De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

δώδεκα δ’ ἰσαρίθμους ταῖς φυλαῖς ἄνδρας, ἐξ ἑκάστης ἕνα φύλαρχον, αἱρεῖται τοὺς δοκιμωτάτους ἀριστίνδην προκρίνας, ἵνα μηδεμία μοῖρα πλέον ἢ ἔλαττον ἐνεγκαμένη διαφέρηται, πᾶσαι δ’ ἐξ ἴσου διὰ τῶν ἐν τέλει τὰ παρὰ τοῖς κατοίκοις, εἰ βουληθεῖεν οἱ πεμφθέντες ἀψευδεῖν, ἐπιγνῶσιν.

ἑλόμενος δ’ αὐτούς φησι τάδε· „τῶν ἀγώνων καὶ κινδύνων, οὓς ὑπέστημεν καὶ μέχρι νῦν ὑπομένομεν, ἆθλόν εἰσιν αἱ κληρουχίαι, ὧν τῆς ἐλπίδος μὴ διαμάρτοιμεν ἔθνος πολυανθρωπότατον εἰς ἀποικίαν παραπέμποντες. ἔστι δ’ ὠφελιμώτατον ἡ τόπων καὶ ἀνθρώπων καὶ πραγμάτων ἐπιστήμη, ὥσπερ ἡ ἄγνοια βλαβερόν.

ὑμᾶς οὖν ἐχειροτονήσαμεν, ἵνα ταῖς ὑμετέραις ὄψεσί τε καὶ διανοίαις [*](2 ἀνώφυτοι CVOK τοῦ om. ΗP ἑβραίοις Α ἀνταγώνιστον M 3 διαθεῖναι] καταθεῖναι H παρὰ] περὶ KZ 3. 4 ἐσπάδαζον (sic) E 4 ἱδρύετο M ὃν] ὧν G 5 τοῦ συμβεβηκότος VOKZ: τῶν συμβεβηκότων ceteri (v) καταφυγεῖν C 6 χαριστηρίους FGHP: τὰς χαριστηρίους ceteri 7 post μετὰ add. δὲ AV 7.8 ἀπώκιζε KZ 9 βουλόμενος FGHPK1Z: βουλόμενος δὲ ceteri 10 αὐτῆ Α ἐπιστήμῃ] γρ. ἢ διαγνώσει mg. Ο τῶν ἐκεῖ] τῶν κατασκοπησάντων τὰ ἐκεῖ V2, τῶν τὰ ἐκεῖ κατασκοπησάντων O βεβαία FGHPV2OK2: βεβαίως ceteri τὸ] ὃ HP 11 δὲ eras. V2, δ’ om. AO 12 φίλαρχον FGZ 13 πλεῖον Α 14 τὰ om. FGHP παρὰ τῶν ἐν τοῖς κατοίκοις HP 15 ἐπὶ γνῶσιν Α, ἐπίγνωσιν P δὲ Α 16 τοῦ νῦν A 17 ἁμάρτοιμεν G, διαμάρτημεν (sic) M 18 πέμποντες P 19 ἡ om. Α) [*](7 sqq. Num. cap. 13. 14 7—174,2 Catena Laur. V 14 ad Psalm. 10524 ἐξουδένωσαν γῆν ἐπιθυμητήν: φίλωνος: ἀπεπέμψαντο γῆν ἀγαθὴν τὴν τῆς ἐπαγγελίας, ὡς εὑρήσεις ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν. ἡ δὲ ἱστορία τοιαύτη· δεύτερον μὲν ὁδοιποροῦσι τοῖς ‘Eβραίοις ἔτος ἐνειστήκει, Μωυσῆς δὲ ἔγνω τὴν χώραν, εἰς ἣν ἀπῳκίζετο τὸ ἔθνος, κατασκέψασθαι. καὶ δὴ δώδεκα ἰσαρίθμους — προκρίνας. οὓς ἑλόμενος γενέσθαι φησὶ τῶν τοσούτων μυριάδων ὦτα καὶ ὀφθαλμοὺς πρὸς τὴν τῶν ἀναγκαίων εἰδέναι σαφῆ κατάληψιν.)

v.4.p.174
τἀκεῖ θεασώμεθα· γίνεσθε δὴ τῶν τοσούτων μυριάδων ὦτα καὶ ὀφθαλμοὶ πρὸς τὴν ὧν ἀναγκαῖον εἰδέναι σαφῆ κατάληψιν.

