De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τὴν δ’ οἰκειότητα ἡ μὲν διεφύλαττε, καίτοι πολὺν χρόνον διαζευχθεῖσα, πρὸς τοὺς μηδὲν ἔτι τῶν πατρίων φυλάττοντας, ἀλλὰ πάντα τὰ τῆς ἀρχαίας πολιτείας ἐκδεδιῃτημένους, ὑπολαβοῦσα τοῖς ἡμέροις τὰς φύσεις ἁρμόττον εἶναι διδόναι τι καὶ χαρίζεσθαι συγγενείας ὀνόματι·

ἡ δ’ ἔμπαλιν τὰ φιλικὰ πάντα ἔτρεψεν ἤθεσι καὶ λόγοις βουλαῖς τε καὶ πράξεσιν ἀσπόνδοις καὶ ἀσυμβάτοις χρωμένη, πατρικὴν ἔχθραν ζωπυροῦσα—ὁ γὰρ τοῦ ἔθνους ἀρχηγέτης αὐτὸς ἀποδόμενος τῷ ἀδελφῷ τὰ πρεσβεῖα μικρὸν ὕστερον ὧν ἐξέστη μετεποιεῖτο παραβαίνων τὰς ὁμολογίας καὶ ἐφόνα θάνατον ἀπειλῶν, εἰ μὴ ἀποδοίη—· ταύτην τὴν παλαιὰν ἀνδρὸς ἑνὸς πρὸς ἕνα ἔχθραν ἔθνος τοσαύταις ὕστερον γενεαῖς ἐκαίνωσεν.

ὁ μὲν οὖν ἡγεμὼν τῶν Ἑβραίων Μωυσῆς, καίτοι γ’ αὐτοβοεὶ δυνάμενος ἑλεῖν ἐξ ἐπιδρομῆς, οὐκ ἐδικαίωσε διὰ τὴν εἰρημένην συγγένειαν, ἀλλ’ ὁδῷ χρήσασθαι μόνον ἠξίου τῇ διὰ τῆς χώρας πάνθ’ ὑπισχνούμενος πράξειν τὰ ἔνσπονδα, μὴ τεμεῖν χωρίον, μὴ θρέμματα, μὴ λείαν ἀπάξειν, ὕδατος, εἰ ποτοῦ γένοιτο σπάνις, τιμὴν παρέξειν καὶ τῶν ἄλλων τοῖς ἀχορηγήτοις ὠνίων· οἱ δ’ εἰρηνικαῖς οὕτω προκλήσεσιν ἀνὰ κράτος ἠναντιοῦντο πόλεμον ἀπειλοῦντες, εἰ τῶν ὅρων ἐπιβάντας [*](1 τε] θ’ Α τὰ om. Α δύο om. FGHP 3 ἐπιδόντων CVBEMA τῶν om. Α εὐφορίᾳ] εὐμοιρία K1Z τινὶ om. Α καὶ om. G 4 οἰκιῶν] οἰκείων BEMA 5 δὲ VO διαναστᾶσα Α 6 ἐπανῆσαι (sic) F οἱ εἰκειότητα G ἐφύλαττε VO 7 ἔτι] ἐπὶ F πατριῶν C1Z 8 διαφυλάττοντας F 9 ὑπολαβούσας F ἡμέροις] ἡμετέροις G τι om. Κ 10 συγγενίας Α δὲ πάλιν GHP ἀνέτρεψεν coni. Mang. ἤθεσι] εἴδεσι cogitationibus (?) coni. Mang. post ἤθεσι add. sed rursus exπρεσ punxit τε Κ 12 ζωπυροῦσαν M αὐτὸς] αὐτοῖς FHP 13 βραβεῖα Z μικρὸν—μετεποιεῖτο om. M ὑπέστη πεποίητο Α 14 τὰς ὁμολογίας CKZ: τὰς om. ceteri ἀπολογίας BEMA (ὁμολογίας mg. M) ἐφόνα FGHP: ceteri ἀποδοίη VOFGHP: ἀποδώιη BE, ἀποδώῃ CMAKZ 15 ἀνδρὸς om. M ἑνὸς FGHP: om. ceteri K; ἐκαίνωσεν G: ἐκένωσεν ceteri γε AKZ 18 μόνωι Ε πάντα Α 19 μὴ τεμεῖν scripsi: μήτε μὴν codd.; χωρίον βλάψειν coni. Mang. 21 τοῖς ἀχορηγήτοις om. BEMA post τοῖς add. γε F ἀχορηγήτοις GHP: ἀχορήγοις VOK2, ἀγορητοῖς FK1Z, ἀγοραίοις C εἰρηνικαῖς FGHP: εἰρημένοι ταῖς celeri οὕτω om. FGHP(v) προσκλήσεσιν FHP (Mang.), προσκλίσεσιν G)

