De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

πόσον πλῆθος χρημάτων, ἀνοητότατε, καὶ δωρεῶν, πόσην δ’ εὐφημίαν καὶ δόξαν ἀφῄρησαι σεαυτὸν φρενοβλαβὴς ὤν· ἐπανελεύσῃ φέρων ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἀγαθὸν μὲν οὐδέν, [*](2 ἔρημον Κ1Ζ 3 ἀλλ’ οὐ] ἄλλου BEMVO; ὡς πάνυ πολλοῦ mg. M 3.4 καταπλαγῆς C 4 ἀναφθέγγεται· τάδε φησὶν MA (v) 5 ἀληθινὸς VOF 7 σκηναί] σκιαί BEMAPZ pr. ὡς] ὡσεὶ Α συσκιάζουσι FHP (v) 8 ὕδατος KZ ἐπικρατήση Α 10 πρὸς] εἰς G πρὸς ὕψος om. Α ἀπ’ om. BEMKZ 11 ὁδοῦ om. Κ1, ss. Κ2 12 πολλῶν A ἄχρι FGHP: μέχρι ceteri λήψεται] λάψεται coni. Mang. 13 κατακλινεὶς CBEMGP: κατακλινθεὶς F, κατακλιθεὶς AVOHKZ 15 post ἄθλιος add. δ’ FGHP (v) ἐγείροι Α 16 εὐφημίας] εὐλογίας KZ δὲ F 17 δὲ C ἲς 18 τρεῖς Z, τρὶς BEMK (prob. Mang.) 19 ἐστίν ὁ θυμός F, θυμός ἐστι transp. Z μή τι καὶ FGHP: μὴ καί τι CMAVOK1Z μηκέτι EK2, μὴ καί τι corr. ex μηκέτι Β 20 post ἐργάσασθαι add. τι Barb. βιάσασθαι ἐργάσωμαι Α; βιασθεὶς ἐργάσωμαι coni. Maug. ἀνοητότατε ante χρημάτων transp. F, post δωρεῶν transp. CVO Barb. 21 πόσην] πάσην G δὲ CVO, δ’ om. Barb. σαυτὸν FGHP Barb. 22 ἐπανελεύσει Κ εἰς] ἐπὶ HP (v) οἰκείαν] οἰκίαν CV1GHZ (Turn.)) [*](17—190,5 Catena Barber. IV 56 fol. 147r τοῦ Φίλωνος: ἀγανακτήσας βασιλεὺς ἐπ’ ἀραῖς εἶπεν—φυλάξεται τὸν ἀντίπαλον.)

v.4.p.190
ὀνείδη δὲ καὶ πολλὴν ὡς ἔοικεν αἰσχύνην, οὕτως σοι τῶν κατὰ τὴν ἐπιστήμην, ἐφ’ οἷς πρότερον ἐσεμνύνου, γελασθέντων.“

ὁ δὲ „τὰ μὲν πρότερα“ εἶπε „πάντ’ ἐστὶ λόγια καὶ χρησμοί, τὰ δὲ μέλλοντα λέγεσθαι γνώμης τῆς ἐμῆς εἰκασίαι.“ καὶ τῆς δεξιᾶς λαβόμενος μόνος μόνῳ συνεβούλευε, δι’ ὧν, ὡς ἂν οἷόν τε ᾖ, φυλάξεται τὸν ἀντίπαλον στρατόν, ἀσέβημα κατηγορῶν αὑτοῦ μέγιστον· τί γάρ, εἴποι τις ἄν, ἰδιάζεις καὶ συμβουλεύεις τὰ ἐναντία τοῖς χρησμοῖς ὑποτιθέμενος, εἰ μὴ ἄρα τῶν λογίων

αἱ σαὶ βουλαὶ δυνατώτεραι; φέρε δ’ οὖν καὶ τὰς καλὰς αὐτοῦ παραινέσεις ἐξετάσωμεν, ὡς τετεχνιτευμέναι πρὸς ὁμολογουμένην ἧτταν τῶν ἀεὶ νικᾶν δυναμένων. εἰδὼς γὰρ Ἑβραίοις μίαν ὁδὸν ἁλώσεως παρανομίαν, διὰ λαγνείας καὶ ἀκολασίας, μεγάλου κακοῦ, πρὸς μεῖζον κακόν, ἀσέβειαν, ἄγειν αὐτοὺς ἐσπούδασεν ἡδονὴν δέλεαρ προθείς.

