De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἐὰν δ’ αὐστηροτέραν καὶ σεμνοτέραν ἕληται προαίρεσιν, καὶ οἱ λίαν αὐτῶν ἀκράτορες μεταβάλλουσι πρὸς ἐγκράτειαν ἢ φόβῳ ἢ αἰδοῖ σπουδάζοντες ὑπόληψιν ἐμποιεῖν, ὅτι ἄρα ζηλωταὶ τῶν ὁμοίων εἰσί· καὶ οὐκ ἄν ποθ’ οἱ χείρους τὰ τῶν κρειττόνων ἀλλ’ οὐδὲ μανέντες ἀποδοκιμάζοιεν.

τάχα δ’, ἐπεὶ καὶ νομοθέτης ἔμελλεν ἔσεσθαι, πολὺ πρότερον αὐτὸς ἐγίνετο νόμος ἔμψυχός τε καὶ λογικὸς θείᾳ προνοίᾳ, ἥτις ἀγνοοῦντα αὐτὸν εἰς νομοθέτην ἐχειροτόνησεν αὖθις.

Ἐπειδὴ τοίνυν παρ’ ἑκόντων ἔλαβε τὴν ἀρχήν, βραβεύοντος καὶ ἐπινεύοντος θεοῦ, τὴν ἀποικίαν ἔστελλεν εἰς Φοινίκην καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην, ἣ τότε. προσηγορεύετο Χαναναίων, ἧς οἱ ὅροι τριῶν ἡμερῶν ὁδὸν διειστήκεσαν ἀπ’ Αἰγύπτου.

εἶτ’ ἦγεν αὐτοὺς οὐ τὴν ἐπίτομον, ἅμα μὲν εὐλαβηθείς, μή ποθ’, ὑπαντιασάντων τῶν οἰκητόρων διὰ φόβον ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ γενομένου πολέμου, πάλιν τὴν αὐτὴν ὁδὸν ὑποστρέψωσιν εἰς Αἴγυπτον, ἀπ’ ἐχθρῶν ἐπ’ ἐχθρούς, νέων ἐπ’ ἀρχαίους, γέλως καὶ χλεύη γενησόμενοι καὶ χείρω καὶ ἀργαλεώτερα τῶν προτέρων ὑπομενοῦντες, ἅμα δὲ καὶ βουλόμενος αὐτοὺς δι’ ἐρήμης ἄγων καὶ μακρᾶς δοκιμάσαι, πῶς ἔχουσι πειθαρχίας ἐν οὐκ ἀφθόνοις χορηγίαις ἀλλ’ ἐκ τοῦ κατ’ ὀλίγον ὑποσπανιζούσαις.

ἐκτραπόμενος οὖν τὴν ἐπ’ εὐθείας, ἐγκάρσιον ἀτραπὸν εὑρὼν καὶ νομίσας [*](1 ἔξωθεν HP (Turn.) ἐπιθυμιῶν D ἀμοιρία Z 2 ἵλεων VOGHP κτησάμενοι] χρησόμενοι Α, χρησόμενον CV1BEM δὲ D 3 ἀκράτορες αὐτῶν transp. Α 4 αἰδῶ C τὴν ὑπόληψιν Η1P 5 ἄρα om. D 6—9 τάχα — αὖθις om. VO, add. man. rec. mg. V 7 νόμος GHP(V) λόγος ceteri 8 εἰς νομοθετικὴν BEMA 10 ἐπεὶ Α 11 θεοῦ GHP: τοῦ θεοῦ ceteri 12 ἢ C 13 ὁδὸν om. KZ διειστήκεσαν CVO: διειστήκεισαν ceteri ἀπ’ αἰγύπτου διεστήκεσαν transp. C εἶτα BEMKZ 15 ἀναστάσεως] ἀναστατώσεως G, ἐπαναστάσεως AV2O (Mang.) 16 ἀπ’ VOGHP: ἀπὸ ceteri 17 εἰς ἐχθρούς BEMAKZ γενησόμενον M 18 ὑπομενοῦσιν V2O βουλευόμενος corr. ex βουλόμενος Z 19 vel καὶ delendum vel scribendum ἀτριβοῦς καὶ μακρᾶς censuit Mang. πειθαρχίαις P 21 ἐκτρεπόμενος M τὴν GHP: τῆς ceteri (v) ἀτραπῶν C 7. 8 Clem. Alex. Strom. I 26 p. 421 P. . . . Μωυσῆς δὲ συνελόντι εἰπεῖν νόμος ἔμψυχος ἢν τῷ χρηστῷ λόγῳ κυβερνώμενος. 13 sqq. Clem. Alex. Strom. I 24 p. 417 P. Μωυσῆς τὸν λαὸν ἐξαγαγὼν ὑποπτεύσας ἐπιδιώξειν τοὺς Αἰγυπτίους τὴν ὀλίγην καὶ σύντομον ἀπολιπὼν ὁδὸν ἐπὶ τὴν ἔρημον ἐτρέπετο καὶ νύκτωρ τὰ πολλὰ τῇ πορείᾳ ἐκέχρητο. ἑτέρα γὰρ ἦν οἰκονομία, καθ’ ἣν ἐπαιδεύοντο Ἑβραὶοι δι’ ἐρημίας πολλῆς καὶ χρόνου μακροῦ, εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι δι’ ὑπομονῆς ἐθιζόμενοι σώφρονος. 13 sqq. Exod. 1317.)