v.4.p.179
ἢ ψαύσαντας αὐτὸ μόνον αἴσθοιντο.

χαλεπῶς δὲ τὰς ἀποκρίσεις ἐνηνοχότων καὶ ἤδη πρὸς ἄμυναν ὁρμώντων, ἐν ἐπηκόῳ στὰς „ἄνδρες“ εἶπεν, „ἡ μὲν ἀγανάκτησις ὑμῶν εὔλογος καὶ δικαία· χρηστὰ γὰρ ἀφ’ ἡμέρου γνώμης προτειναμένων, πονηρὰ ἀπὸ διανοίας ἀπεκρίναντο κακοήθους.

ἀλλ’ οὐχ ὅτι τῆς ὠμότητος ἐκεῖνοι δίκας ἐπάξιοι τίνειν εἰσί, διὰ τοῦθ’ ἡμῖν ἐπὶ τὰς κατ’ αὐτῶν τιμωρίας ἁρμόττον ἵεσθαι, ἕνεκα τῆς πρὸς τὸ ἔθνος τιμῆς, ἵνα καὶ ταύτῃ μοχθηρῶν ἀγαθοὶ διαφέρωμεν, ἐξετάζοντες οὐ μόνον, εἰ κολαστέοι τινές εἰσιν, ἀλλ’ εἰ καὶ ὑφ’ ἡμῶν ἐπιτήδειοι τοῦτο πάσχειν.“

εἶτ’ ἐκτραπόμενος ἦγε δι’ ἑτέρας τὴν πληθύν, ἐπειδὴ τὰς κατὰ τὴν χώραν ὁδοὺς ἁπάσας φρουραῖς διεζωσμένας εἶδεν ὑπὸ τῶν βλάβην μὲν οὐδεμίαν ἐνδεξομένων, φθόνῳ δὲ καὶ βασκανίᾳ τὴν ἐπίτομον οὐκ ἐώντων προέρχεσθαι.

ταῦτα δὲ σαφεστάτη πίστις ἦν ἀνίας, ἣν ἐπὶ τῷ τὸ ἔθνος ἐλευθερίας τυχεῖν ἠνιῶντο, δηλονότι χαίροντες, ἡνίκα τὴν ἐν Αἰγύπτῳ πικρὰν δουλείαν ὑπέμενον· ἀνάγκη γὰρ οἷς φέρει λύπην τἀγαθὰ τῶν πλησίον ἐπὶ τοῖς τούτων εὐφραίνεσθαι κακοῖς, κἂν μὴ ὁμολογῶσιν.

ἔτυχον γὰρ ὡς πρὸς ὁμογνώμονας καὶ τὰ αὐτὰ βουλομένους ἀνενεγκόντες τὰ συμβάντα λυπηρά τε αὖ καὶ ὅσα καθ’ ἡδονήν, οὐκ εἰδότες ὅτι πόρρω προεληλύθασι μοχθηρίας καὶ ἐθελέχθρως καὶ φιλαπεχθημόνως ἔχοντες στένειν μὲν ἐπὶ τοῖς ἀγαθοῖς, ἥδεσθαι δὲ ἐπὶ τοῖς ἐναντίοις ἔμελλον.