ἃ δὲ γνῶναι ποθοῦμεν, τρία ταῦτ’ ἐστίν· οἰκητόρων πλῆθός τε καὶ δύναμιν, πόλεων τὴν ἐν εὐκαιρίᾳ θέσιν καὶ ἐν οἰκοδομίαις ἐχυρότητα ἢ τοὐναντίον, χώραν εἰ βαθύγειός ἐστι καὶ πίων, ἀγαθὴ παντοίους καρποὺς ἐνεγκεῖν σπαρτῶν τε καὶ δένδρων, ἢ λεπτόγεως ἔμπαλιν, ἵνα πρὸς μὲν ἰσχὺν καὶ πλῆθος οἰκητόρων ἰσορρόποις δυνάμεσι φραξώμεθα, πρὸς δὲ τὴν ἐν τοῖς τόποις ἐρυμνότητα μηχανήμασι καὶ ταῖς ἑλεπόλεσιν· ἀναγκαῖον δὲ καὶ τὴν χώραν εἰδέναι, εἰ ἀρετῶσα ἢ μή· περὶ γὰρ λυπρᾶς ἑκουσίους κινδύνους ὑπομένειν ἠλιθιότητος.

τὰ δ’ ὅπλα καὶ μηχανήματα ἡμῶν καὶ πᾶσα ἡ δύναμις ἐν μόνῳ τῷ πιστεύειν θεῷ κεῖται· ταύτην ἔχοντες τὴν παρασκευὴν οὐδενὶ τῶν φοβερῶν εἴξομεν· ἱκανὴ γὰρ ἀμάχους ῥώμας εὐεξίαις, τόλμαις, ἐμπειρίαις, πλήθεσιν ἐκ πολλοῦ τοῦ περιόντος κατακρατεῖν, δι’ ἣν καὶ ἐν ἐρήμῃ βαθείᾳ χορηγίαι πάντων εἰσὶν ὅσα ἐν εὐετηρίᾳ πόλεων.

ὁ δὲ καιρός, ἐν ᾧ μάλιστα χώρας ἀρετὴν δοκιμάζεσθαι συμβέβηκεν, ἔαρ ἐστίν, ὃ νῦν ἐφέστηκεν· ὥρᾳ γὰρ ἔαρος τὰ μὲν σπαρέντα τελεσφορεῖται γένη, αἱ δὲ τῶν δένδρων φύσεις ἀρχὴν λαμβάνουσιν. ἄμεινον δ’ ἂν εἴη καὶ ἐπιμεῖναι μέχρι θέρους ἀκμάζοντος καὶ διακομίσαι καρποὺς οἱονεὶ δείγματα χώρας εὐδαίμονος.“

