De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Ἄραντες δ’ ἀπὸ θαλάττης μέχρι μέν τινος ὡδοιπόρουν μηκέτι τὸν ἀπὸ τῶν ἐχθρῶν ὀρρωδοῦντες φόβον. ἐπιλιπόντος δὲ τοῦ ποτοῦ τρισὶν ἡμέραις, αὖθις ἐν ἀθυμίαις ἦσαν ὑπὸ δίψους καὶ πάλιν ἤρξαντο μεμψιμοιρεῖν ὡς μηδὲν εὖ προπεπονθότες· ἀεὶ γὰρ ἡ τοῦ παρόντος προσβολὴ δεινοῦ τὰς ἐπὶ τοῖς προτέροις ἀγαθοῖς ἡδονὰς ἀφαιρεῖται. [*](1 ἐπιπίπτοντες coni. Mang. 5 οἱ om. HP (Turn.) πάντ’ GHP: πάντα ceteri 6 ἐπιπίπτοντες M, συνεμπίπτοντες VO 7 οὐδὲ Α ἀτραποῦ] ἀτραπῆ (sic) τε καὶ Z 8 παίδων] τέκνων VO νηπίων κομιδῆ transp. KZ 9 ἑκατέρωθεν GHP: ἀφ’ ἑκατέρωθεν BEMAKZ, ἐφ’ ἑκατέρωθεν CVO 10 αὐτοῖς ἅρμασι καὶ ἵπποις GHP: ἵπποις αὐτοῖς καὶ ἅρμασι VOKZ, ἐπὶ τοῖς αὐτοῖς καὶ ἄρμασι C, ἐπὶ τοῖς αὐτοῖς ἅρμασι καἰ ἵπποις Α, ἐπὶ τοῖς αὐτοῖς καὶ ἄρμασι καὶ ἵπποις BEM καταποντοῖ GHPKZ: καταπόντον C, κατὰ πόντον BEMA, κατεπόντο (sic) V, κατεπόντουν Ο καὶ ante βορείοις add. CV1BEMA βορείοις KZ post πνεύμασιν add. ἐκ CV1BEMA 11 τρικυμίας Α 12 ἀπολειφθῆναι CVOGHP ἐφνιδίους C 13 ὅθεν ante τὸ add. V2O ἔργον GHP: om. ceteri 14 ἀναιμωτὶ GHPKZ: ἀναιμακτὶ ceteri ἄκρει codd. 16 ϊόνος C εἰς τὸν θεὸν ἦδον GHP: ἦδον πρὸς τὸν θεὸν M, ἦδον εἰς τὸν θεὸν ceteri 17 μὲν μωυσέος transp. A(v) 18 ἐγεγένηντο GHP: ἐγένοντο ceteri 19 δ’ οm. G θαλάττης GHP: τῆς θαλάττης ceteri θαλάσσης Κ 22 πεπονθότες Α) [*](19 sqq. Exod. 152227 11*)

v.4.p.164
θεασάμενοι δὲ πηγὰς ἐπιτρέχουσιν ὡς ἀρυσόμενοι χαρᾶς ὑπόπλεῳ,

δι’ ἄγνοιαν τἀληθοῦς ἀπατηθέντες· πικραὶ γὰρ ἦσαν· εἶτα γευσάμενοι γναμφθέντες τῷ παρ’ ἐλπίδα τά τε σώματα παρεῖντο καὶ τὰς ψυχὰς ἀναπεπτώκεσαν, οὐχ οὕτως ἐφ’ ἑαυτοῖς ὡς ἐπὶ τοῖς νηπίοις παισὶ στένοντες, οὓς ἀδακρυτὶ ποτὸν αἰτοῦντας ὁρᾶν οὐχ ὑπέμενον.