τῆς δὲ κακονοίας ἀνακαλυφθείσης ἐκείνων, ἐκωλύθησαν εἰς χεῖρας ἐλθεῖν ὑπὸ τοῦ προεστῶτος ἐπιδειξαμένου δύο τὰ κάλλιστα, φρόνησιν ἐν ταὐτῷ καὶ χρηστότητα· τὸ μὲν γὰρ μηδὲν παθεῖν φυλάξασθαι συνέσεως, τὸ δὲ μηδ’ ἀμύνασθαι συγγενεῖς ὄντας ἐθελῆσαι φιλανθρωπίας ἔργον.

[*](2 ὦ ἄνδρες BEMAKZ 3 εἶπον H1P ἀγανάκτησις] παραίτησις Z υ ἡμῶν Α, ἡμῶν BEMZ 4 ἡμῶν add. ante προτειναμένων V2O προτεινομένων M: προτεινάμενοι Turn. 5 ἀλλ’ om. F τείνειν CGZ 6 τοῦτο F κατ’ om. G ἵεσθαι AFFKZ: ἵεσθαι ceteri 7 ἔθνος] γένος CVO (fort. recte) τιμῆς] αἰδοῦς CVO (fort. recte) μοχθηρῶν] πονηρῶν KZ ἀγαθοὶ om. Α 8 ἀλλ’ εἰ] ἀλλὰ Η1P 9 εἶτα F 10 τὴν om. G 11 ἐνδεξομένων FGHP; προέρχεσθαι ἐκδεξομένων Ο, ἐκδεξαμένων ceteri καὶ om. Η1P 12 πορεύεσθαι Κ 13 ἀνίας ἦν transp. A(v) ἀνίας] ἀνοίας Turn. δῆλον ὅτι CBE 14 ἐν om. A 15 οἷς] ἧς G λύπης G τἀγαθὰ FGHP: τὰ ἀγαθὰ ceteri 16 γὰρ om. Z καὶ om. Α 17 ἀνενεγκόντας A 18 πορρωτάτω HP προσεληλύθασι H1P 19 δ’ CVO, δὲ om. Α 20 ἔμελλον] ἐβούλοντο V2 τῆς] τοῖς C ἀνακαλυφείσης Turn. 21 ἐπιδεξαμένου F, ἐνδειξαμένου A 22 μηδὲν FGHP: μηδὲν μηδένα ceteri (v) 22.23 παθεῖν μηδὲν transp. H 23 φυλάξεσθαι BEM 24 θελῆσαι AH(v))
v.4.p.180

Τὰς μὲν οὖν τούτων πόλεις παρημείψατο. βασιλεὺς δέ τις τῆς ὁμόρου Χανάνης ὄνομα, τῶν σκοπῶν ἀπαγγειλάντων τὸν ὁδοιποροῦντα στρατὸν οὐ πάνυ μακρὰν ἀφεστηκότα, νομίσας ἀσύντακτόν τε εἶναι καὶ ῥᾳδίως εἰ προεπίθοιτο νικήσειν, ἄρας μετὰ τῆς οἰκείας νεότητος εὐοπλούσης ἐπεξέθει καὶ τοὺς πρώτους ὑπαντιάσαντας ἅτε μὴ παρεσκευασμένους εἰς μάχην τρέπεται· καὶ λαβὼν αἰχμαλώτους ἐπὶ τῷ παρ’ ἐλπίδα εὐημερήματι φυσηθεὶς προῄει, καὶ τοὺς ἄλλους ἅπαντας χειρώσεσθαι νομίζων.

