών ἐστιν οὐδ’ ὑπὲρ τοῦ κτήσασθαι τὰ ἑτέρων, περὶ ὧν ἢ μόνων ἢ μάλιστα οἱ πόλεμοι, ἀλλ’ ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος, ὧν τοὺς ἡμετέρους συγγενεῖς καὶ φίλους ἠλλοτρίωσαν οἱ ἐχθροὶ παραίτιοι γενόμενοι τοῖς ὑπαχθεῖσι χαλεπῆς ἀπωλείας.

ἔστιν οὖν ἄτοπον οἰκείων μὲν αὐτόχειρας γεγενῆσθαι παρανομησάντων, ἐχθρῶν δὲ χαλεπώτερα ἠδικηκότων ἀποσχέσθαι, καὶ τοὺς μὲν μαθόντας ἀδικεῖν ἀνῃρηκέναι, τοὺς δὲ βιασαμένους καὶ διδάξαντας ἀτιμωρήτους καταλιπεῖν, οὓς [*](1 ἦν ἔτ’ transp. P κακόν VZ 2 ὅσα FH1P πάντες ἀπωλώλεσαν G, π. ἀπολώλεσαν FH2, π. ἀπωλόλεσαν H1P: πάντας ἀπώλεσαν ceteri 3 ἐπιτηδειότητος M ἐπὶ] εἰς C Βάλακον BEMA στρατιᾶς FH1P 4 μυρία om. VO post μυρία add. μὲν Α βεβουλευμένον—δεδρακότα om. BEMAVO βεβουλευμένα Α μὲν om. Α δυνήσεσθαι FGHP: om. ceteri 7 ἀσεβείαις HP 8. 9 ἐδοκίμασεν P 9 ὑπέρογκα scripsi: ὑπερόρια codd. πταίοντα] πτέοντα G, πλείω ὄντα BEMAVO mg. Κ περὶ αὐτοῖς CKZ (αὑτοῖς v): παρ’ ἑαυτοῖς FGHP, παρ’ αὐτοὺς BEMAVO mg. 10 ἐφεδρίας VO, ἐφεδρείαν HP συμμάχους BEMAKZ προκαμοῦσι FGHP: προκάμνουσι ceteri (Mang.) 11 χιλίους] χιλίας Α δώδεκα—φυλαί (12) om. BEMA ψ 13 ἐπὶ καλοῖς ἱερείοις om. FGHP 14 ἐξέπεμπε Κ, ἐξέπεμψε CZ 15 παρὸν Z τοῦ κτήσασθαι τὰ ἔτ’ om. in lac. G 16 μόνον MAVO (v) post μάλιστα add. εἰσὶν Α (v) πολέμιοι CBEMVO 18 τοῖς om. Α om. in iac. G 19 γενέσθαι KZ παρανομισάντων H 20 παθόντας F 20.21 ἀνηρηκέναι FGHP: ἀνελεῖν ceteri (Mang.) 21 τοὺς δὲ βιασαμένους FGHPKZ: βιασαμένους, τοὺς δέ ceteri (v) καὶ διδάξαντας FGHP: καὶ om. ceteri) [*](1 sqq. Num. 31,1 12)

v.4.p.194
ἁπάντων αἰτίους εἶναι συμβέβηκεν, ὧν ἢ δεδράκασιν ἢ πεπόνθασιν ἐκεῖνοι.“

νευρωθέντες οὖν ταῖς παραινέσεσιν ἐκεῖνοι καὶ ὅσον ἐν ταῖς ψυχαῖς προϋπῆρχε γενναιότητος ζωπυρήσαντες ὡς ἐφ’ ὁμολογουμένῃ νίκῃ πρὸς τὸν ἀγῶνα ἵεντο φρονήμασιν ἀηττήτοις· καὶ συμπλακέντες τοσαύτῃ περιουσίᾳ ῥώμης καὶ τόλμης ἐχρήσαντο, ὡς ἱερεῦσαι μὲν τοὺς ἀντιπάλους, αὐτοὶ δὲ πάντες σῷοι ἐπανελθεῖν, οὐδενὸς ἀποθανόντος ἀλλ’ οὐδὲ τρωθέντος.