ἔνιοι δὲ τῶν ὀλιγωροτέρων καὶ πρὸς εὐσέβειαν ἀβεβαίων καὶ τὰ προγεγονότα ᾐτιῶντο ὡς οὐκ ἐπ’ εὐεργεσίᾳ συμβάντα μᾶλλον ἢ διὰ μετουσίαν ἀργαλεωτέρων συμφορῶν, ἄμεινον εἶναι λέγοντες τρίς, οὐχ ἅπαξ, ὑπ’ ἐχθρῶν ἀποθανεῖν ἢ δίψει παραπολέσθαι· τὴν μὲν γὰρ ἄπονον καὶ ταχεῖαν τοῦ βίου μετάστασιν οὐδὲν ἀθανασίας διαφέρειν τοῖς εὖ φρονοῦσι, θάνατον δ’ ὡς ἀληθῶς εἶναι τὸν βραδὺν καὶ μετ’ ἀλγηδόνων, οὐκ ἐν τῷ τεθνάναι τὸ φοβερὸν ἀλλ’ ἐν μόνῳ τῷ ἀποθνῄσκειν ἐπιδεικνύμενον.

τοιαύταις χρωμένων ὀλοφύρσεσι, πάλιν ἱκετεύει τὸν θεὸν Μωυσῆς ἐπιστάμενον τὴν ζῴων καὶ μάλιστα τὴν ἀνθρώπων ἀσθένειαν καὶ τὰς τοῦ σώματος ἀνάγκας ἐκ τροφῆς ἠρτημένου καὶ δεσποίναις χαλεπαῖς συνεζευγμένου, βρώσει καὶ πόσει, συγγνῶναι μὲν τοῖς ἀθυμοῦσι, τὴν δὲ πάντων ἔνδειαν ἐκπλῆσαι, μὴ χρόνου μήκει, δωρεᾷ δ’ ἀνυπερθέτῳ καὶ ταχείᾳ, διὰ τὴν τοῦ θνητοῦ φυσικὴν ὀλιγωρίαν ὀξὺν καιρὸν τῆς βοηθείας ἐπιποθοῦντος.

ὁ δὲ τὴν ἵλεων αὑτοῦ δύναμιν φθάνει προεκπέμψας καὶ διοίξας τὸ τοῦ ἱκέτου τῆς ψυχῆς ἀκοίμητον ὄμμα ξύλον δείκνυσιν, ὃ προσέταξεν ἀράμενον εἰς τὰς πηγὰς καθεῖναι, τάχα μὲν κατεσκευασμένον ἐκ φύσεως ποιοῦν δύναμιν, ἣ τάχα ἠγνόητο, τάχα δὲ καὶ τότε πρῶτον ποιηθὲν εἰς [*](1 ὑπόπλεω GV2O: ὑπόπλεοι ceteri 2 ἀπατηθέντες] ἀποπλανηθέντες VO 3 γναφθέντες VOK2, καμφθέντες K1Z 4 ἐφ’ αὐτοῖς AEHP, ἐπ’ αὐτοῖς G (et V1 ut vid.) 5 οὓς] οὐκ BEMVO, οὓς οὐκ Α (Mang.) ἀδακρυτὶ G2, οὐ δακρυτὶ post ἀδακρυτὶ add. γὰρ V2O αἰτοῦντα V2O 7 ἢ] ἀλλὰ VO 9 δίψη CG 10 μετάστασιν CAGH: μετάστασιν corr. ex μετανάστασιν Z, μετανάστασιν corr. ex μετάστασιν Β, μετανάστασιν EMVOKP εὐθανασίας coui. Mang. τοῖς εὖ φρονοῦσι διαφέρειν transp. Ο 11 δ’ om. Α μετὰ C τῳ] τὸ G 12 τῷ] τὸ G 13 μωυσῆς GHPK1Z: ὁ μωυσῆς ceteri ἐπιστάμενος BEMAVO 14 τὴν ἀνθρώπων VGHP: τὴν τῶν ἀνθρώπων O, τῶν ἀνθρώπων ceteri alt. καὶ] διὰ V2O 14. 15 ταῖς . . . ἀνάγκαις Α 15 ἠρτημένου et συνεζευγμένου HPKZ: ἠρτημένην et συνεζευγμένην ceteri 15. 16 βρώσει καὶ πόσει συνεζευγμένην transp. M 17 ταχεῖ (sic) Z 18 τοῦ om. Κ 19 τὴν ἵλεων αὐτοῦ αὐτοῦ scripsi) δύναμιν GHP: τῆ ἵλεω αὐτοῦ δυνάμει ceteri (v) διανοίξας VO, διανοίξας corr. ex διοίξας Κ 20 οἰκέτου VOG τῆς ψυχῆς ἀκοίμητον ὄμμα KZ: ἀκοίμητον τῆς ψυχῆς ὄμμα G, ἀκοίμητον ὄμμα τῆς ψυχῆς HP(v), τῆς ψυχῆς om. CVO, τῆς ψυχῆς ἀκοίμητον om. BKMA ξύλον GHPV2O: ξύλον γὰρ ceteri γὰρ eras. V2) 21 μὲν HP: μὲν καὶ ceteri (v) προκατεσκευασμένον coni. Mang. 22 ποιοῦν] ποιεῖν V2O (prob. Wendl.) ; ὡς conicio; καὶ ποιοῦν roni. Mang. ἣ] ἢ M pr. τάχα] τάχιστα Η; πρόσθεν τέως coni. Wendl. ἠγνοεῖτο GHP (v) πρῶτον GHPKZ: om. ceteri)