οἱ δὲ — οὐ γὰρ ἐγνάμφθησαν ἥττῃ τῆς προερχομένης τάξεως — ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον σπάσαντες εὐτολμίας καὶ τὴν ἔνδειαν τῶν ἑαλωκότων ἐκπλῆσαι ταῖς προθυμίαις ἐπειγόμενοι συνεκρότουν ἄλλος ἄλλον μὴ ἀποκάμνειν „ἀνεγειρώμεθα„ λέγοντες, „ἄρτι τῆς χώρας ἐπιβαίνομεν· ἀκατάπληκτοι μετὰ τῆς ἐν τῷ θαρρεῖν ἐχυρότητος γινώμεθα· τὰ τέλη ταῖς ἀρχαῖς πολλάκις κρίνεται· ἐπὶ τῶν εἰσβολῶν ὄντες καταπληξώμεθα τοὺς οἰκήτορας, ὡς ἔχοντες μὲν τὴν ἐκ τῶν πόλεων εὐετηρίαν, ἀντιδεδωκότες δ’ ἣν ἐκ τῆς ἐρημίας ἐπαγόμεθα σπάνιν τῶν ἀναγκαίων.„

καὶ ἅμα διὰ τούτων προτρέποντες αὑτοὺς ηὔξαντο τῆς χώρας ἀπαρχὰς ἀναθήσειν τῷ θεῷ τὰς πόλεις τοῦ βασιλέως καὶ τοὺς ἐν ἑκάστῃ πολίτας· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς καὶ θάρσος ἐμπνεύσας τοῖς Ἑβραίοις τὴν ἀντίπαλον στρατιὰν ἁλῶναι παρεσκεύασεν.

οἱ δ’ ἀνὰ κράτος ἑλόντες τὰς χαριστηρίους ὁμολογίας ἐπετέλουν, οὐδὲν ἐκ τῆς λείας νοσφισάμενοι, τὰς δὲ πόλεις αὐτοῖς ἀνδράσι καὶ κειμηλίοις ἀνιερώσαντες, καὶ ἀπὸ τοῦ [*](1 τούτων om. yo 2 ὁμόρου] ὁμοχώρου Α (Turn.) χλλάνης Z Ἀραδ ὄνομα coni. Mang. τοὔνομα V2OK2 σκοπόν Κ 3 μακρὰν πάνυ trausp. A(v) τε om. AZ 4 εἰ ῥαδίως transp. V, εἰ om. 0 .̔́ροσεγιθοι-ο V^K-, προεπίθειτο G, προεπιθεῖντο F, προεπίθοιντο CA; προεπίθειντο (sic) Turn. Mang. οἰκίας Z, οἰκείου CV 5 πρώτως VOFIIP ὐπαντιὑπαντιάσας Α 5. G τͅαρσ·κευασuένου: IjEMFPZ (J παρ’ ἐλπίδας VOKFHP, πρελπίδι Z 7 προῆσαι (sic) F χειρώσεσθαι Mang.: χειρώσασθαι coclil. 8 οἱ δὲ VOK’-’: οᾳδ’ Z, οἱ δ’ ceteri οὐ] οὐδὲ A(v) θνάφθησαν͂ M, ἐκνάμφθησαν FII’P ὴ́ιτη FGHPKZ: om. ceteri 10 ἐκπληρῶσαι BEMA τῆς προθυμίας CVBEMA, τῆ προθυμία V’-0 11 ἀποκαμεῖν V-0 11.12 ἐπιβαίνωμεν AFH (Mang.) 12 κτάπληκτοι HP ἐχυρότητος CFGHPK: όχυρότητος ceteri γινώμεθα YOFGIIP: γενώμεθα ceteri 13. 14 κταπληξόμεθα H 14 ἔχοντας V-0 15 ν̔τιοεδωκοτας V-OKδ’] δὲ ἡμῖν V^OK^ ἀπαγόμεθα F IG αὑτοὺς ABEVOH"-: αὐτοὺς ceteri 18 πολιτείας C δὲ VO 19 ἀντίπαλον] τῶν ἀντιπάλων BEMAKZ (v) ἁλῶσαι H οἵδ’ Z, οἱ hi F ἑλόμενοι H’P 21 ἀφ’ ιερώσαντες V-^OK'alt. καὶ FGIIP: om. ceteri (v)) [*](1 bcjq. Xum. 21,1-)

v.4.p.181
συμβεβηκότος ὅλην τὴν βασιλείαν ὠνόμασαν „ἀνάθεμα“.