v.4.p.160
κατατείνειν ἄχρι τῆς ἐρυθρᾶς θαλάττης ὁδοιπορεῖν ἤρχετο. τεράστιον δέ φασι συμβῆναι κατ’ ἐκεῖνον τὸν χρόνον μεγαλούργημα τῆς φύσεως, ὃ μηδείς πω μέμνηται πάλαι γεγονός.

νεφέλη γὰρ εἰς εὐμεγέθη κίονα σχηματισθεῖσα προῄει τῆς πληθύος, ἡμέρας μὲν ἡλιοειδὲς ἐκλάμπουσα φέγγος, νύκτωρ δὲ φλογοειδές, ὑπὲρ τοῦ μὴ πλάζεσθαι κατὰ τὴν πορείαν, ἀλλ’ ἀπλανεστάτῳ ἕπεσθαι ἡγεμόνι ὁδοῦ. τάχα μέντοι καὶ τῶν ὑπάρχων τις ἦν τοῦ μεγάλου βασιλέως, ἀφανὴς ἄγγελος, ἐγκατειλημμένος τῇ νεφέλῃ προηγητήρ, ὃν οὐ θέμις σώματος ὀφθαλμοῖς ὁρᾶσθαι.

Θεασάμενος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἀνοδίᾳ χρωμένους, ὡς ᾤετο, καὶ διὰ τραχείας καὶ ἀτριβοῦς ἐρήμης βαδίζοντας ἥσθη μὲν ἐπὶ τῷ κατὰ τὴν πορείαν σφάλματι, νομίσας συγκεκλεῖσθαι διέξοδον οὐκ ἔχοντας, ἐπὶ δὲ τῷ μεθέσθαι μετανοῶν ἐπεχείρει διώκειν, ὡς ἢ φόβῳ τὴν πληθὺν ὑποστρέψων καὶ δουλωσόμενος αὖθις ἢ ἀποκτενῶν ἡβηδὸν ἀφηνιάζουσαν.

εἶθ’ ἅπασαν τὴν ἱππικὴν δύναμιν παραλαβὼν ἀκοντιστάς τε καὶ σφενδονήτας καὶ ἱπποτοξότας καὶ τοὺς ἄλλους ὅσοι τῆς κούφης ὁπλίσεως καὶ τὰ κάλλιστα τῶν δρεπανηφόρων ἁρμάτων ἑξακόσια τοῖς ἐν τέλει δούς, ἵνα μετὰ τοῦ πρέποντος ἀξιώματος ἐπακολουθήσωσι καὶ τῆς στρατείας μετάσχωσιν, οὐδὲν τάχους ἀνεὶς ἐπεξέθει καὶ συντείνων ἔσπευδε βουλόμενος ἐξαπιναίως οὐ προϊδομένοις ἐπιστῆναι· τὸ γὰρ ἀνέλπιστον κακὸν ἀργαλεώτερον αἰεὶ τοῦ προσδοκηθέντος, ὅσῳ καὶ τὸ ὀλιγωρηθὲν εὐεπιχειρητότερον τοῦ σὺν φροντίδι.