ὑπέλαβεν ἄν τις τῶν ἀγνοούντων τὸ συμβεβηκὸς ἰδὼν αὐτοὺς ἐπανιόντας οὐκ ἀπὸ πολέμου καὶ παρατάξεως ἀφικνεῖσθαι μᾶλλον ἢ τῶν ἐν ταῖς ὁπλοσκοπίαις ἐπιδείξεων, ἃς ἔθος ἐν εἰρήνῃ ποιεῖσθαι, γυμνάσματα δ’ εἰσὶ καὶ μελέται συγκροτουμένων τὰ κατ’ ἐχθρῶν ἐν φίλοις.

τὰς μὲν οὖν πόλεις ἢ κατασκάπτοντες ἢ ἐμπιπράντες ἠφάνισαν, ὡς μηδ’ εἰ τὴν ἀρχὴν ᾠκίσθησαν εἰπεῖν ἔχειν· αἰχμαλώτων δὲ σωμάτων ἀπερίληπτον ἀριθμὸν ἀπαγαγόντες ἄνδρας μὲν καὶ γυναῖκας κτείνειν ἐδικαίωσαν, τοὺς μὲν ὅτι βουλευμάτων καὶ χειρῶν ἦρξαν ἀδίκων, τὰς δ’ ἐπεὶ κατεγοήτευσαν τὴν Ἑβραίων νεότητα, παραιτίας γενομένας αὐτοῖς ἀκολασίας καὶ ἀσεβείας καὶ τὰ τελευταῖα θανάτου· νέοις δὲ κομιδῇ παισὶ καὶ παρθένοις συνέγνωσαν, ἀμνηστίαν τῆς ἡλικίας ἐφελκομένης.

λείας δὲ πολλῆς ἄγαν εὐπορήσαντες ἔκ τε τῶν βασιλείων κἀκ τῶν ἰδιωτικῶν οἰκιῶν, ἔτι δὲ τῶν κατ’ ἀγροὺς ἐπαύλεων—ἦν γὰρ ἐν τοῖς χωρίοις οὐκ ἐλάττων τῆς ἐν τοῖς ἄστεσιν —, ἧκον εἰς τὸ στρατόπεδον ἐπηχθισμένοι τὸν παρὰ τῶν ἐχθρῶν πάντα πλοῦτον.

ἐπαινέσας δὲ Μωυσῆς τόν τε στρατηγὸν Φινεὲς καὶ τοὺς [*](2 ἐκεῖνοι FGHP: om. ceteri 3 προυπάρχον Α ἐφομολογουμένη KZ 4 νίκῃ] δίκη GH ἵεντο AFHPKZ: ἵεντο ceteri 5 ὡς ῥεῦσαι BEMAVO 6 αὐτοὶ δὲ πάντες σῶοι B1EV1FGHP: αὐτοὺς δὲ πάντας σώους ceteri (v) ἐπαντιθεῖν G μηδενὸς Z 7 ἄν FGHP: om. ceteri τὸ συμβεβηκὼς A 8 ἀφικνεῖσθαι FGHP: αὐτοὺς ἀφικνεῖσθαι ceteri 9 ὀπλοκοπίαις Z 9. 10 ποιεῖσθαι· γυμνάσματα δ’ εἰσὶ VOFGHP: ποιεῖσθαι γυμνάσματα· διὸ CBEMKZ, ποιεῖσθαι γυμνάσά μάτα· δι’ ὧν Α 10 συγκροτούντων coni. Mang. 11 ἐμπιπρῶντες Κ 12 μηδ’ εἰ Α: εἰ μηδὲ ceteri 15 δ’ CFGHP: δὲ ceteri τὴν τῶν ἑβραίων Κ ἃς γενομένης Κί’ γεγενημένας Α (Turn.) 16 αὑτοῖς] αὐτῆς G τὰ om. G 17 ἀμνηστείαν G 18 δὲ om. Α ἀπορήσαντες Z 18. 19 τῶν βασιλείων FGHPK1Z: τῆς βασιλείας ceteri (v) 19 κἀκ VOFGHP: καὶ ceteri (v) ἰδιωτῶν V1O γρ. ἰδιωτικῶν mg. Ο ἔτι δὲ FGHP: ἔτι δέ καὶ ceteri ἀγροὺς] αὐλοὺς Α 20 ἐλάττων VOFGHP: ἔλαττον eeteri τῆς] τοῖς GP1, τῶν BEMAKZ 21 ἥκων G 22 μώσης KZ) [*](22—195,10 Cod. Laur. VI 4 fol. 73r Φίλωνος: ἐπαινέσας δὲ Μωυσῆς τόν τε Φινεὲς καὶ τοὺς παραταξαμένους προστάττει μὲν ἔξω τοῦ στρατοπέδου καταμεῖναι πολλὰς ἐφεξῆς ἡμέρας, τὼ δὲ μεγάλῳ ἱερεῖ—γεγενῆσθαι.)