v.4.p.165
ἣν ἔμελλεν ὑπηρετεῖν χρείαν.

γενομένου δὲ τοῦ κελευσθέντος, αἱ μὲν πηγαὶ γλυκαίνονται μεταβαλοῦσαι πρὸς τὸ πότιμον, ὡς μηδ’ εἰ τὴν ἀρχὴν ἐγένοντό ποτε πικραὶ δύνασθαι διαγνῶναι, διὰ τὸ μηδὲ ἴχνος ἢ ζώπυρον τῆς ἀρχαίας κακίας εἰς μνήμην ὑπολελεῖφθαι.

τὸ δὲ δίψος ἀκεσάμενοι μεθ’ ἡδονῆς διπλασίας, ἐπειδὴ τῆς ἀπολαύσεως τὸ παρ’ ἐλπίδα συμβεβηκὸς ἀγαθὸν εὐφραίνει μᾶλλον, ἔτι καὶ τὰς ὑδρίας πληρώσαντες ἀνεζεύγνυσαν, ὥσπερ ἀπὸ θοίνης καὶ ἱλαρᾶς εὐωχίας ἑστιαθέντες καὶ μεθύοντες οὐ τὴν ἐν οἴνῳ μέθην ἀλλὰ τὴν νηφάλιον, ἣν ἠκρατίσαντο τὰς προπόσεις λαβόντες παρὰ τῆς εὐσεβείας τοῦ προεστῶτος ἄρχοντος.

ἀφικνοῦνται δ’ εἰς σταθμὸν δεύτερον, εὔυδρόν τε καὶ εὔδενδρον — Αἰλεὶμ ὠνομάζετο (Exod. 15,27) —, πηγαῖς καταρρεόμενον δώδεκα, παρ’ αἷς στελέχη νέα φοινίκων εὐερνέστατα ἦν τὸν ἀριθμὸν ἑβδομήκοντα, τοῖς ὀξὺ τῇ διανοίᾳ βλέπειν δυναμένοις ἀγαθῶν τῶν ἐθνικῶν ἐναργῆ σημεῖα καὶ δείγματα·