καὶ ὁ μὲν ταῦτα διανοηθεὶς ἐπηκολούθει νομίζων αὐτοβοεὶ περιέσεσθαι, οἱ δ’ ἔτυχον ἤδη παρὰ ταῖς ἠϊόσι τῆς θαλάττης στρατοπεδεύοντες· μελλόντων δ’ [*](1 θαλάσσης VOMKZ ἤρχετο GHP: ἤρξατο ceteri 2 τῆς om. H 3 γεγονώς G 4 μετασχηματισθεῖσα GP 5 φέγγος] φῶς P κατὰ οm. O 6 ἀπλανεστάτη HP(v) ἡγεμονία Η (Turn.) τῆς ὁδοῦ HP μέν τι G 8 προηγήτωρ GHP (v) 9 δὲ Α τῆς om. Η ἀνοδίᾳ] ἀνοδὶ Turn. 10 ὡς om. V1 ut vid., ὡς ᾤετο om. CBEMA τραχείας] βαθείας coni. Mang. coll. 161,9 ἐρήμους C1M, ἐρήμου C2 11 ἐπὶ τῷ — ἔχοντας (12) om. HP, add. mg. H2P2 ἐγκεκλεῖσθαι C, οὑν κεκλεῖσθαι VO, κεκλεῖσθαι BEMA 12 δὲ om. Η ἐπιχειρεῖ M 14. 1.5 παραλαβὼν ἀκοντιστάς τε om. HP 16 τὰ οm. G 17 ἑξακόσια] χ C τοῦ om. P 17. 18 ἐπακολουθῶσι GHP 18 στρατιᾶς Α ἀνεὶς GHP: ἀνιεὶς ceteri ὑπεξέθει BEMAKZ 19 ἔσπουδε (sic) M, ἐπέσπευδε HP, ἔτρεχεν VO προϊδομένοις A: προειδομένοις ceteri 20 αἰεὶ GHP: ἀεὶ ceteri ὅσον M 21 εὐεπιχειρότερον Ο, εὐεπιχείρητον Α σὺν φροντίδι GHP: ἐν φροντίδι KZ, συμφέροντος CV1BEMA, ἀπροσδοκήτως εἰσπίπτοντος V2O τοιαῦτα 22 οἱδ’ Z 23 θαλάσσης VOZ στρατοπεδεύοντες GHP: στρατοπεδεύσαντες ceteri (v)) [*](1 sqq. Exod. 13,21.22 9 sqq. Εxod. cap. 14)

v.4.p.161
ἀριστοποιεῖσθαι, τὸ μὲν πρῶτον πάταγος ἐξηχεῖτο πολύς, ἅτε τοσούτων ἀνθρώπων ὁμοῦ καὶ ὑποζυγίων μετὰ σπουδῆς ἐλαυνόντων, ὡς ἐκχυθέντας τῶν σκηνῶν περιβλέπεσθαι καὶ ὠτακουστεῖν ἀκροβατοῦντας· εἶτ’ ὀλίγῳ ὕστερον ἐπὶ λόφου μετέωρος ἡ ἀντίπαλος καταφαίνεται δύναμις ἐν τοῖς ὅπλοις ἐκτεταγμένη πρὸς μάχην.

ἐπὶ δὲ τῷ παραλόγῳ καὶ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μήτε πρὸς ἄμυναν εὐτρεπεῖς ὄντες διὰ σπάνιν ἀμυντηρίων — οὐ γὰρ ἐπὶ πόλεμον ἀλλ’ εἰς ἀποικίαν ἐξῄεσαν — μήτε φυγεῖν δυνάμενοι — κατόπιν μὲν γὰρ πέλαγος, ἐχθροὶ δ’ ἀντικρύ, τὰ δὲ παρ’ ἑκάτερα βαθεῖα καὶ ἀτριβὴς ἐρήμη — σφαδᾴζοντες καὶ τῷ μεγέθει τῶν κακῶν ἀπειρηκότες, οἷα παρὰ τὰς τοιαύτας φιλεῖ συμφοράς, τὸν ἄρχοντα ᾐτιῶντο φάσκοντες·

„διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, οἷς ἀποθανόντες ἐνταφησόμεθα, ἐξήγαγες ἡμᾶς, ἵν’ ἐνταῦθα κηδεύσῃς ἀποκτείνας; ἢ οὐ πᾶσα δουλεία κουφότερον κακὸν θανάτου; δελεάσας ἐλευθερίας ἐλπίδι τὸ πλῆθος τὸν χαλεπώτερον περὶ τοῦ ζῆν ἐπεκρέμασας κίνδυνον.

