De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὁ δὲ καταπνευσθεὶς ἔνθους γίνεται καὶ θεσπίζει τάδε· „θνητοῖς μὲν ἀνεῖται πεδιὰς ἡ βαθύγειος, ἣν ἀνατεμόντες εἰς αὔλακας ἀροῦσι καὶ σπείρουσι καὶ τὰ ἄλλα τὰ κατὰ γεωργίαν δρῶσι καρποὺς ἐτησίους ἐκπορίζοντες εἰς ἀφθονίαν τῶν ἀναγκαίων· θεῷ δ’ οὐ μία μοῖρα τοῦ παντὸς ἀλλ’ ὁ σύμπας κόσμος ὑποβέβληται καὶ τὰ τούτου μέρη πρὸς ἅπασαν χρείαν ὧν ἂν θέλῃ ὡς δεσπότῃ δοῦλα ὑπηρετήσοντα.

νῦν οὖν ἔδοξεν αὐτῷ, τὸν ἀέρα τροφὴν ἐνεγκεῖν ἀνθ’ ὕδατος, ἐπεὶ καὶ γῆ πολλάκις ὑετὸν ἤνεγκεν· ὁ γὰρ ἐν Αἰγύπτῳ ποταμὸς καθ’ ἕκαστον ἐνιαυτὸν ταῖς ἐπιβάσεσι πλημμυρῶν ὅταν ἄρδῃ τὰς ἀρούρας, τί ἕτερον ἢ ὑετός ἐστι κάτωθεν ἐπινίφων;“ παράδοξον μὲν δὴ τὸ ἔργον, εἰ καὶ ἐνταῦθα ἔστη·

νυνὶ δὲ καὶ παραδοξοτέροις ἄλλοις ἐθαυματουργεῖτο. ἐπενεγκάμενοι γὰρ ἄλλος ἀλλαχόθεν [*](1 ξένας: incipit manus vetustior codicis F (fol. 15r) εὐεργεσίας] ἐνεργείας G τρανοτέραις] καινοτέραις Α 2 ἐμφάσεσι) παιδευθῶσιν scripsi: ἐμφάσεσιν) αἰδεσθῶσιν codd.; ἀναδιδαχθῶσιν coni. Mang. μὴ om. Α εἴ τι BEMFH2K1Z: ἔτι Α, εἰ GH1P(v), ἐπεὶ CV1, ἐπὰν V2OK2 τὰ ante κατὰ add. V2 3. 4 προσδοκῶντες Wendl.: προσδοκήσατας Α, προσδοκῶντας ceteri (v) 4 περὶ] παρὰ F 5 ἐν om. Α ἣν] ἣ 1 ἢν om. FH1P1, ss. H2P2 ἐπένιφεν VOFKZ: ὑπένειφεν Μ, ἐπένειφεν ceteri 7 κρύσταλον FGH 8 post κέγχρον add. καὶ F βαθυτάτην VOK2 λευκοτάτην] λεπτοτάτην BEMAKZ ἣ] ἢ C 9 ἀλλεπάλληλον C σορηδὸν GZ προὐκέχυτο AFGHP: προκέχυτο ceteri 10 τὸν ἡγεμόνα P ὁ om. A(v) 12 ἔνθους τε FHP 13 βαθύγεως AKZ ἀνατέμνοντες HP, ἀνατέμνουσιν F 14 τἄλλα VO ἐτησίως ABE εἰς om. G 1.5 δὲ VOFZ οὐ] οὐδὲ BMFKZ 16. 17 πρὸς ἅπασαν χρείαν ὧν ἀν’ θέλῃ FGHP ἐθέλης F): πρὸς ἅς ἂν θέλῃ χρείας ceteri ἐθέλοι Α) 17 ὑπηρετήσονται F, ὑπηρετεῖ BEMA(v) 18 ἀνενεγκεῖν HP 19.20 πλημυρῶν GZ 20 ἄρδῃ FHP, ἄρδει G: ἀρδεύῃ ceteri (v) κάτωθέν ἐστιν ὑετὸς transp. Z ἐπινίφων VOFKZ: ἐπινείφων ceteri 21 μὲν FGHP: μὲν γὰρ ceteri δὴ eras. Κ τὸ ἔργον FGHPV2O: τὸ ἕτερον ἔργον ceteri (ἕτερον eras. V2) εἰ καὶ eras. V2, om. O ἔστη AF: ceteri καὶ om. VO 21.22 παραδοξότερον ἄλλο coni. Mang. 22 ἀλλαχόθεν ἄλλος transp CVO)