φυλαί τε γάρ εἰσι τοῦ ἔθνους δώδεκα, ὧν ἑκάστη πηγῆς ἕξει λόγον εὐσεβοῦσα, χορηγούσης εὐσεβείας ἀενάους καὶ ἀνελλιπεῖς καλὰς πράξεις, γενάρχαι δὲ τοῦ σύμπαντος ἔθνους ἑβδομήκοντα γεγόνασι φοίνικι τῷ τῶν δένδρων ἀρίστῳ προσηκόντως παρεικασθέντες, ὃ καὶ ὀφθῆναι καὶ καρπὸν ἐνεγκεῖν ἐστι κάλλιστον, ὅπερ [*](2 μεταβάλλουσαι VOG τὸ MGHP: οm. ceteri ὡς μηδ’ εἰ Turn.: ὡς εἰ μηδὲ codd. (Mang.) ἐγίνοντο BEMAKZ διακρῖναι KZ μηδὲ] μὴ HP 3.4 ἢ ζώπυρον GHPKZ: ζωπυροῦν (om. ἣ) ceteri 4 ζώπυρόν τι coni. κακίας] πικρίας coni. Mang.; sed cf. loseph. ab ipso Mang. laud. 6 εὐφραίνει GHP: ηὔφρανε C (Mang.), εὔφρανε ceteri τὰς ὑδρίας ex τὰ ὑδρία corr. Β, τὰ ὑδρία EV1AKZ, τὰ ὑδρεῖα CV2O 7 ἱλαρᾶς καὶ transp. A 8 ἀλλὰ τὴν νηφάλιον GHPKZ: ἀλλ’ (om. τὴν νηφάλιον) ceteri 9 ἠκρατήσαντο Β1Ε, ηὐκρατήσαντο Α πόσεις Α λαμβάνοντες HP τῆς εὐσεβείας om. G 10 ἀφικνεῖται HP δὲ AVO τε om. M 11 αἰλὶμ C, αἰλὶν Η1, ἐλεὶμ VOG ὠνομάζεται (sic) C καταρρυόμενον P 12 παρὰ (om. αἷς) H1P στελέχη νέα φοινίκων CVOGHPK2: στελέχη φοινίκων νέα BEM, φοινίκων στελέχη νέα Α, στελέχη φοινίκων (om. νέα) K1Z ἃ add. ante εὐερνέστατα HP τὸν om. HP 13 δυναμένοις βλέπειν transp. VO 13.14 ἀγαθῶν τῶν ἐθνικῶν GHP: τῶν ἐθνικῶν ἀγαθῶν KZ, τῶν ἀγαθῶν ἐθνικῶν ceteri 14 δείγματα] τάγματα VO τε codd.: μέν V εἰσι] ἦσαν M τοῦ ἔθνους VO: τὸ ἔθνος ceteri 15 λόγων G εὐσεβοῦσα GHP: εὐσεβοῦς ceteri εὐσεβείας] εὐσεβεῖς 0, εὐλαβείας BM 16 ἀενάους CE: ἀεννάους ceteri καλὰς om. O γεννάρχαι H ἔθνους] ἔθους P, ἀνθρωπείου γένους V2O 17 τῶν GHP: om. ceteri δένδρω VOM ἀρίστω δένδρω transp. O 17. 18 προσηκόντως παρεικασθέντες GHP: προσηκόντως ἀπεικασθέντες CVO, παρεικασθέντες προσηκόντως ceteri 18 ἀνενεγκεῖν ἐστι Ο, ἐστι προσενεγκεῖν BEMAKZ ὅπερ GHP: ὃ ceteri) [*](4 cf. loseph. Ant. Iud. III 3 ἀφικνοῦνται δὲ . . . εἰς Μὰρ τόπον οὕτως διά τὴν τοῦ ὕδατος κακίαν ὀνομάσαντες· μὰρ γὰρ ἡ πικρία λέγεται. § 6 ... ἱκετεύων οὖν τρέπεται τὸν θεὸν μεταβαλεῖν τὸ ὕδωρ ἐκ τῆς παρούσης κακίας καὶ πότιμον αὐτοῖς παρασχεῖν.)

v.4.p.166
καὶ τὴν ζωτικὴν ἔχει δύναμιν οὐκ ἐν ῥίζαις ὥσπερ τὰ ἄλλα κατορωρυγμένην ἀλλ’ ἀνώφοιτον, καρδίας τρόπον ἐν τῷ μεσαιτάτῳ τῶν ἀκρεμόνων ἱδρυμένην, ὑφ’ ὧν οἷα ἡγεμονὶς ὄντως ἐν κύκλῳ δορυφορεῖται.