„εἰσὶ“ γὰρ εἶπεν „αἱ ἐγχώριοι γυναῖκες, ὦ βασιλεῦ, διαφέρουσαι τὴν ὄψιν ἑτέρων· ἀνὴρ δ’ οὐδενὶ μᾶλλον εὐάλωτος ἢ γυναικὸς εὐμορφίᾳ. ταῖς οὖν περικαλλεστάταις ἐὰν ἐπιτρέψῃς μισθαρνεῖν καὶ δημοσιεύειν, ἀγκιστρεύσονται τὴν νεότητα τῶν ἀντιπάλων.

ὑφηγητέον δὲ αὐταῖς, μὴ εὐθὺς ἐμπαρέχεσθαι τοῖς ἐθέλουσι τὴν ὥραν· ὁ γὰρ ἀκκισμὸς ὑποκνίζων τὰς ὁρμὰς ἐπεγείρει μᾶλλον καὶ τοὺς ἔρωτας ἀναφλέγει· τραχηλιζόμενοι δὲ ταῖς ἐπιθυμίαις πάνθ’ ὑπομενοῦσι δρᾶν τε καὶ πάσχειν.

πρὸς δὲ τὸν οὕτω διακείμενον ἐραστὴν λεγέτω φρυαττομένη τις τῶν ἐπὶ τὴν θήραν ἀλειφομένων· „„οὐ θέμις ὁμιλίας σοι τῆς ἐμῆς ἀπολαῦσαι, πρὶν ἂν [*](1 ὀνείδη δὲ καὶ αἰσχύνην ὡς ἔοικεν transp. Α, ὡς ἔοικε δὲ αἰσχύνην καὶ ὀνείδη transp. VO πολλὴν FGHP Barb.: om ceteri οὕτω VOMG Barb. 2 καταγελασθέντων VO ;5 εἶπε πάντα F, πάντα εἶπεν transp. HP (v) 5 φυλάξεται V2OK2FHP Barb.: φυλάξηται CV1G φυλάξαιτο BEMAK1Z (Mang.): φυλάξασθαι Turn. πρατόν] στρατηγὸν VO 5. 6 ἀσέβημα . . . μέγιστον FGHP: ἀσέβειαν . . . μεγίστην ceteri 6 αὑτοῦ V2O αὐτοῦ ceteri ἰδιάζης VO 6. 7 συμβουλεύῃς VO, συμβουλεύειν P, συμβασιλεύεις F 7 τἀναντία AVO 8 φέρε δ’ οὖν FGHP: φέρε οὖν CVO, φέρ’ οὖν BEMAKZ 9 τετεχνητευμέναι AFHP, τεχνιτευμέναι KZ 10 ἑβραῖος F 12 ἐσπούδαζεν BEMAKZ (Mang.) προσθείς CM. προτιθείς Α (Mang.) 13 αἱ om. F ἐγχώριαι MKZ 15 ἐπιστρέψῃς (sed σ eras.) C, ἐπιτρέψεις G δημοσιεύειν τὸ κάλλος coni. Mang. 16 ἀφηγητέον HP δ’ CVO 17 τὴν ὥραν om. F ἀκκισμὸς C2F: ἀστισμὸς C1VO, ἀστεισμὸς ceteri 18 ἐπεγερεῖ GH2P2 (v) ἀναφλέξει FGHP (v), ἀναφλέγει om. in fine paginae Κ 19 ὑπομένουσι C 20 φρυαττωμένη G, φραττομένη P τὴν FGHP: om ceteri 21 ὁμιλίας FGHP: τῆς ὁμιλίας ceteri σοι τῆς ὁμιλίας transp. BMKZ ἄν om. F) [*](2 sqq. cf. Ioseph Ant. lud. IV § 126 sqq.)