ταῦτ’ ἀκούσαντες ἐπὶ τὴν κατασκοπὴν ἐξῄεσαν ὑπὸ παντὸς τοῦ πλήθους προπεμπόμενοι δεδιότος, μὴ συλληφθέντες ἀπόλωνται καὶ συμβῇ δύο τὰ χαλεπώτατα, [*](1 τἀκεῖθεν BKZ θεασόμεθα G γίνεσθε VOFGHP: γένεσθε ceteri δὴ] δὴ οὖν F, δὲ O 2 πρὸς CV1FGHP: πρὸς τὸ ceteri ὧν ἀναγκαῖον GHP: τῶν ἀναγκαίων ceteri Laur. (v) σαφῆ] ἀκριβῆ F post δὲ ss. δὴ Κ 3 τρία FGHP: om. ceteri ταῦτα CVO Laur. τε om. Laur. τὴν] τε Laur. 4 θέσεως H1P τε καὶ Α οἰκοδομίαις FGHP: οἰκοδομαῖς ceteri (v), οἰκοδομὴ Laur. ἐχυρότητα CFGHP: ὀχυρότητα ceteri 5 εὔγειος Laur. ἐστι om. Laur. ante ἀγαθὴ add. εἰ FGHP(v), καὶ Laur. εἷο 5. 6 σπαρτῶν τε καὶ δένδρων om. Laur. 6 λεπτόγεως Α, λεπτόγειος BEMKZ 9 ἑκουσίως G 10 ἠλιθιώτατον coni. Mang.; ἠλιθιότητος ἔργον conicio μηχανήμάθ’ G 11 post δύναμις add. ἡμῶν F 12 ῥώμαις coni. Mang. 13 κρατεῖν F 14 ἐρήμη FGHP: ἐρημία ceteri βαθεῖαι corr. ex βαθεία B, βαθεῖαι MKZ 16 ὥρᾳ — λαμβάνουσιν (17) om. Laur. γὰρ] μὲν G, om. BEMA 17 γένη, αἰ KZ: γενέσεως ceteri (v) φύσεις] ἐκφύσεις coni. Mang. 18 pr. καὶ om. Laur. alt. καὶ om. BEMA 19 ταῦτα CF 20 τὴν om. M κατασκοπεῖν C 20. 21 παραπεμπόμενοι coni. Mang. 21 δεδιότες EMAVO ἀπόλλωνται Κ) [*](2—6 pergit Laur. V 14: ἃ δὲ γνῶναι — ἔμπαλιν. 15—20 pergit Laur. V 14 καιρός — ἐξῄεσαν.)

v.4.p.175
ἀνδρῶν τε, οἳ φυλῆς ἑκάστης ὄψις ἦσαν, σφαγαὶ καὶ ἄγνοια τῶν παρὰ τοῖς ἐφεδρεύουσιν ἐχθροῖς ὧν ὠφέλιμος ἡ ἐπιστήμη.

παραλαβόντες δ’ ὀπτῆρας καὶ ἡγεμόνας τῆς ὁδοῦ προερχομένοις ἐφείποντο· καὶ γενόμενοι πλησίον, ἐφ’ ὑψηλότατον ὄρος τῶν περὶ τὸν τόπον ἀναδραμόντες, κατεθεῶντο τὴν χώραν, ἧς πεδιὰς μὲν ἦν πολλὴ κριθοφόρος, πυροφόρος, εὔχορτος, ὀρεινὴ δ’ οὐκ ἔλαττον ἀμπέλων καὶ στελεχῶν ἄλλων κατάπλεως, εὔδενδρος ἅπασα, λάσιος, ποταμοῖς καὶ πηγαῖς διεζωσμένη πρὸς ἄφθονον ὑδρείαν, ὡς ἐκ τῶν προπόδων ἄχρι τῶν κορυφῶν ὅλα τῶν ὀρῶν τὰ κλίματα δένδρεσι κατασκίοις συνυφάνθαι, διαφερόντως δὲ τοὺς αὐχένας καὶ ὅσαι βαθεῖαι διαφύσεις.

κατεθεῶντο δὲ καὶ τὰς πόλεις ἐρυμνοτάτας διχόθεν, ἔκ τε τοπικῆς περὶ τὴν θέσιν εὐκαιρίας καὶ περιβόλων ἐχυρότητος. ἐξετάζοντες δὲ καὶ τοὺς οἰκήτορας ἑώρων ἀπείρους τὸ πλῆθος, περιμηκεστάτους γίγαντας ἢ γιγαντώδεις τὰς τῶν σωμάτων ὑπερβολὰς ἔν τε μεγέθεσι καὶ ῥώμαις.