τοιαύτην δ’ ἔχει φύσιν καὶ ἡ διάνοια τῶν γευσαμένων ὁσιότητος· ἄνω γὰρ μεμάθηκε βλέπειν τε καὶ φοιτᾶν καὶ μετεωροπολοῦσα ἀεὶ καὶ τὰ θεῖα διερευνωμένη κάλλη χλεύην τίθεται τὰ ἐπίγεια, ταῦτα μὲν παιδιάν, ἐκεῖνα δὲ σπουδὴν ὡς ἀληθῶς νομίζουσα.

Μετὰ δὲ ταῦτ’ οὐ πολὺς διῆλθε χρόνος καὶ ἀπορίᾳ σιτίων ἐλίμωττον, ὥσπερ ἐκ διαδοχῆς ἀντεπιτιθεμένων τῶν ἀναγκαίων· δέσποιναι γὰρ χαλεπαὶ καὶ βαρεῖαι, πεῖνα καὶ δίψα, διακληρωσάμεναι τὰς κακώσεις ἐν μέρει προσέκειντο καὶ συνέβαινε κατὰ τὴν τῆς ἑτέρας ἄνεσιν ἐπιγίνεσθαι τὴν ἑτέραν, ὅπερ ἦν τοῖς πάσχουσιν ἀφορητότατον, εἴ γε πρὸ μικροῦ δόξαντες ἀπαλλαγῆναι δίψους ἐφεδρεῦον κακὸν πεῖναν εὕρισκον.

ἦν δ’ οὐ μόνον ἡ παροῦσα σπάνις χαλεπόν, ἀλλὰ καὶ ἡ πρὸς τὸν μέλλοντα χρόνον τῶν ἐπιτηδείων ἀπόγνωσις· ὁρῶντες γὰρ βαθεῖαν καὶ πολλὴν ἔρημον καὶ καρπῶν ἀγονωτάτην σφόδρα ἠθύμουν· πάντα γὰρ ἦσαν ἢ τραχεῖαι καὶ ἀπορρῶγες πέτραι ἢ ἁλμυρόγεως πεδιὰς ἢ ὄρη λιθωδέστατα ἢ ψάμμοι βαθεῖαι πρὸς ἠλίβατον ὕψος ἀνατείνουσαι, καὶ προσέτι ποταμὸς οὐδείς, οὐκ αὐθιγενής, οὐ χειμάρρους, οὐδεμία πηγή, σπαρτὸν οὐδὲν οὐδὲ δένδρον, οὐχ ἥμερον, οὐ τῆς ἀγρίας ὕλης, οὐ ζῷον πτηνὸν ἢ χερσαῖον, ὅτι μὴ τῶν ἑρπετῶν τὰ ἰοβόλα πρὸς ὄλεθρον ἀνθρώπων, ὄφεις καὶ σκορπίοι.

εἶθ’ ὑπομιμνῃσκόμενοι τῆς κατ’ Αἴγυπτον εὐθηνίας καὶ εὐετηρίας καὶ τὴν τῶν ἐκεῖ πάντων ἀφθονίαν ἀντιτιθέντες τῇ πάντων ἐνταῦθα ἐνδείᾳ χαλεπῶς ἔφερον καὶ πρὸς ἑτέρους ἕτεροι τοιαῦτ’ ἐλογοποίουν· [*](1 ὥσπερ VOGHP: ὥσπερ καὶ ceteri τἄλλα VOKZ 1.2 κατορωρυγμένον BEMA 2 ἀνώφοιτον BEMHP: ἀνώφυτον ceteri τὸν τρόπον BEV1AKZ 3 ἱδρυμένον BEMA ἡγεμονικὸς Κ ὄντος Z 4 γὰρ om. GHP1, ss. P2 5 μετεωροποροῦσα GH2 5. 6 ἐρευνωμένη M 6 τίθεσθαι CV1GHP ταῦτα CVO 8 ἀπορίᾳ] ἀπειρίᾳ Richt. Tauchn. 10 πεῖνα καὶ δίψα GHP: δίψα καὶ πεῖνα ceteri 11 ἑτέρας GHP: προτέρας ceteri (v) 12 ἑτέραν] προτέραν Μ δευτέραν mg. M ἀφορητότερον H1P εἴ γε codd.: οἱ γε v 13 ἐφεδρεύοντος κακοῦ πεῖραν BEMA ηὕρισκον C 14—17 πρὀς—πέτρι ἢ οm. VO, suppl. man. rec. mg. V 17 ἀπορρῶγες GHP(V): ἀπορρωγάδες ceteri ἤ ante ὄρη om. Turn. ὅροι (sic) Α 18 προσέτι GHP: om. ceteri 20 οὐ δένδρον GHP ἡμέρου coni. Mang. ἡ GHP: οὐ ceteri 21 τῶν om. A 22 εἶτ’ C 23 ἐκεῖ] ἐκείνων H τιθέντες Α 24 post ἑτέρους add. δὴ M τοιαῦτα A) [*](8 sqq. Exod. cap. 16)