καθάπερ γὰρ εἷς ἕκαστος τῶν εὐσεβούντων ἀπὸ τῶν ἐτησίων ἀπάρχεται καρπῶν, οὓς ἂν ἐκ τῶν ἰδίων συγκομίζῃ κτημάτων, τὸν αὐτὸν τρόπον καὶ ὅλον τὸ ἔθνος μεγάλης χώρας, εἰς ἣν μετανίστατο, μέγα τμῆμα, τὴν εὐθὺς αἱρεθεῖσαν βασιλείαν, ἀνέθηκεν ἀπαρχήν τινα τῆς ἀποικίας· οὐ γὰρ ἐνόμιζεν ὅσιον εἶναι διανείμασθαι γῆν ἢ πόλεις κατοικῆσαι, πρὶν καὶ τῆς χώρας καὶ τῶν πόλεων ἀπάρξασθαι.

Μικρὸν δ’ ὕστερον καὶ πηγὴν εὔυδρον ἀνευρόντες, ἣ παντὶ τῷ πλήθει ποτὸν ἐχορήγησεν—ἐν φρέατι δ’ ἦν ἡ πηγὴ καὶ ἐπὶ τῶν τῆς χώρας ὅρων —, ὥσπερ οὐχ ὕδατος ἀλλ’ ἀκράτου σπάσαντες τὰς ψυχὰς ἀνεχύθησαν· ὑπό τε εὐφροσύνης καὶ χαρᾶς ᾆσμα καινὸν οἱ θεοφιλεῖς χοροὺς περὶ τὸ φρέαρ ἐν κύκλῳ στήσαντες ᾖδον εἰς τὸν κληροῦχον θεὸν καὶ τὸν ἀληθῶς ἡγεμόνα τῆς ἀποικίας, ὅτι πρῶτον ἐπιβάντες ἐξ ἐρημίας μακρᾶς τῆς οἰκουμένης καὶ ἣν ἔμελλον καθέξειν ποτὸν ἄφθονον ἀνεῦρον, ἁρμόττον ἡγησάμενοι μὴ ἀσημείωτον τὴν πηγὴν παρελθεῖν.

καὶ γὰρ ἔτυχεν οὐ χερσὶν ἰδιωτῶν ἀλλὰ βασιλέων ἀνατετμῆσθαι φιλοτιμηθέντων, ὡς λόγος, οὐ μόνον περὶ τὴν εὕρεσιν τοῦ ὕδατος ἀλλὰ καὶ περὶ τὴν τοῦ φρέατος κατασκευήν, ἵν’ ἐκ τῆς πολυτελείας βασιλικὸν φαίνηται τὸ ἔργον καὶ ἡ τῶν κατασκευασάντων ἀρχὴ καὶ μεγαλόνοια.

γεγηθὼς δ’ ἐπὶ τοῖς αἰεὶ συμβαίνουσιν ἀπροσδοκήτοις ἀγαθοῖς ὁ Μωυσῆς ἐχώρει προσωτέρω, τὴν μὲν νεότητα διανείμας εἴς τε πρωτοστάτας καὶ ὀπισθοφύλακας, γηραιοὺς δὲ καὶ γύναια καὶ παῖδας ἐν μέσοις τάξας, ἵνα διὰ τῶν παρ’ ἑκάτερα φρουρὰν ἔχωσιν, ἐάν τε ἀντικρὺ ἐάν τε κατόπιν ἐχθρὸς ὅμιλος ἐπίῃ.