v.4.p.169
ἀγγεῖα συνεκόμιζον, οἱ μὲν ἐπὶ τῶν ὑποζυγίων, οἱ δὲ κατὰ τῶν ὤμων ἐπηχθισμένοι, προνοίᾳ τοῦ πρὸς πλείω χρόνον ταμιεύεσθαι τὰ ἐπιτήδεια.

ἦν δ’ ἄρα ἀταμίευτα καὶ ἀθησαύριστα, δωρεὰς ἀεὶ νέας ἐγνωκότος τοῦ θεοῦ χαρίζεσθαι· τὰ μὲν γὰρ πρὸς τὴν τότε χρῆσιν αὐτάρκη σκευάσαντες μεθ’ ἡδονῆς προσηνέγκαντο, τῶν δ’ ἀπολειφθέντων εἰς τὴν ὑστεραίαν οὐδὲν ἔτι σῷον εὕρισκον, ἀλλὰ μεταβεβληκότα καὶ δυσώδη καὶ μεστὰ τοιουτοτρόπων ζῴων, ἃ κατὰ σῆψιν εἴωθε γεννᾶσθαι· ταῦτα μὲν οὖν ἀπερρίπτουν κατὰ τὸ εἰκός, ἑτέρας δ’ εὐτρεπεῖς τροφὰς ἀνεύρισκον, ἃς ἅμα τῇ δρόσῳ καθ’ ἑκάστην ἡμέραν συνέβαινε νίφεσθαι.

γέρας δ’ ἐξαίρετον ἡ ἱερὰ ἑβδομὰς εἶχεν· ἐπειδὴ γὰρ οὐδὲν ἐφεῖται δρᾶν ἐν αὐτῇ, πάντων δὲ μικρῶν καὶ μεγάλων ἔργων ἀνέχειν διείρηται, συγκομίζειν οὐ δυναμένοις τότε τὰ ἐπιτήδεια πρὸ μιᾶς ὁ θεὸς ὕει διπλᾶ καὶ κελεύει φέρειν εἰς δύο ἡμέρας αὐτάρκη τροφὴν ἐσομένην· τὰ δὲ συγκομισθέντα σῷα διέμενεν, οὐδενὸς ᾗ πρότερον φθαρέντος τὸ παράπαν.

λέξω δὲ καὶ τὸ ἔτι τούτου θαυμασιώτερον· ἐπὶ γὰρ ἔτη τεσσαράκοντα, τοσοῦτον μῆκος αἰῶνος, ὁδοιποροῦσιν αὐτοῖς αἱ χορηγίαι τῶν ἀναγκαίων ἐν τάξεσι ταῖς εἰρημέναις ἐγίνοντο καθάπερ ἐν σιταρχίαις μεμετρημέναις πρὸς τὰς ἐπιβαλλούσας ἑκάστοις διανομάς.