v.4.p.195
παραταξαμένους ἐπί τε τοῖς κατορθώμασι καὶ ὅτι ταῖς ὠφελείαις οὐκ ἐπέδραμον τὴν λείαν μόνοι σφετερίσασθαι διανοηθέντες, ἀλλ’ εἰς μέσον προὔθεσαν, ἵνα καὶ οἱ καταμείναντες ἐν ταῖς σκηναῖς μετάσχωσι, προστάττει τοὺς μὲν ἔξω τοῦ στρατοπέδου καταμένειν τινὰς ἡμέρας, τῷ δὲ μεγάλῳ ἱερεῖ καθᾶραι τοῦ φόνου τοὺς ἀπὸ τῆς παρατάξεως ἥκοντας τῶν συμμάχων.

καὶ γὰρ εἰ νόμιμοι αἱ κατ’ ἐχθρῶν σφαγαί, ἀλλ’ ὅ γε κτείνων ἄνθρωπον, εἰ καὶ δικαίως καὶ ἀμυνόμενος καὶ βιασθείς, ὑπαίτιος εἶναι δοκεῖ διὰ τὴν ἀνωτάτω καὶ κοινὴν συγγένειαν· οὗ χάριν καθαρσίων ἐδέησε τοῖς κτείνασι πρὸς ἀπαλλαγὴν τοῦ νομισθέντος ἄγους γεγενῆσθαι.

μετ’ οὐ πολὺν μέντοι χρόνον καὶ τὴν λείαν διένειμε, τοῖς μὲν στρατευσαμένοις—ὀλίγος δ’ ἀριθμὸς ἦσαν παρὰ τοὺς ἡσυχάσαντας —διδοὺς ἥμισυ μέρος, θάτερον δὲ τοῖς καταμείνασιν ἐν τῷ στρατοπέδῳ· δίκαιον γὰρ ὑπέλαβεν εἶναι καὶ τούτοις μεταδοῦναι τῆς ὠφελείας, εἰ καὶ μὴ τοῖς σώμασι, ταῖς γοῦν ψυχαῖς διαγωνισαμένοις· οἱ γὰρ ἔφεδροι τῶν ἀγωνιστῶν οὐκ ἐλαττούμενοι ταῖς προθυμίαις χρόνῳ καὶ τῷ φθασθῆναι μόνον ὑστερίζουσι.

λαβόντων δὲ τῶν μὲν ὀλίγων πλείω διὰ τὸ προκινδυνεῦσαι, τῶν δὲ πλειόνων ἐλάττω διὰ τὴν ἔνδον μονήν, ἔδοξεν ἀναγκαῖον εἶναι πάσης τῆς λείας τὰς ἀπαρχὰς καθιερῶσαι· τὸ μὲν οὖν πεντηκοστὸν οἱ ἐφεδρεύσαντες, πεντακοσιοστὴν δὲ μοῖραν οἱ προπολεμήσαντες εἰσήνεγκαν· τῶν δ’ ἀπαρχῶν τὰς μὲν παρὰ τῶν στρατευσαμένων τῷ μεγάλῳ ἱερεῖ προστάττει δοθῆναι, τὰς δὲ παρὰ τῶν [*](1 κατορθώμασιν VOG καὶ om. VO ὠφελίαις G 2 μόνην Ο σφετερίσασθαι BEMAKZ: διασφετερίσασθαι ceteri (v) 3 κάτω μείναντες BEM 3. 4 προστάττει om. BMG, post ἡμέτας (4) transp. KZ 4 τοὺς] τῶ Z καταμεῖναι Laur. 5 καθαρᾶι FGHP Laur.: καθαίρειν BEMAVK, καθαίρει COZ εἰ φώνου G 6 εἰ] αἱ M αἱ om. G 8 κοινὴ V1M συγγένειαν om. K1, συγγένειαν καὶ κοινήν transp. Z 10 πολὺ (om. χρόνον) FGHP 12 μέρος AFGHP: μέρους ceteri 12—14 ἐν—σώμασι FGHPKZ: om. ceteri 13 ὑπέλαβεν εἶναι FGHP: ὑπέλαβε τοῦτο KZ 14 τῶν σωμάτων Κ διαγωνισαμέναις Κ 16 τῷ om. Α ὑστερίσουσι Turn. 17 ἔλαττον CVO 18 μονήν] καταμονήν Α (v) ἔδοξαν M ἀναγκαῖον εἶναι om. F 19 ἐφεδρεύοντες M πεντακοσιοστὴν (sic. codd.)] πεντηκοστὴν Α; πεντακοσιαστὴν V 20 δὲ CF) [*](4 sqq. Num. 31,19—24 5 sqq. cf. Procop. Gaz. Comment. in Num. 3119 (Migne t. 87,1 Col. 882): ceterum ante communionem seu participationem praecedit purificatio; nam etsi iusta caedes fuerit, effusio tamen est fraterni sanguinis, et Deo displicet hominis internecio, eum enim ad vitam, non ad mortem condidit (Caten. Lips. I p. 1386 Ἀδήλου). 10 sqq. Num. 31,25 sqq.)