[*](1 ἀνάθημα AFGHP γὰρ om. F 3 συγκομίζηται AP (v) 4 BMK τμῆμα CVOFHP: κτῆμα ceteri 5 αἱρεθεῖσαν FHP: om. Α, εὑρεθεῖσαν ceteri ἀνέθηκαν Ο 5. 6. ἐνόμιζεν CFGP: ἐνόμισεν Η (v), ἐνόμιζον ceteri 6 ὅσιος G διανείμεσθαι (sic) KZ 8 δὲ F εὔυδρον FGHP: om. ceteri ἀνευρόντες FGH: εὑρόντες ceteri 11 ἄσμα καινὸν om. F 13 ἀληθῆ Ο, ἀληθῆ corr. ex ἀληθῶς Κ 15 προελθεῖν G 16 ἔτυχον BEM βασιλέως Ο ἀνατετιμῆσθαι Α 17 τὴν om. VO ὕδατος om. Α, suppl. man. rec. 19 φαίνηται] φρόνημα (sic) Κ κατασκευασμάτων G ἀρχὴ καὶ FGHP: ἀρχὴ (om. καὶ) KZ, ἐν ἀρχὴ BEMA, ἀρχῆθεν CVO (v) 20 δὲ FKZ δ’ (δὲ) FGHP: δ’ (δὲ) εὐθὺς ταῖς F αἰεὶ FGHP: om ceteri ἀγαθοῖς om. F μώσης Α 21 προστάτας Α 22 φύλακας ΗP γεραιοὺς C 23 φρουρὰς O, ὢν φρουροὺς MV2 ἄντικρυς CVO (v) 24 ἐχθρὸς Α, ἐχθρῶν V2OK (v) ὅμιλον Richt. Tauchn. ἐπίοι KZ, ὀφθείη in textu O, γρ. ἐπίῃ mg. O)[*](8 sqq. Num. 211618)
v.4.p.182

Ὀλίγαις δ’ ὕστερον ἡμέραις εἰς τὴν τῶν Ἀμορραίων χώραν ἐμβαλὼν πρέσβεις ἐξέπεμπε πρὸς τὸν βασιλέα—Σηὼν δ’ ὠνομάζετο— προτρέπων ἐφ’ ἃ καὶ τὸν συγγενῆ πρότερον· ὁ δ’ οὐ μόνον πρὸς ὕβριν ἀπεκρίνατο τοῖς ἥκουσι μικροῦ καὶ ἀνελὼν αὐτούς, εἰ μὴ νόμος ὁ πρεσβευτικὸς ἐμποδὼν ἐγένετο, ἀλλὰ καὶ πάντα τὸν στρατὸν συναγαγὼν ἐφώρμα νομίζων αὐτίκα τῷ πολέμῳ περιέσεσθαι.

συμπλακεὶς δὲ οὐ πρὸς ἀμελετήτους καὶ ἀνασκήτους ἔγνω τὴν μάχην οὖσαν ἀλλ’ ἀθλητὰς τῷ ὄντι πολέμων ἀηττήτους, οἳ πρὸ μικροῦ πολλὰ καὶ μεγάλα ἠνδραγαθίσαντο σωμάτων ἀλκὴν καὶ φρόνημα διανοίας καὶ ἀρετῆς ὕψος ἐπιδειξάμενοι, δι’ ὧν τοὺς μὲν ἐναντιωθέντας ἐκ πολλοῦ τοῦ περιόντος εἷλον, ἔψαυσαν δὲ τῶν ἀπὸ τῆς λείας οὐδενὸς τὰ πρῶτα τῶν ἄθλων ἀναθεῖναι τῷ θεῷ σπουδάσαντες·

οἳ καὶ τότε φραξάμενοι καρτερῶς ἀπὸ τῶν αὐτῶν βουλευμάτων καὶ παρασκευῶν ἀντεφώρμησαν ἅμα καὶ τῇ ἀκαθαιρέτῳ τοῦ δικαίου χρώμενοι συμμαχίᾳ, δι’ ἣν εὐτολμότεροί τε ἦσαν καὶ ἀγωνισταὶ πρόθυμοι.