ἅμα μέντοι καὶ τὴν τριπόθητον ἡμέραν ἀνεδιδάσκοντο — ζητοῦντες γὰρ ἐκ πολλοῦ, τίς ἄρ’ ἐστὶν ἡ τοῦ κόσμου γενέθλιος, ἐν ᾗ τόδε τὸ πᾶν ἀπετελέσθη, καὶ παρὰ πατέρων καὶ προγόνων τὴν ζήτησιν ἄλυτον διαδεξάμενοι μόλις ἐδυνήθησαν εὑρεῖν — οὐ μόνον χρησμοῖς ἀναδιδαχθέντες, ἀλλὰ καὶ τεκμηρίῳ πάνυ σαφεῖ· [*](1 ἐπὶ] ὑπὸ Α κατὰ τοὺς ὤμους GHP (fort. recte) 2 ἐπηχθημένοι A πλείονα ΗP ταμιεύσασθαι FHP τἀπιτήδεια FHP 4 ἀνάγκην τε καὶ χρῆσιν A(v), ἀνάγκην τε καὶ omisi cum ceteris codd. σκευάσαντες FGHP: κατασκευάσαντες ceteri δὲ F, δ’ αὖ BEMAKZ ἀπολειφθέντων CVOFHP: ἄρα λειφθέντων G, ὑπολειφθέντων ceteri 6 ἔτι FGHP: τι ceteri (v) ηὕρισκον C μεστὰ] μετὰ BEMVO 7 οὖν om. KZ 8 ἀνηύρισκον C 9 νίφεσθαι CVO: νϊ ex νει corr. Κ, νείφεσθαι ceteri γέρας FGHP: τέρας ceteri δὲ 9.10 ἐξαίσιον A 10 οὐδὲν ἐφείθη FGH, εἶχεν οὐδὲν P 11 ἀπέχειν BEMAK1Z διήρηται H1P, δεῖν εἴρηται V2O 12 δυναμένων BEMAK1Z τἀπιτήδεια FHP πρὸ μιᾶς FGHP: προμηθεία CVO, om. ceteri διπλᾶς VO 13 εἰς δύο ἡμέρας post τροφὴν transp. F ἐσομένοις P 14 διέμεινεν H1P, διέμεινεν Κ, διέμενον AVO ἧ HPKZ: ἡ G, ἣ F, om. ceteri φθαρέντος] ὀφθέντος 1 15 δὲ] δὴ FGHP ἔτη] ἔτι G τοσοῦτο C 16 αἰῶνος om. Α 17 σιταρκίαις AFG πρὸς FGHPKZ: om. ceteri 17.18 ταῖς ἐπιβαλλούσαις (ἐπιβαλούσαις FG) ἑκάστοις διανομαῖς FGHP 18 post ἐπιβαλλούσας add. V2O (mg. Κ) ἑκάστης K1Z διανομάς] διανομὰς Α, διανέμουσαι V2OK2 μέν τι G 19 ἄρ’ FGHP: ἄρα Β, ἄρα ceteri ἐστὶν om. Α 20 τόδε] τότε G 21 ἄλυτον] ἄλυπον KZ ἐδυνήθησαν FHP: ἠδυνήθησαν ceteri)

v.4.p.170
τοῦ γὰρ πλεονάζοντος ἐν ταῖς ἄλλαις ἡμέραις, ὡς ἐλέχθη, φθειρομένου, τὸ πρὸ τῆς ἑβδόμης ὑόμενον οὐ μόνον οὐ μετέβαλεν, ἀλλὰ καὶ μέτρον εἶχε διπλάσιον.

ἡ δὲ χρῆσις ἦν τοιάδε· συλλέγοντες ἅμα τῇ ἕῳ τὸ νιφόμενον ἤλουν ἢ ἔτριβον, εἶθ’ ἕψοντες ἡδεῖαν πάνυ τροφὴν οἷα μελίπηκτον προσεφέροντο μὴ δεόμενοι σιτοπόνων περιεργίας.

ἀλλὰ γὰρ καὶ τῶν εἰς ἁβροδίαιτον βίον οὐκ εἰς μακρὰν εὐπόρουν, ὅσαπερ ἐν οἰκουμένῃ χώρᾳ καὶ εὐδαίμονι βουληθέντος τοῦ θεοῦ κατὰ πολλὴν περιουσίαν ἄφθονα χορηγεῖν ἐν ἐρημίᾳ· ταῖς γὰρ ἑσπέραις ὀρτυγομητρῶν νέφος συνεχὲς ἐκ θαλάττης ἐπιφερόμενον ἅπαν τὸ στρατόπεδον ἐπεσκίαζε τὰς πτήσεις προσγειοτάτας ποιουμένων εἰς τὸ εὔθηρον· συλλαμβάνοντες οὖν καὶ σκευάζοντες ὡς φίλον ἑκάστοις κρεῶν ἀπέλαυον ἡδίστων ἅμα καὶ τὴν τροφὴν παρηγοροῦντες ἀναγκαίῳ προσοψήματι.