ταῦτα κατιδόντες εἰς ἀκριβεστέραν κατάληψιν ἐπέμενον — ὀλισθηρὸν γὰρ αἱ πρῶται φαντασίαι χρόνῳ μόλις ἐνσφραγιζόμεναι — καὶ ἅμα σπουδὴν ἐποιοῦντο δρεψάμενοι τῶν ἀκροδρύων, μὴ ἄρτι πρῶτον στεριφουμένων ἀλλ’ ἤδη ὑποπερκαζόντων, ἐπιδείξασθαι παντὶ τῷ πλήθει τὰ μὴ ῥᾳδίως φθαρησόμενα.

μάλιστα δ’ αὐτοὺς κατέπληττεν ὁ τῆς ἀμπέλου καρπός· οἱ γὰρ βότρυες ὑπερμεγέθεις ἦσαν, ἀντιπαρεκτεινόμενοι ταῖς κληματίσι καὶ μοσχεύμασιν, ἄπιστος θέα· ἕνα γοῦν ἐκτεμόντες καὶ δοκίδος ἐκ μέσων ἀπαιωρήσαντες, [*](1 ὄψις—καὶ om. in lac. C ὄψεις BEAKZ 3 προερχόμενοι VOF 4 τῶν—τόπον om. Laur. περὶ] παρὰ P τῶν τόπων Κ, τὸν ποταμὸν Α 5 κριθηφόρος Laur. 6 δέ BEMFKZ ἔλαττον ΒΕΜΑ: ἐλάττων ceteri 7 ἅπασι H1, πᾶσα Laur. 7—10 πρὸς—διαφύσεις om. Laur. 8 ἄφθορον F 10 ὅσα BEMA βαθεῖα AP διὰ φύσεις AF, διὰ φύσιν GHP 12 ἐχυρότητος CFGHP: ὀχυρότητος ceteri ἑώρων] εὗρον coni. Mang. 12. 13 τὸ πβλῆθος ἀπείρους F 13 τῶ πλήθει VOK2 Laur. γίγαντας ἢ et τὰς—ὑπερβολὰς (14) om. Laur. 14 ἔν τε ῥώμη καὶ μεγέθεσιν Laur. ἀκριβεστάτην VO 15 ὀλισθηραὶ BEMAKZ (Mang.) φαντασίαι] φῆμαι D 10 ἐκσφραγιζόμεναι DR, ἐμφραγιζόμεναι DP ἐποίουν ΗP δρεψόμενοι Laur. 17 μὴ—στεριφουμένων om. Α, μὴ—ἀλλ’ om. Laur. 18 ἐπιδείξεσθαι G 19 βότρυς FGHP 19. 20 παμμεγέθεις Α 20 ἀντιπαρεκτεινόμενοι—μοσχεύμασιν om. Laur. κλιματίσι AEFGHPZ 21 οὖν Laur. τεμόντες FGHP ἐκ μέσου Α, μέσον (om. ἐκ) VO Laur.) [*](3—176,3 pergit Laur. V 14: ὀπτῆρας δὲ καὶ ἡγεμόνας παραλαβόντες προερχομένοις ἐκόμιζον 15. 16 DP fol. 257v DM fol. 268r DR fol. 271v Φίλωνος ἐκ τοῦ περὶ Μώσεως βίου· ὀλισθηρὸν γὰρ αἱ πρῶτα φῆμι κρόνῳ μόλις ἐνσφραγιζόμεναι.)

v.4.p.176
ἧς τὰς ἀρχὰς δυσὶ νέοις, τῷ μὲν ἔνθεν τῷ δ’ ἔνθεν, ἐπετίθεσαν, ἐκ διαδοχῆς, πιεζομένων αἰεὶ τῶν προτέρων—βαρύτατον γὰρ ἦν ἄχθος

—, ἐκόμιζον, περὶ τῶν ἀναγκαίων οὐχ ὁμοφρονοῦντες. ἐγένοντο μὲν οὖν αὐτοῖς ἅμιλλαι μυρίαι καὶ πρὶν ἐπανήκειν κατὰ τὴν ὁδόν, ἀλλὰ κουφότεραι, ὑπὲρ τοῦ μὴ γνωσιμαχούντων μηδ’ ἄλλα ἄλλων ἀπαγγελλόντων στάσιν ἐν τῷ πλήθει γενέσθαι, χαλεπώτεραι δὲ μετὰ τὴν ἐπάνοδον.