v.4.p.191
ἐκδιαιτηθῇς μὲν τὰ πάτρια, μεταβαλὼν δὲ τιμήσῃς ἅπερ ἐγώ. πίστις δέ μοι τῆς βεβαίου μεταβολῆς γένοιτ’ ἂν ἀρίδηλος, ἢν ἐθελήσῃς μετασχεῖν τῶν αὐτῶν σπονδῶν τε καὶ θυσιῶν, ἃς ἀγάλμασι καὶ ξοάνοις καὶ τοῖς λοιποῖς ἀφιδρύμασιν ἐπιτελοῦμεν.““

ὁ δ’ ἅτε σαγηνευθεὶς πάγαις πολυειδέσι, κάλλει καὶ στωμυλίας χειραγωγίαις, οὐδὲν ἀντειπών, ἐξηγκωνισμένος τὸν λογισμόν, ἄθλιος ὑπηρετήσει τοῖς προσταττομένοις, ἀναγραφεὶς τοῦ πάθους δοῦλος.“

Ὁ μὲν δὴ τοιαῦτα συνεβούλευεν. ὁ δ’ οὐκ ἀπὸ σκοποῦ νομίσας εἶναι τὰ λεχθέντα, τὸν κατὰ μοιχῶν νόμον παρακαλυψάμενος καὶ τοὺς ἐπὶ φθορᾷ καὶ πορνείᾳ κειμένους ἀνελών, ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐγράφησαν, ἀνέδην ἐπιτρέπει ταῖς γυναιξὶ τὰς ὁμιλίας πρὸς οὓς ἂν ἐθέλωσι ποιεῖσθαι.

δοθείσης δὲ ἀδείας, τὴν πληθὺν τῶν μειρακίων ἐπήγοντο πολὺ πρότερον τὴν διάνοιαν αὐτῶν ἀπατῶσαι καὶ τρέπουσαι ταῖς γοητείαις πρὸς ἀσέβειαν, ἕως υἱὸς τοῦ ἀρχιερέως Φινεὲς ἐπὶ τοῖς γινομένοις σφόδρα χαλεπήνας—δεινότατον γὰρ αὐτῷ κατεφαίνετο, εἰ ὑφ’ ἕνα καιρὸν ἄμφω τά τε σώματα καὶ τὰς ψυχὰς ἐπιδεδώκασι, τὰ μὲν ἡδοναῖς, τὰς δὲ τῷ παρανομεῖν καὶ ἀνοσιουργεῖν—ἐνεανιεύσατο νεανείαν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ προσήκουσαν.

ἰδὼν γάρ τινα τῶν ἀπὸ τοῦ γένους θύοντα καὶ εἰσιόντα πρὸς πόρνην, μήτε κεκυφότα εἰς τοὔδαφος μήτε λανθάνειν τοὺς πολλοὺς πειρώμενον μήθ’ οἷα φιλεῖ κλέπτοντα [*](1 ἐκδιαιτηθῇς corr. —εἰς M, ἐκδιαιτηθεὶς G, ἐκδιαιτηθεὶς AF μὲν om. Ο τιμήσεις CFH 2 βεβαίας KZ, ἀβεβαίου P ἣν ἐθελήσεις FG 3 σποδῶν G ἃς] ὡς Ε, ὡς corr. in ὧν Β, ὧν MA 4 ἐφιδρύμασιν Z ὅδ’ KZ 5 κάλλει om. CBEMA καὶ om. FGHPK1Z στωμυλίαις Α, στωμυλία CVOKZ χειραγωγίαις] χορηγίαις CFHPZ. καὶ πιθανότητι V2O, πιθανότητι χορηγίαις Κ ἐξηγκωνισμένος AFGHP: ἐξγηγκωνισμένος δὲ ceteri 6 τοῖς πραττομένοις AVOG 8 δὴ VOFGHP: οὖν ceteri συνεβούλευσεν CVOK2 (v) ὅδ’ KZ, ὁ δὲ F 9 τῶν μοιχῶν F 10 φθορᾷ] φωρὰ V1O, φθορᾶ corr. V2 αι μηδὲ] μὴ BMKZ 11 ἀνέδην Α, ἀναίδην CPKZ ἐπιτρέπειν F 12 θέλωσι F καὶ δοθείσης VO δ’ Α, δὲ om. CVO 13 αὐτῶν τήν διάνοιαν transp. CVO 14 ὁ υἱός KZ τοῦ om. Α 15 γενομένοις ΜΖ1 Barb. αὐτὸ Barb. εἰ] εἰς Z 10 ἄμφω om. BEMAK1Z τε τὰ transp. FP Barb. alt. τὰ] τὰς FGHP Barb. 17 τὰς] τὰ GHPK Barb. 18 νεανίαν O, νεανεί et lac. 7 litt. (om. ἀνδρὶ) G κἀγαθῶ AO 19 θύοντα καὶ οm. GHP Barb. εἰς] πρὸς AVO 20 μήτε FGHP Barb.: ὥστε ceteri πεῖ θηρώμενον Κ, θηρώμενον (θη ex πεῖ corr.) Z μήθ’] μήτε) [*](8 sqq. Num. cap. 25 14—192,16 Catena Barber. IV 56 fol. 148v: υἱὸς τοῦ ἀρχιερέως Φινεὲς—στρατιὰν ἐκηλίδου.)