ἠγνόεις τὴν ἡμετέραν ἁπλότητα καὶ τὴν Αἰγυπτίων πικρίαν καὶ τὸ βαρύμηνι; τὸ μέγεθος τῶν ἀφύκτων κακῶν οὐχ ὁρᾷς; τί πρακτέον; πολεμῶμεν ἄοπλοι πρὸς ὡπλισμένους; ἀλλὰ φεύγωμεν καθάπερ ἄρκυσι κυκλωθέντες ἀνηλεέσιν ἐχθροῖς, ἐρημίαις ἀβάτοις, ἀπλώτοις πελάγεσιν;

εἰ δὲ δὴ καὶ πλωτά, τίς εὐπορία σκαφῶν εἰς περαίωσιν;“ ὁ δὲ ταῦτα ἀκούων τοῖς μὲν συνεγίνωσκε, τῶν δὲ χρησμῶν ἐμέμνητο· καὶ διανείμας τὸν νοῦν καὶ τὸν λόγον κατὰ τὸν αὐτὸν χρόνον τῷ μὲν ἐνετύγχανεν ἀφανῶς τῷ θεῷ, ἵν’ ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, δι’ οὗ δ’ ἐθάρσυνε καὶ παρηγόρει τοὺς καταβοῶντας „μὴ ἀναπίπτετε“ λέγων· „οὐχ ὁμοίως ἄνθρωπος ἀμύνεται καὶ θεός.

τί μόνοις τοῖς εὐλόγοις καὶ πιθανοῖς προπιστεύετε; παρασκευῆς οὐδεμιᾶς ἐστι χρεῖος ὁ θεὸς βοηθός· ἐν [*](1 ἐξήχητο Α 2 ὁμοῦ om. A ἐκχυθέντας Mang.: ἐξεληλυθότας CKZ(v), ἐξελθόντας V2, ἐκλυθέντας ceteri 3 ὀλίγον conicio 4.5 ἐκτεταγμένη GHPKZ: ἐκτεταμένη ceteri 6 εὐπρεπεῖς ὄντες M, εὐτρεπισθέντες C 7 post πόλεμον add. ἐξῆλθον V2O ἐξήεσαν GHPKZ: om. ceteri φυγεῖν GHP: φεύγειν ceteri 8 κατόπισθεν Α πέλαγος GHP: πόλεμος ceteri; κατόπιν μὲν γὰρ πόλεμος, πέλαγος δὲ ἄντικρυς coni. Mang., ipse transponendis verbis πέλαγος et ἐχθροί locum emendari posse putaveram: κατόπιν μέν γὰρ ἐχθροί, πέλαγος δ’ ἀντικρύ (cf. de vita Mos. II § 251). sed nihil mutandum δὲ VO ἀντικρύ BEMKZ: ἄντικρυς ceteri 9 βαθεῖα ex βαθέα corr. B, βαθέα CE ἐρημία M (Mang.) 12 ἀποθανοῦντες Α 14 τὸν χαλεπότερον E, τὸ χαλεπότερον G 15 ἡμετέραν] ἡμέραν C τὴν τῶν αἰγυπτίων A 17 ἄνοπλοι CGHP φεύγομεν GO ἄρκυσι om. in lac. C ἄρκυσι GHP: ἐν ἄρκυσι ceteri 19 ταῦτ’ BEMAK 20 χρησμῶν] χρησμάτων Z 22 δι’ οὗ] τῶ VO δὲ M, δ’ οm. ΒΕΑ, δὲ ss. B man. rec. 24 πιθανοῖς καὶ εὐλόγοις transp. Α 25 προσπιστεύετε AVO χρέος Α θεὸς om. GUP ὁ βοηθός, CZ, βοηθῶν V2 Philonis opera vol. IV 11)

v.4.p.162
ἀπόροις πόρον εὑρεῖν ἴδιον θεοῦ· τὰ ἀδύνατα παντὶ γενητῷ μόνῳ δυνατὰ καὶ κατὰ χειρός.“