οἱ μὲν γὰρ περὶ τῆς τῶν πόλεων ἐχυρότητος καὶ ὡς ἑκάστη πολυάνθρωπός ἐστι διεξιόντες καὶ πάντα αἴροντες τῷ λόγῳ πρὸς τὸ μεγαλεῖον φόβον ἐνειργάζοντο τοῖς ἀκούουσιν, οἱ δὲ τὸν ἁπάντων ὧν εἶδον ὑφαιροῦντες ὄγκον παρεκάλουν μὴ ἀναπίπτειν, ἀλλ’ ἔχεσθαι τῆς ἀποικίας ὡς αὐτοβοεὶ περιεσομένους· οὐδεμίαν γὰρ ἀνθέξειν πόλιν πρὸς τοσαύτης δυνάμεως ἔφοδον ἀθρόως ἐπιστάσης, ἀλλὰ τῷ βάρει πιεσθεῖσαν πίπτειν· προσετίθεσαν δὲ καὶ τὰ ἐκ τῶν ἰδίων παθῶν ἑκάτεροι ταῖς ψυχαῖς τῶν ἀκουόντων, οἱ μὲν ἄνανδροι δειλίαν, οἱ δ’ ἀκατάπληκτοι θάρσος μετ’ εὐελπιστίας.

ἀλλ’ οὗτοι μὲν πέμπτη μοῖρα τῶν ἀποδεδειλιακότων ἦσαν, οἱ δ’ ἔμπαλιν τῶν γενναίων πενταπλάσιοι· τὸ δ’ ὀλίγον θάρσος ἀτολμίας ἐναφανίζεται περιουσίᾳ, ὃ δὴ καὶ τότε φασὶ συμβῆναι· τῶν γὰρ τὰ βέλτιστα διεξιόντων δυοῖν οἱ τἀναντία φάσκοντες δέκα περιῆσαν οὕτως, ὥστε καὶ σύμπασαν ὑπηγάγοντο τὴν πληθὺν ἐκείνων μὲν ἀλλοτριώσαντες, ἑαυτοῖς δ’ οἰκειωσάμενοι.

περὶ δὲ τῆς χώρας ταὐτὰ πάντες [*](1 ἧς] εἰς GP: καὶ coni. Mang. δὲ HP ἐπετίθεσαν scripsi: ἐπιθέντες codd. 2 πιεζομένων—προτέρων] ἐπετίθεσαν Laur. αἰεὶ om. BEMAK1Z τῶν om. Α 3 ἀναγκαιοτάτων KZ 4 καὶ—κουφότεραι (5) om. M πρὶν om. V1, ss. V2 5 μὴ om. Α ἄλλων ἄλλα transp. F 5. 6 ἐπαγγελλόντων FG 7 τῶν om. AF ἐχυρότητος CEFGP: ὀχυρότητος ceteri 8 ἐστι om. F 9 τοῖς om. M post οἱ δὲ add. δύο Laur. τὸν] τῶν BMV1G, τὸν τῶν V2OF 10 ἀφαιροῦντες AGPKZ μὴ ἀναπίπτειν ἀλλ’ οm. Laur. ἀντιπίπτειν F ἀλλὰ F 11 ἀνθἐξιν Ε 12 ἀθρόον KZ 13 πίπτειν FGHP: ἀπειπεῖν δειλία δειλία ceteri, ἀπερεῖν (Turn.) v 14 δὲ F 15. 16 ἀποδεδρακότων C, ἀποδεδραμηκότων H: ἀποδεδραμηκότων P, ἀποδεδρακότων ceteri 17 ἐναφανίζεται FHP: ἀναφανίζεται ἀφανίζεται H mg. Ε, ἐμφανίζεται ceteri φησὶ HP 18 τὰ om. Η δυεῖν FO 19 ante οὕτως add. καὶ ὑπερίσχυσαν V2OK2 ὥστε] ὅτι V2O; ὥστε om. Mang. καὶ om. V2O σύμπαν ὑπ’. τὸ πλῆθος C ἐπηγάγοντο KZ 20 αὑτοῖς GH2K, αὐτοῖς FH1PZ δὲ F ταὐτὰ FGHP: τὰ αὐτὰ ceteri πάντες om. Α) [*](7—11 pergit Laur. V 14: ἐπεὶ δὲ ἐπανῆλθον, οἱ μὲν δέκα περὶ τῆς—αὐτοβοεὶ —177,2 pergit Laur. V 14: περὶ δὲ τῆς χώρας—ἐκδιηγούμενοι —177,2). περιῆσαν δὲ τῆς πέμπτης μοίρας τῶν ἰὰ βέλτιστα διεξιόντων οἱ τἀναντία φάσκοντες πενταπλάσιοι, ὥστε καὶ σύμπασαν ὑπηγάγοντο τὴν πληθύν (cf. 15—19).)