v.4.p.167
„ἐπ’ ἐλευθερίας ἐλπίδι μεταναστάντες οὐδὲ τοῦ ζῆν ἄδειαν ἔχομεν οἱ ταῖς μὲν ὑποσχέσεσι τοῦ ἡγεμόνος εὐδαίμονες, ἐν δὲ τοῖς ἔργοις ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι.

τί τέλος ἔσται τῆς ἀνηνύτου καὶ μακρᾶς οὕτως ὁδοῦ; πᾶσι καὶ τοῖς πλέουσι καὶ τοῖς πεζεύουσιν ὅρος εἰς ὃν ἀφίξονται πρόκειται, τοῖς μὲν ἐμπόρια καὶ λιμένες, τοῖς δὲ πόλις τις ἢ χώρα, μόνοις δ’ ἡμῖν ἄβατος ἐρημία καὶ δυσοδία καὶ χαλεπαὶ δυσελπιστίαι· προϊόντων γάρ, ὥσπερ ἀχανὲς καὶ βαθὺ πέλαγος ἀπόρευτον ἀναφαίνεται καθ’ ἑκάστην ἡμέραν εὐρυνόμενον.

μετεωρίσας καὶ φυσήσας ἡμᾶς τῷ λόγῳ καὶ κενῶν ἐλπίδων τὰ ὦτα πληρώσας παρατείνει λιμῷ τὰς γαστέρας οὐδὲ τὰς ἀναγκαίας ἐκπορίζων τροφάς· ἀποικίας ὀνόματι τοσαύτην πληθὺν ἠπάτησεν ἐξ οἰκουμένης τὸ πρῶτον εἰς ἀοίκητον ἀγαγών, εἶτα καὶ εἰς ᾅδου προπέμπων, τὴν τοῦ βίου τελευταίαν ὁδόν.“

τοιαῦτ’ ὀνειδιζόμενος οὐχ οὕτως ἐπὶ ταῖς εἰς αὑτὸν κακηγορίαις ἐδυσχέραινεν, ὡς ἐπὶ τῷ τῆς γνώμης αὐτῶν ἀνιδρύτῳ· πεπειραμένοι γὰρ μυρίων ὅσων ἐκ τοῦ παραλόγου συμβεβηκότων πραγμάτων παρὰ τὸ καθεστὸς ἔθος ὤφειλον ὑπὸ μηδενὸς ἔτι τῶν εὐλόγων καὶ πιθανῶν ἄγεσθαι, πεπιστευκέναι δ’ αὐτῷ λαβόντες ἀποδείξεις ἐναργεστάτας τοῦ περὶ ἁπάντων ἀψευδεῖν.

πάλιν δ’ ὅτε εἰς ἔννοιαν ἦλθε τῆς ἐνδείας, ἧς μεῖζον οὐδὲν κακὸν ἀνθρώποις ἐστί, συνεγίνωσκεν ὄχλον εἰδὼς ἀβέβαιον φύσει πρᾶγμα καὶ ὑπὸ τῶν ἐν χερσὶ διακινούμενον, ἃ λήθην μὲν τῶν προγεγονότων ἐργάζεται, δυσελπιστίαν δ’ εἰς τὰ μέλλοντα.