καὶ ταῦτα μὲν ἔτι καθεστὼς διεξῄει· μικρὸν δ’ ἐπισχὼν ἔνθους γίνεται καταπνευσθεὶς ὑπὸ τοῦ εἰωθότος ἐπιφοιτᾶν αὐτῷ πνεύματος καὶ θεσπίζει προφητεύων τάδε· „ἣν ὁρᾶτε στρατιὰν εὐοπλοῦσαν, οὐκέτ’ ἀντιτεταγμένην ὄψεσθε· πεσεῖται γὰρ προτροπάδην πᾶσα καὶ βύθιος ἀφανισθήσεται, ὡς μηδὲ λείψανον αὐτῆς ὑπὲρ γῆς ἔτι φανῆναι, καὶ οὐ μήκει χρόνου, ἀλλὰ τῇ ἐπιούσῃ νυκτί.“

καὶ ὁ μὲν ταῦτ’ ἀπεφθέγγετο. καταδύντος δ’ ἡλίου, νότος εὐθὺς ἤρξατο κατασκήπτειν βιαιότατος, ὑφ’ οὗ τὸ πέλαγος ἐξανεχώρησεν, εἰωθὸς μὲν ἀμπωτίζειν, τότε δὲ καὶ μᾶλλον ὠθούμενον τὸ πρὸς αἰγιαλοῖς ὑπεσύρη καθάπερ εἰς χαράδραν ἢ χάρυβδιν· ἀστήρ τε προὐφαίνετ’ οὐδείς, ἀλλὰ πυκνὸν καὶ μέλαν νέφος ἅπαντα τὸν οὐρανὸν ἐπεῖχε, γνοφώδους τῆς νυκτὸς οὔσης εἰς κατάπληξιν τῶν διωκόντων.

προσταχθεὶς δὲ Μωυσῆς τῇ βακτηρίᾳ παίει τὴν θάλασσαν· ἡ δὲ ῥαγεῖσα διίσταται καὶ τῶν τμημάτων τὰ μὲν πρὸς τῷ ῥαγέντι μέρει μετέωρα πρὸς ὕψος ἐξαίρεται καὶ παγέντα τρόπον τείχους κραταιῶς ἠρέμει καὶ ἡσύχαζε, τὰ δ’ ὀπίσω σταλέντα καὶ χαλινωθέντα τὴν εἰς τὸ πρόσω φορὰν καθάπερ ἡνίαις ἀφανέσιν ἀνεχαίτιζε, τὸ δὲ μεσαίτατον, καθ’ ὃ ἐγένετο ἡ ῥῆξις, ἀναξηρανθὲν ὁδὸς εὐρεῖα καὶ λεωφόρος γίνεται. τοῦτο ἰδὼν Μωυσῆς καὶ θαυμάσας ἐγεγήθει καὶ πληρωθεὶς χαρᾶς ἐθάρσυνε τοὺς ἰδίους καὶ ᾗ τάχιστα προὔτρεπεν ἀναζευγνύναι.