v.4.p.177
ἀπεφαίνοντο γνώμῃ μιᾷ τὸ κάλλος καὶ τῆς πεδιάδος καὶ τῆς ὀρεινῆς ἐκδιηγούμενοι· „τί δ’ ὄφελος“ εὐθὺς ἀνεβόησαν „ἡμῖν ἀλλοτρίων ἀγαθῶν καὶ ταῦτα πεφρουρημένων κραταιᾷ χειρὶ πρὸς τὸ ἀναφαίρετον;“ καὶ τοῖς δυσὶν ἐπιδραμόντες μικροῦ καταλεύουσιν αὐτοὺς ἡδονὴν ἀκοῆς τοῦ συμφέροντος καὶ ἀπάτην ἀληθείας προκρίναντες.

ἐφ’ οἷς ὁ ἡγεμὼν ἠγανάκτει καὶ ἅμα ηὐλαβεῖτο, μή τι θεήλατον κατασκήψῃ κακὸν οὕτως ἐκθύμως ἀπιστοῦσι τοῖς χρησμοῖς· ὅπερ καὶ ἐγένετο· τῶν γὰρ κατασκόπων οἱ μὲν δειλοὶ δέκα λοιμώδει νόσῳ διαφθείρονται μετὰ τῶν ἐκ τοῦ πλήθους συναπονοηθέντων, μόνοι δ’ οἱ συμβουλεύσαντες δύο μὴ ὀρρωδεῖν ἀλλ’ ἐφίεσθαι τῆς ἀποικίας ἐσώθησαν, ὅτι καταπειθεῖς ἐγένοντο τοῖς λογίοις, γέρας ἐξαίρετον λαβόντες τὸ μὴ παραπολέσθαι.

Τοῦτ’ αἴτιον ἐγένετο τοῦ μὴ θᾶττον ἥκειν εἰς ἣν ἀπῳκίζοντο γῆν. δυνάμενοι γὰρ ἔτει δευτέρῳ μετὰ τὴν ἀπ’ Αἰγύπτου μετανάστασιν τὰς ἐν Συρίᾳ πόλεις καὶ τὰς κληρουχίας ἐννέμεσθαι, τὴν ἄγουσαν καὶ ἐπίτομον ἐκτραπόμενοι ὁδὸν ἐπλάζοντο, δυσαναπορεύτους καὶ μακρὰς ἀνοδίας ἄλλας ἐπ’ ἄλλαις ἀνευρίσκοντες εἰς ἀνήνυτον ψυχῆς τε καὶ σώματος κάματον, δίκας ἀναγκαίας τῆς ἄγαν ἀσεβείας ὑπομένοντες.