πάντων οὖν ἐν ἀσχέτοις ὄντων ἀνίαις καὶ τὰς ἀνωτάτω προσδοκώντων συμφοράς, ἃς ἐνόμιζον ἐφεδρεύειν καὶ ἐγγυτάτω παρεῖναι, τοῦτο μὲν διὰ τὴν σύμφυτον ἐπιείκειαν καὶ φιλανθρωπίαν, τοῦτο δὲ βουλόμενος ὃν ἐχειροτόνησεν ἡγεμόνα τιμῆσαι καὶ ἔτι μᾶλλον ὡς εὐσεβείας ἔχει καὶ ὁσιότητος ἔν τε τοῖς φανεροῖς κἀν τοῖς ἀδήλοις ἅπασι διασυστῆσαι ὁ θεὸς ἐλεήσας τὸ [*](1 μεταστάντες G οἳ MGO 2 τῶν ἀνθρώπων A(v) 5 ἐμπορία H1P, ἐμπορεῖα C alt. τοῖς] τίς P 6 μόνον VO 8 καὶ ante καθ’ add. A(v) καὶ ante μετεωρίσας add. Z μετεωρήσας B1E 8. 1) ἡμᾶς καὶ φυσήσας transp. Z 11 ἀναγαγὼν BEMAK1Z 13 αὑτὸν AE: αὐτὸν ceteri κατηγορίαις VOKGHP 14 ὡς] ὅσον KZ αὐτῶν GHP: om. ceteri ὁ ἀϊδρύτω HP 15 ὅσων GHPKZ: ὀίων ceteri 16 καθεστὸς MA: καθεστὼς Κ, ὼ ex ὁ corr. Z, καθεστὼς ceteri 17 λαβόντας VOGHP 18 ὅτε scripsi: ὅταν codd. 19 ἧς GHP: οὗ ceteri (v) 21 δ’] δὲ τὴν GHP 22 ἀσχέτοις CVO: ἐσχάτοις BEKZ, ἐσχάταις MAGHP (v) ; ἀνηκέστοις coni. Mang. 23 ἃς om. C 23. 24 ἔμφυτον HP 26 pr. τοῖς om. Α κἀν] καὶ ἐν CVO διαστῆσαι M)

v.4.p.168
πάθος ἰᾶται.

ξένας οὖν εὐεργεσίας ἐκαινοτόμει, τρανοτέραις ὅπως ἐμφάσεσι παιδευθῶσιν ἤδη μὴ δυσανασχετεῖν, εἴ τι μὴ κατὰ γνώμην εὐθὺς ἀποβαίη, τλητικῶς δ’ ὑπομένειν χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶντες.

τί οὖν συνέβη; τῇ ὑστεραίᾳ περὶ τὴν ἕω δρόσος βαθεῖα καὶ πολλὴ περὶ σύμπαν ἦν ἐν κύκλῳ τὸ στρατόπεδον, ἣν ἐπένιφεν ἡσυχῇ, ἀήθη ὑετὸν καὶ παρηλλαγμένον, οὐχ ὕδωρ, οὐ χάλαζαν, οὐ χιόνα, οὐ κρύσταλλον — ταῦτα γὰρ αἱ τῶν νεφῶν ἀπεργάζονται μεταβολαὶ ταῖς χειμεριναῖς τροπαῖς —, ἀλλὰ κέγχρον βραχυτάτην καὶ λευκοτάτην, ἣ διὰ τὴν ἐπάλληλον φορὰν σωρηδὸν προὐκέχυτο τῶν σκηνῶν, ἄπιστος ὄψις· ἣν καταπλαγέντες ἐπυνθάνοντο τοῦ ἡγεμόνος, τίς τε ὁ ὑετὸς οὗτός ἐστιν, ὃν οὐδείς πω πρότερον εἶδεν ἀνθρώπων, καὶ πρὸς τί γέγονεν.