v.4.p.196
καταμεινάντων ἐν τῷ στρατοπέδῳ τοῖς νεωκόροις, οἷς ὄνομα Λευῖται.

χιλίαρχοι δὲ καὶ ἑκατόνταρχοι καὶ ὁ ἄλλος ὅμιλος λοχαγῶν καὶ ταξιαρχῶν ὑπέρ τε τῆς αὑτῶν σωτηρίας καὶ τῶν συστρατευσαμένων καὶ τῆς παντὸς λόγου κρείττονος νίκης ἐθελονταὶ κομίζουσιν ἐξαιρέτους ἀπαρχάς, κόσμον τε χρυσοῦν ὅσον ἕκαστος ἐκ τῆς λείας ἀνεῦρε καὶ σκεύη πολυτελέστατα, ὧν πάλιν ὕλη χρυσὸς ἦν· ἃ Μωυσῆς λαβὼν καὶ τὴν εὐσέβειαν τῶν φερόντων ἀγάμενος ἀνατίθησιν ἐν τῇ καθιερωμένῃ σκηνῇ τῆς εὐχαριστίας τῶν ἀνδρῶν ὑπόμνημα.

παγκάλη δὲ ἡ διανομὴ τῶν ἀπαρχῶν· τὰς μὲν τῶν μὴ πεπολεμηκότων, ἡμίσειαν ἀρετῆς τὴν χωρὶς ἔργου προθυμίαν αὐτὸ μόνον ἐπιδειξαμένων, τοῖς νεωκόροις ἀπένειμε, τὰς δὲ τῶν ἀγωνισαμένων, οἳ σώμασι καὶ ψυχαῖς ἐκινδύνευσαν ὁλόκληρον ἀνδραγαθίαν παρασχόμενοι, τῷ προεστηκότι τῶν νεωκόρων ἱερεῖ τῷ μεγάλῳ, τὰς δὲ τῶν ταξιαρχῶν ἅτε ἡγεμονικὰς τῷ συμπάντων ἡγεμόνι θεῷ.

Πάντες οὗτοι διεπολεμήθησαν οἱ πόλεμοι, μήπω διαβεβηκότων Ἰορδάνην τὸν ἐγχώριον ποταμόν, πρὸς τοὺς τῆς ἀντιπέρας γῆς οἰκήτορας εὐδαίμονος καὶ βαθείας, ἐν ᾗ πολλὴ πεδιὰς σιτοφόρος καὶ χιλὸν κτήνεσιν ἐνεγκεῖν ἀγαθή.

ταύτην ὡς ἐθεάσαντο τὴν χώραν αἱ κτηνοτρόφοι δύο φυλαί, μοῖρα τοῦ σύμπαντος ἕκτη στρατοῦ, Μωυσῆν ἱκέτευον ἐπιτρέψαι τὰς κληρουχίας ἐνταυθοῖ λαβεῖν αὐτὰς ἤδη ποτὲ ἱδρυθείσας· ἐπιτηδειότατον γὰρ ἔφασκον εἶναι τὸν τόπον ἐννέμεσθαί τε καὶ ἐμβόσκεσθαι θρέμμασιν εὔυδρον ὄντα καὶ εὔχορτον καὶ προβατευσίμην ἄφθονον πόαν ἀπαυτοματίζοντα.