Τούτων μὲν οὖν πολλὴν ἦγον ἀφθονίαν οὐκ ἐπιλειπόντων, ὕδατος δὲ καὶ πάλιν πιέσασα δεινὴ σπάνις ἐπιγίνεται· καὶ πρὸς ἀπόγνωσιν ἤδη τραπομένων σωτηρίας, λαβὼν Μωυσῆς τὴν ἱερὰν βακτηρίαν ἐκείνην, δι’ ἧς τὰ κατ’ Αἴγυπτον ἀπετέλεσε σημεῖα, θεοφορηθεὶς τὴν ἀκρότομον πέτραν παίει.

ἡ δ’, εἴτε προϋποκειμένης πηγῆς φλέβα καίριον διακοπεῖσα εἴτε καὶ τότε πρῶτον ὕδατος ἀφανέσιν ὑπονόμοις [*](1 ὡς οm. F 2 alt. οὐ om. E, ss. Β μετέβαλλεν M 3 τὸ] τὸν Z 4 νιφόμενον CVO: νϊ ex νει corr. Κ, νειφόμενον cetcri εἶτ’ Κ1Ζ 5 σιτοποιῶν C περιεργίας codd.: περιεργείας v 6 τῶν] τὸν FG ηὐπόρουν C ὅσαπερ ἐν FGHPKZ: ὅσαπερ (om. ἐν) C, ὅσα περὶ ceteri 7 βληθέντος M τοῦ om. VO 8 post ἄφθονα add. αὐτοῖς V2OK2 9 ἅπαν FGHPKZ: ὅ πᾶν CVOBEM, πᾶν Α 10 προσγειοτάτους M ποιούμενον CFGHP(v) οὖν eras. V2, om. O 11 ἀπελαῦνον M 11.12 καὶ τὴν τροφὴν] κοινὴν τροφὴν καινῷ coni. Mang. 12 τῆ τροφῆ AF προσοψήματι CVOFG: προσεψήματι BEAHP, προεψήματι MKZ 13 οὖν om. Z πολλὴν om. BEMAKZ ἀφθονίαν ἦγον transp. BMKZ ἐπιλιπόντων FGH1P 15 σωτηρίας] βακτηρίας V2O οἶκτον add. ante λαβὼν BEMA λαβὼν] λαβόμενος VO, om. KZ σῆς GHP 15.16 τὴν — ἧς om. BEMAVO βακτηρίαν ἐκείνην CKZ: ἐκείνην βακτηρίαν FGHP 16 ἐπετέλεσε CVOHP, ἐπετέλει G τὴν FGHP: γὰρ BEMA, om. CVOKZ 17 παίει πέτραν transp. A(v) ἡ δὲ VOF, ἥδ’ KZ, ἡ δ’ om. BEMA πηγὸς (sic) VOK2 18 ὕδασιν BEM ἀφανέσιν] ἄφεσιν C, ἀφαίρεσιν P ὑπονόμου C 10 cf. loseph. Ant. lud. III 25 καὶ μετ᾿ ὀλίγον ὀρτύγων πλῆθος . . . ἐφίπταται τὴν μεταξὺ θάλατταν ὑπερελθὸν κὼ ὑπὸ κόπου τε ἅμα τῆς πτήσεως καὶ πρόσγαιον μᾶλλον τῶν ἄλλων ὂν καταφέρεται εἰς τοὺς ‘Eβραίους. 13 sqq. Exod. 17,1 — 6 17 sqq. cf. Sap. Salom. 11,4 ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδω καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.)

v.4.p.171
εἰς αὐτὴν ἀθρόου συρρυέντος καὶ σφόδρα ἐκθλιβέντος, ἀναστομωθεῖσα τῇ βίᾳ τῆς φορᾶς κρουνηδὸν ἐκχεῖται, ὡς μὴ τότε μόνον παρασχεῖν ἄκος δίψους ἀλλὰ καὶ πρὸς πλείω χρόνον τοσαύταις μυριάσιν ἀφθονίαν ποτοῦ· τὰ γὰρ ὑδρία πάντ’ ἐπλήρωσαν, ὡς καὶ πρότερον ἐκ τῶν πηγῶν, αἳ πικραὶ μὲν ἦσαν φύσει, μετέβαλον δ’ ἐπιφροσύνῃ θείᾳ πρὸς τὸ γλύκιον.