v.4.p.192
τὴν εἴσοδον, ἀλλὰ μετ’ ἀναισχύντου θράσους τὴν ἀκοσμίαν ἐπιδεικνύμενον καὶ φρυαττόμενον ὡς ἐπὶ σεμνῷ πράγματι τῷ καταγελάστῳ, πάνυ πικρανθεὶς καὶ πληρωθεὶς ὀργῆς δικαίας ἐπεισδραμὼν ἔτι κατ’ εὐνὴν κειμένους ἀμφοτέρους τόν τ’ ἐραστὴν καὶ τὴν ἑταίραν ἀναιρεῖ προσανατεμὼν καὶ τὰ γεννητικά, διότι σποραῖς ὑπηρέτησαν ἐκθέσμοις.

τοῦτο θεασάμενοί τινες τὸ παράδειγμα τῶν τὴν ἐγκράτειαν καὶ θεοσέβειαν ἐζηλωκότων προστάξαντος Μωυσέως ἐμιμήσαντο καὶ πάντας τοὺς τελεσθέντας τοῖς χειροποιήτοις συγγενεῖς καὶ φίλους ἡβηδὸν ἀνελόντες τὸ μὲν μίασμα τοῦ ἔθνους ἐκκαθαίρουσι διὰ τῆς τῶν προηδικηκότων ἀπαραιτήτου τιμωρίας, τοὺς δ’ ἄλλους παρασχόντας ἀπολογίαν ἐναργεστάτην ὑπὲρ τῆς αὑτῶν εὐσεβείας περιεποιήσαντο, μηδένα τῶν ἀφ’ αἵματος κατακρίτων οἰκτισάμενοι μηδ’ ἐλέῳ τἀδικήματα αὐτῶν παρελθόντες, ἀλλὰ καθαροὺς νομίσαντες τοὺς αὐτόχειρας· ὅθεν οὐδενὶ παρεχώρησαν τὴν ἐπέξοδον φέρουσαν τοῖς δρῶσιν ἀψευδέστατον ἔπαινον.

τετρακισχιλίους δέ φασι πρὸς τοῖς δισμυρίοις ἀναιρεθῆναι μιᾷ ἡμέρᾳ, συναναιρεθέντος εὐθὺς τοῦ κοινοῦ μιάσματος, ὃ πᾶσαν τὴν στρατιὰν ἐκηλίδου. τῶν δὲ καθαρσίων ἐπιτελεσθέντων, ὡς ἀριστεῖ γέρας ἐπάξιον τῷ υἱῷ τοῦ ἀρχιερέως, ὃς πρῶτος ἐπὶ τὴν ἄμυναν ὥρμησεν, ἐζήτει παρασχεῖν Μωυσῆς· φθάνει δὲ χρησμοῖς δωρησάμενος ὁ θεὸς Φινεεῖ τὸ μέγιστον ἀγαθόν, εἰρήνην, ὃ μηδεὶς ἱκανὸς ἀνθρώπων παρασχεῖν, πρὸς δὲ τῇ εἰρήνῃ καὶ παγκρατησίαν ἱερωσύνης, αὐτῷ καὶ γένει κλῆρον ἀναφαίρετον.