ὀκτὼ γοῦν ἐνιαυτοὺς πρὸς τοῖς τριάκοντα δίχα τοῦ παρεληλυθότος χρόνου, γενεᾶς βίον ἀνθρωπίνης, ἄνω κάτω τριβόμενοι καὶ τὰς ἀβάτους ἐρημίας ἀναμετροῦντες ἔτει τεσσαρακοστῷ μόλις ἐπὶ τοὺς τῆς χώρας ὅρους παρεγένοντο, ἐφ’ οὓς καὶ πρότερον ἦλθον.

πρὸς δὲ ταῖς εἰσβολαῖς ᾤκουν ἕτεροί τε καὶ δὴ καὶ συγγενεῖς αὐτῶν, οὓς ᾤοντο μάλιστα μὲν συνεκπολεμήσειν τὸν πρὸς τοὺς ἀστυγείτονας πόλεμον καὶ πρὸς τὴν ἀποικίαν ἅπαντα συμπράξειν, εἰ δ’ ἀποκνοῖεν, μετὰ μηδετέρων γοῦν τετάξεσθαι χεῖρας ἀνέχοντας.

οἱ γὰρ ἀμφοτέρων τῶν ἐθνῶν πρόγονοι, [*](2 δὲ F ἡμῖν om. F 3 περιφρουρημένων P κραταιὰ BMKZ: κρατερὰ Α, καρτερὰ ceteri 4 καταλλεύουσιν C 5 προκρίνοντες HP ἐφ’ οἷς] εὐθὺς Α 6 ἐπισκήψῃ VOK2 Laur. κακὸν] καὶ Κ 9 δύο om. HP; δύο συμβουλεύσαντες Mang. 10 λόγοις VK2 12 τοῦτο F 13 μετάστασιν G, ἐπανάστασιν Α 14 ἐννέμεσθαι scripsi: ἐκνέμεσθαι codd. ἄγουσαν] εὐθεῖαν vel sim. expectat Wendl. 15 ἐπίτιμον K ἐπλάζοντο FGHP: ἐπορεύοντο ceteri δυσαναπορεύτους FH1P: δυσπορεύτους ceteri 16 ἄλλας] ἄλλον VO εὑρίσκοντες C; συνείροντες coni. Mang. ἀνύνητον M 17 ἀναγκαίας] ἀξίας coni. Mang. ἄγαν οm. VOFGHP 19 κάτω CV1FGHP1: καὶ κάτω ceteri 20 ἔτει] εἴ τι G τοὺς om. F 21 ἐμβολαῖς C 22 τε om. Α alt. καὶ CVOFG2: om. ceteri 23 τοὺς om. BEMAKZ 24 ἅπαντα om, A δὲ F ἀποκνοῖντο V2O μηδ’ ἑτέρων MKZ 25 τετάξασθαι Κ, τετάξομεν Z) [*](3—10 pergit Laur. V 14: καὶ τοῖς δυσὶν ἐπιδραμόντες μικροῦ καταλεύουσιν (3. 4). ἐφ’ οἶς Μωυσῆς ἠγανάκτει—ἐσώθησαν —10). 21 sqq. Num, 20, 1421)

v.4.p.178
τοῦ τε Ἑβραϊκοῦ καὶ τοῦ τὰ προάστεια κατοικοῦντος, ἀδελφοὶ δύο ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι, πρὸς δὲ καὶ δίδυμοι, ἀφ’ ὧν εἰς πολυπαιδίαν ἐπιδιδόντων καὶ τῶν ἀπογόνων εὐφορίᾳ τινὶ χρωμένων εἰς μέγα καὶ πολυάνθρωπον ἔθνος ἑκατέρα τῶν οἰκιῶν ἀνεχύθη· ἀλλ’ ἡ μὲν ἐφιλοχώρησεν, ἡ δ’, ὡς ἐλέχθη πρότερον, εἰς Αἴγυπτον μεταναστᾶσα διὰ λιμὸν χρόνοις ὕστερον ἐπανῄει.