εἰ δέ τις τούτοις ἀπιστεῖ, θεὸν οὔτ’ οἶδεν οὔτ’ ἐζήτησέ ποτε· ἔγνω γὰρ ἂν εὐθέως, ἔγνω παγίως καταλαβών, ὅτι τὰ παράδοξα δὴ ταῦτα καὶ παράλογα θεοῦ παίγνιά ἐστιν, ἀπιδὼν εἰς τὰ τῷ ὄντι μεγάλα καὶ σπουδῆς ἄξια, γένεσιν οὐρανοῦ καὶ πλανήτων καὶ ἀπλανῶν ἀστέρων χορείας καὶ φωτὸς ἀνάλαμψιν, ἡμέρας μὲν ἡλιακοῦ, νύκτωρ δὲ τοῦ διὰ σελήνης, καὶ γῆς ἵδρυσιν ἐν τῷ μεσαιτάτῳ τοῦ παντός, ἠπείρων τε καὶ νήσων ὑπερβάλλοντα μεγέθη καὶ ζῴων καὶ φυτῶν ἀμυθήτους ἰδέας, ἔτι δὲ πελαγῶν ἀναχύσεις, ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φοράς, ἀενάων ῥεῖθρα πηγῶν, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν ὕδωρ ἀνομβροῦσιν, ἀέρος παντοίας τροπάς, ἐτησίων ὡρῶν διακρίσεις, ἄλλα κάλλη μυρία.

ἐπιλίποι ἂν ὁ βίος τοῦ βουλομένου διηγεῖσθαι τὰ καθ’ ἕκαστα, μᾶλλον δ’ ἕν τι τῶν ὁλοσχερεστέρων τοῦ κόσμου μερῶν, κἂν εἰ μέλλοι πάντων ἀνθρώπων ἔσεσθαι μακροβιώτατος. ἀλλὰ ταῦτα μὲν πρὸς ἀλήθειαν ὄντα θαυμάσια καταπεφρόνηται τῷ συνήθει· τὰ δὲ μὴ ἐν ἔθει, κἂν μικρὰ ᾖ, ξέναις φαντασίαις ἐνδιδόντες καταπληττόμεθα τῷ φιλοκαίνῳ.

Ἤδη δὲ πολλὴν καὶ ἀπόρευτον διεξεληλυθότων, ὅροι τινὲς ἀνεφαίνοντο γῆς οἰκουμένης καὶ προάστεια χώρας, εἰς ἣν μεθωρμίζοντο· νέμονται δ’ αὐτὴν Φοίνικες. ἐλπίσαντες δὲ βίον εὔδιον καὶ γαληνὸν αὑτοῖς ἀπαντήσεσθαι γνώμης ἐσφάλησαν.

ὁ γὰρ προκαθήμενος βασιλεὺς [*](1 εἰς αὐτὴν οm. FGHP ἀθρόον M συρρέοντος BEM, συρέντος F ἐκθλίβοντος CVOFGHP 2 φθορᾶς G μόνον om. VO 2.3 δίψους ἄκος transp. G 3 δίψης F τοσαύταις om. K1Z 4 ὑδρεῖα C πάντα FHP πέντ’ G ἐκ FGHP: ἀπὸ ceteri 5 μετέβαλλον F δὲ C γλύκειον CH 6 οὔτ’ AFGHP: οὔτε ceteri οἶδεν CVOEHP: εἶδεν ceteri οὔτε CVO ποτε] πώποτε A(v) 7 ἂν εὐθέως ἔγνω om. H1P 8 ἐστιν FGHP: εἰσιν ceteri (v) ἐπιδὼν FGHP εἰς FGHP: πρὸς ceteri 12 ἀμυθήτων Κ, ἀμυθήτους om. Α 13 ἔτι δὲ FGHP: ἔτι δὲ καὶ ceteri 14 ἀενάων CE: ἀεννάων ceteri 14. 15 ψυχρῶν αἱ δὲ θερμῶν ὑδάτων ἀνομβροῦσι πηγάς A (Τurn.) 16 ἐπιλείποι CK 17 μερῶν τοῦ κόσμου transp. BMAKZ 19 τὰ VOK2FGHP: ἆ ceteri μὴ] δὴ C post ἔθει add. ἦν CBEMA, ἦ KZ 21 ἀπόρευτον] ἀοίκητον coni. Mang. 23 ἐννέμονται FHP; ἐνέμοντο coni. Mang. αὐτὴν] αὐτὰ FGHP δὲ om. F εὔδειον A 24 αὑτοῖς om. Α αὐτοῖς codd. ἀπαντήσασθαι Κ, ἀπαντᾶσθαι GHP προκαθήμενος FGHP: καθηγούμενος K1Z, καθήμενος ceteri (K2)) [*](21 sqq. Exod. 17816)