[*](1 μετὰ F 2 φραττόμενον Η1P ὡς om. C καταγριάστω (sic) Z πάνυ—δικαίας (3) om. Ο πάνυ FGHP Barb.: πάλιν C (V ut vid.), πολλὰ V2, om. ceteri 3 ἐπεισδραμὼν FGHP Barb.: ἐπιδραμὼν ceteri ἔτι] ἐπὶ Α 4 τε VOF ἑτέραν Barb. 4. 5 προσαποτεμὼν G 5 ὑπηρέτισαν Α; ὑπηρέτησεν conicio ἀθέσμοις Z 6 τὴν FGHP Barb.: om. ceteri 7 μωυσέος MAFGHP 8 ἀχειροποιήτοις Barb. 9 διηδικηκότων M 10 δὲ AF παρασχόντες Barb. 11 αὑτῶν AVOG: αὐτῶν ceteri ἐποιήσαντο Η1P τῶν] τὸν G 12 οἰκησάμενοι Barb. μηδ’ FH1P: μήτ’ ceteri (v) τἀδικήματ’ GH2K, τἀδίκημα τῶν H1P, τἀδίκημα Z, τῶν ἀδικήματ’ C ἀλλὰ codd: ἀλλὰ καὶ V 13 post καθαροὺς add. μᾶλλον V2O οὐδενὶ] οὐδὲ V2OF 14 ἐπέξοδον CGHPKZ: ἐπ’ ἔξοδον ceteri ἀψευδέστατον] καίτοι ἀψευδέστατα V2O ἔπαινον FGHPKZ: om. ceteri 15 δέ BEMAKZ: om. ceteri δυσμυρίοις AFH1 ἀναιρεθεῖναι G 16 post εὐθὺς add. καὶ KZ τὴν om. HP δὲ om. Barb. 17 υἱεῖ FHP Barb. 18 μώσης Barb. 19 δωρησάμενος post ἀγαθόν transp. VO Φινεεῖ om. Α, post ἀγαθὸν transp. KZ 20 ἱκανὼς (sic) Barb. ἀνθρώπων ἱκανός transp. M 21 κλῆρον FGHP Barb.: κληρονομίαν ceteri (v))[*](16—21 Catena Barber. ΙV 56 fol. 149r Φίλωνος: τῶν καθαρσίων—κλῆρον)
v.4.p.193

Ἐπεὶ δὲ τῶν ἐμφυλίων οὐδὲν ἔτ’ ἦν ὑπόλοιπον κακῶν, ἀλλὰ καὶ ὅσοι πρὸς αὐτομολίαν ἢ προδοσίαν ὑπωπτεύοντο πάντες ἀπωλώλεσαν, ἔδοξεν εἶναι καιρὸς ἐπιτηδειότατος τῆς ἐπὶ τὸν Βαλάκην στρατείας, ἄνδρα μυρία καὶ βεβουλευμένον ἐργάσασθαι κακὰ καὶ δεδρακότα, βεβουλευμένον μὲν διὰ τοῦ μάντεως, ὃν ἤλπισεν ἀραῖς τισι δυνήσεσθαι καθελεῖν τὴν δύναμιν τῶν Ἑβραίων, δεδρακότα δὲ διὰ τῆς τῶν γυναικῶν ἀσελγείας καὶ ἀκολασίας, αἳ τὰ μὲν σώματα λαγνείαις τὰς δὲ ψυχὰς ἀσεβείᾳ τῶν χρωμένων διέφθειραν.

παντὶ μὲν οὖν τῷ στρατῷ πολεμεῖν οὐκ ἐδοκίμαζεν, εἰδὼς τὰ ὑπέρογκα πλήθη πταίοντα περὶ αὑτοῖς καὶ ἅμα λυσιτελὲς ἡγούμενος ἐφεδρείας εἶναι συμμάχων τοῖς προκαμοῦσι βοηθούς, ἀριστίνδην δὲ τοὺς ἡβῶντας ἐπιλέξας, χιλίους ἐκ φυλῆς ἑκάστης, δώδεκα χιλιάδας— τοσαῦται γὰρ ἦσαν αἱ φυλαί—καὶ στρατηγὸν ἑλόμενος τοῦ πολέμου Φινεὲς πεῖραν ἤδη δεδωκότα στρατηγικῆς εὐτολμίας ἐπὶ καλοῖς ἱερείοις ἐξέπεμπε τοὺς ὁπλίτας καὶ θαρσύνων τοιάδε διεξῄει· „οὐχ