περαιοῦσθαι δὲ μελλόντων, σημεῖον ἐπιγίνεται [*](1 πόρον εὑρεῖν] πόρων εὐπορεῖ GHP γεννητῷ KZ, γένει τῶ GHP 2 καθεστὼς ὢν BEMAK,·καθεστῶσιν διεξῄει VOGKZ: ἐξήει ceteri μικρῶν Η, μικροῦ Z δὲ C 3 post ἔνθους add. τε GHP, sed cf. § 201 καταπνευσθεὶς GHP: καὶ καταπνευσθεὶς ceteri ἐπιφοιτᾶν οm. Α 4 καὶ θεσπίζει GHP: καὶ om. ceteri 5 οὐκέτ’ GHP: οὐκέτι ceteri αὐτὴν ante ὄΦεσθε add. VO ὄψεσθαι G πεσεῖτε G 6 γῆν BEMA φανῆναι] ταφῆναι Α 7 χρόνων V ἀλλὰ] ἀλλ’ ἐν BEMAKZ ταῦτα C, ταῦθ’ G 8 ἐπεφθέγγετο G δὲ VO 9 ἐξανεχώρησεν GHP: ὑπανεχώρησεν CVO, ἀνεχώρησεν BEMAKZ ἐξανεχώρησεν secludendum videtur 10 δὲ om. H1P τὸ om. KZ 11 πυκνόν τε 13 προσιαχθὲν CEAKZ μωσῆς P 14 θάλατταν CVO 15 alt. πρὸς] εἰς τὸ Α ἐξαίρεται GHP: αἴρεται ceteri παγέντα] πάντα Α 16 ἠρέμιζε A 17 καθάπερ om. Α 18 ἀνεχαίτιζε scripsi (cf. 126,4): ἀνεχαιτίζετο codd. καθὸ CK, ἐν ὧ H(v) ἡ om. Α ἡ ῥῆξις ἐγένετο transp. H(v) ὁδὸς om. BEMA 19 γίγνεται C τοῦτ’ VOGHP 1. 2 DC fol. 138r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς κατὰ Μωυσέα κοσμοποιίας et fol. 151v τοῦ αὐτοῦ ἐκ τῆς κατὰ ωσέα κοσμοποιίας DH fol. 196r Φίλωνος: ἴδιον θεοῦ τὰ ἀδύνατα παντὶ γενητῷ μόνῳ δυνατὰ καὶ κατὰ χειρός.)

v.4.p.163
τερατωδέστατον· ἡ γὰρ ὁδηγὸς νεφέλη πρωτοστατοῦσα τὸν ἄλλον χρόνον ἀνακάμπτει πρὸς τὰ οὐραῖα τοῦ πλήθους, ὅπως ὀπισθοφυλακῇ, καὶ ταχθεῖσα μεθόριος τῶν διωκόντων καὶ τῶν διωκομένων τοὺς μὲν ἡνιοχοῦσα σωτηρίως καὶ ἀσφαλῶς ἐπήλαυνε, τοὺς δὲ ἀνεῖργε καὶ ἀνέκρουεν ἐφορμᾶν ἐπειγομένους· ἅπερ ὁρῶντες οἱ Αἰγύπτιοι θορύβου καὶ ταραχῆς πάντ’ ἐπλήρουν τάς τε τάξεις ὑπὸ δέους συνέχεον ἐπεμπίπτοντες ἀλλήλοις καὶ ζητοῦντες ἤδη φυγεῖν, ὅτ’ οὐδὲν ἦν ὄφελος.

οἱ μὲν γὰρ Ἑβραῖοι διὰ ξηρᾶς ἀτραποῦ περὶ βαθὺν ὄρθρον μετὰ γυναικῶν καὶ παίδων ἔτι κομιδῇ νηπίων περαιοῦνται· τοὺς δὲ τὰ τμήματα τοῦ πελάγους ἑκατέρωθεν ἐπικυλισθέντα καὶ ἑνωθέντα αὐτοῖς ἅρμασι καὶ ἵπποις καταποντοῖ, βορείοις πνεύμασι τῆς παλιρροίας ἀναχυθείσης καὶ μετεώροις τρικυμίαις ἐπιδραμούσης, ὡς μηδὲ πυρφόρον ὑπολειφθῆναι τὸν ἀπαγγελοῦντα τοῖς ἐν Αἰγύπτῳ τὰς αἰφνιδίους συμφοράς.

τὸ μέγα τοῦτο καὶ θαυμαστὸν ἔργον Ἑβραῖοι καταπλαγέντες ἀναιμωτὶ νίκην οὐκ ἐλπισθεῖσαν ἤραντο καὶ κατιδόντες ἐν ἀκαρεῖ φθορὰν ἀθρόαν πολεμίων δύο χορούς, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐπὶ τῆς ἠϊόνος στήσαντες εὐχαριστικοὺς ὕμνους εἰς τὸν θεὸν ᾖδον, ἐξάρχοντος Μωυσέως μὲν τοῖς ἀνδράσιν, ἀδελφῆς δὲ τούτου ταῖς γυναιξίν· ἡγεμόνες γὰρ οὗτοι τῶν χορῶν ἐγεγένηντο.