v.4.p.172
πόρθησιν εὐλαβηθείς, ἀναστήσας τὴν ἐκ τῶν πόλεων νεότητα, μάλιστα μὲν ἀνείρξων ὑπηντίαζεν, εἰ δὲ βιάζοιντο, διὰ χειρῶν ἀμυνούμενος ἀκμῆσι καὶ ἄρτι πρῶτον καθισταμένοις εἰς ἀγῶνα κεκμηκότας ὁδοιπορίαις καὶ ἐνδείαις σιτίων καὶ ποτῶν, ἃ κατὰ μέρος ἀντεπετίθετο.

Μωυσῆς δὲ παρὰ τῶν σκοπῶν γνοὺς οὐ μακρὰν διεστηκότα τὸν ἐχθρὸν στρατόν, καταλέξας τοὺς ἡβῶντας καὶ στρατηγὸν ἑλόμενος ἕνα τῶν ὑπάρχων Ἰησοῦν, πρὸς τὴν μείζονα συμμαχίαν αὐτὸς ἠπείγετο· περιρρανάμενος γὰρ τοῖς εἰωθόσι καθαρμοῖς ἐπὶ κολωνὸν τὸν πλησίον μετὰ σπουδῆς ἀναδραμὼν ἱκέτευε τὸν θεὸν ὑπερασπίσαι καὶ νίκην καὶ κράτος περιποιῆσαι τοῖς Ἑβραίοις, οὓς ἐκ χαλεπωτέρων πολέμων καὶ κακῶν ἄλλων ἐρρύσατο μὴ μόνον τὰς ἐξ ἀνθρώπων ἐπικρεμασθείσας συμφορὰς ἀποσκεδάσας, ἀλλὰ καὶ ὅσας ὅ τε τῶν στοιχείων νεωτερισμὸς ἐκαινούργησε κατ’ Αἴγυπτον καὶ ὁ ἐν ταῖς ὁδοιπορίαις ἀνήνυτος λιμός.

ἤδη δὲ μελλόντων εἰς μάχην καθίστασθαι, τερατωδέστατόν τι συμβαίνει πάθος περὶ τὰς χεῖρας αὐτοῦ· κουφόταται γὰρ ἐγίνοντο ἐν μέρει καὶ βαρύταται· εἶθ’ ὁπότε μὲν ἐπελαφρίζοιντο πρὸς ὕψος αἰρόμεναι, τὸ συμμαχικὸν ἐρρώννυτο καὶ ἀνδραγαθιζόμενον ἐπικυδέστερον ἐγίνετο, ὁπότε δὲ κάτω βρίσειαν, ἴσχυον οἱ ἀντίπαλοι, μηνύοντος διὰ συμβόλων τοῦ θεοῦ, ὅτι τῶν μέν ἐστι γῆ καὶ αἱ τοῦ παντὸς ἐσχατιαὶ κλῆρος οἰκεῖος, τῶν δ’ αἰθὴρ ὁ ἱερώτατος, καὶ ὥσπερ ἐν τῷ παντὶ βασιλεύει καὶ κρατεῖ γῆς οὐρανός, οὕτω καὶ τὸ ἔθνος περιέσται τῶν ἀντιπολεμούντων.

ἄχρι μὲν οὖν τινος αἱ χεῖρες οἷα πλάστιγγες ἐν μέρει μὲν ἐπεκουφίζοντο, ἐν μέρει δ’ ἐπέρρεπον, τηνικαῦτα καὶ ὁ ἀγὼν ἀμφήριστος ἦν· ἐξαπιναίως δ’ ἀβαρεῖς γενόμεναι, δακτύλοις ἀντὶ ταρσῶν χρώμεναι, μετέωροι πρὸς [*](2 ὑπαντίαζεν C ἀμυνόμενος VO ἀκμῆσι FGHPK1Z: ἀκμῆτί ceteri 3 καὶ] πρὸς C τοὺς BEMA καθισταμένους BEMAKZ κεκμηκόσιν CVO 4 καὶ ποτῶν om. BEMA ἃ om. GHP ἀνεπετίθετο Z μώσης CKZ 5 γνοὺς παρὰ τῶν σκοπῶν transp. Α ἐχθρὸν FGHPKZ: ἐχθρῶν ceteri 7 μείζονα] ἄνωθεν O ἠπείγετο CGHPKZ: ἡγεῖτο ceteri S τοῖς om. Z 9 ἱκέτευε FGHP: ἱκετεύει cetcri 10 πολέμων codd.: κινδύνων v 11 μὴ FGHP: οὐ ceteri 12 μετεωρισμὸς Α 14 τερατωδέστατον FGHPK1Z: τερατωδέστερον ceteri 15 ἐγίγνοντο F 16 ἐπελαφρίζοιντο KZ: ἐπελαφρίζοντο CMG, ἐπηλαφρίζοντο ceteri (ἐπηλαφρύνοντο O) 17 ἐρώννυτο CZ ἐπικυδέγι στερον] ἐπικρατέστερον coni. Mang. ἐφαίνετο A 17.18 κάτω βρίσειαν FGHP: κάτω βαρήσειαν CAEVO, βαρήσειαν κάτω Β, βαρύσειαν κάτω M, βαρήσειε κάτω Κ, βαρύσειεν κάτω Z 18 οἱ οm. Α 19 ἐστιν ἡ γῆ F δὲ F 20 βασιλεύει] κελεύει Ο κρατεῖ] κατακρατεῖ GH(v) 21 περιέσται FGHP: περιέστη VO, περίεστι ceteri 22 τινος] ὅσου V2O 23 δὲ F ἐπέρρεπον] ἐπέβριθον C τηνικαῦτα] ἡνίκα FHP 24 γινόμεναι P καὶ ante δακτύλοις add. V2O δ’ post δακτύλοις add. G μετέωροι om. BEMAKZ)

v.4.p.173
ὕψος ἤρθησαν, καθάπερ αἱ πτηναὶ φύσεις ἀεροποροῦσαι, καὶ διέμενον ἀνώφοιτοι μέχρι τοῦ τὴν νίκην Ἑβραίους ἀνανταγώνιστον ἄρασθαι, τῶν ἐχθρῶν ἡβηδὸν ἀναιρεθέντων ἅπερ τε διαθεῖναι παρὰ τὸ προσῆκον ἐσπούδαζον παθόντων μετὰ δίκης.

τότε καὶ Μωυσῆς ἱδρύεται βωμόν, ὃν ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „θεοῦ καταφυγήν“ (Exod. 17, 15), ἐφ’ οὗ τὰ ἐπινίκια ἔθυε χαριστηρίους εὐχὰς ἀποδιδούς.

Μετὰ τὴν μάχην ταύτην ἔγνω δεῖν τὴν χώραν, εἰς ἣν ἀπῳκίζετο τὸ ἔθνος, κατασκέψασθαι — δεύτερον δ’ ὁδοιποροῦσιν ἔτος ἐνειστήκει — βουλόμενος μή, οἷα φιλεῖ, γνωσιμαχεῖν οὐκ εἰδότας, ἀλλ’ ἀκοῇ προμαθόντας αὐτήν, ἐπιστήμῃ τῶν ἐκεῖ βεβαίᾳ χρωμένους, τὸ πρακτέον ἐκλογίζεσθαι.