De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὅσης δ’ ἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ μελέτῃ συγκροτοῦνται θηριούμενοι καθ’ ἑκάστην ἡμέραν πρὸς ἀγριότητα, χρηστὸν μὲν οὐδὲν ἀλλ’ οὐδ’ ἐκ τύχης ὁρῶντες ἢ λέγοντες ἢ δρῶντες, ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα.
καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς, ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον, ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ.
ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους [*](1 ἠρμένον AFGHP ἐκτὸς AFGHP: om. K, ἐκ ceteri (ss. Κ2) πάντων] πάνυ ἰῶν Κ τῶν παθῶν VO ἱστάμενος Α 2 ἐπιθυμίας om. Α 3 συλλαβὸν C τὸ P καὶ om. VO 4 πρὸς C1 5. 6 ἐξ οὗπερ γίνεται BEKM 6 καὶ om. Α 7 δὴ] οὖν Α 8 πλασαμένη M, πλασάμενος F 9 αὕτη A μηδὲ C 9. 10 εἰς τὴν εἱρκτὴν F 11 ἐκεῖ CAVO: ἐκεῖσε ceteri 12 #x003E; ἀλεξίκακον coni. Mang. 12. 13 εὑρηκέναι ἀλεξίκακον transp. Κ 13 δ’ om. CVO οἱ εἱρκτοφύλακες ἀπανθρωπίας transp. CVO 15 συγκροτούμενοι θηριοῦνται V2O θηριούμενοι post ἡμέραν transp. Α καθ’ CAKV2: καὶ ante καθ’ add. ceteri 16 ἀλλ’ οὐδ’ ἐκ τύχης Κ (V1 ut vid.) cf. § 238: ἀλλ’ οὐδὲ τύχης BEM, ἀλλ’ οὐδ’ εὐμενὲς V2O, om. ceteri (v) λέγοντες ἡ δρῶντες ἢ ὁρῶντες transp. Α; δρῶντες ἢ λέγοντες ἢ ὁρῶντες Mang. 17 βιαιότητα M, βεβαιότατα B1E 17. 18 εὐπραγεῖς Α 18 ἀθλητικῆς C: ἀσκητικῆς ceteri ἄσκησιν] ἐκτριβὴν V2K2O 20 ἀτίθασος CBEHP: ἀτίθασσος ceteri καὶ ἀμείλικτος om. Α προσλάβοι Α 21 γίνεται Κ1: ἑνὶ ceteri; ἢ ἑνὶ Mang. πάθει χρηστῶ transp. CA 22 καὶ ὥσπερ H γὰρ om. 1) [*](8 sqq. Gen. 392123)
τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις, ὧν ἀφ’ ἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν.
ἀλλ’ ὅμως ὁ τοιοῦτος ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς τῆς ἐφ’ ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν εἱρκτοφύλαξ, τὴν δ’ ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι’ ἧς οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι.
τὸ γοῦν χωρίον οὐδ’ ὀνομάζειν ἔτ’ ἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ τιμωριῶν, ἃς νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος.
τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτ’ ἐπιφθεγγομένοις· „ποῦ ποτ’ ἄρ’ ἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν; ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες αὑτῶν αἰσχυνόμεθα“.
τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται [*](1 post συνοῦσιν add. ἡδέσι καὶ ἀγαθοῖς HP(v) τοῖς alt. om. BEK1 2 τι BEM: om. ceteri τῆς] τὰς V2O 3 οὑν AFG: δ’ H, om. ceteri κλέπτες C, κλέπται M 4 βιοφθορεῦσιν Η ἀνδροφόνοις om. Η 5 σπῶνται] υ ν σϋνυῶνται (sic) H, συνυλῶνται L 6 πολυμμιγοῦς V ἓν ex ἐν corr. HP μιαρὸν VO 7 ἀπὸ A 8 ἐκκεχειρίας VAP 9 τῆς] τοῖς B1E προσσχήατος E ἔτι μένειν coni. Wendl. 10 δὲ C τάξιν] πρᾶξιν HP(v): προστασίαν coni. Mang. 11 γοῦν] γὰρ C 12 ἔτι F 13 νύκτωρ] νύκταις corr. in νύκτας C 14 κακὸν corr. ex κακῶν G, κακῶν EFHP τοῖς C, τοῖς ex τῆς corr. H: τῆς ceteri 16 αὐτοῦ V2H2: αὐτοῦ ceteri 17 εὖ] οὐ G ἐπέτρεψε BEM, ἐπέστρεφε V2O, ὑπέστρεψε F 18 ἐλόφησαν C 19 αὑτοὺς O, αὐτοὺς KF, αὐτοὺς corr. ex αὐτοῖς V: αὐτοῖς ceteri (v) τοιαῦτα Α ἐπιφθεγγόμενοι VO 20 ἄρα Κ πάλαι om. Α, post ἀγαθὸν transp. F 21 γάρ CA: γὰρ καὶ ceteri ὡς] καὶ F κάτοπτον Ε 21. 22 αὑτῶν ὁρῶντες transp. CV 22 αὐτῶν CKOFH1P, αὐτῶν om. Α αἰσχυνόμεθα—ἀρχιοινοχόος (80,1) om. F βελτιουμένων] εἰσαγομένων Ο) [*](2. 3 DK fol. 249v Φίλωνος ἐκ τοῦ εἰς τὸν Ἰωσήφ: δεινὸν τὸ ἔθος—πρὸς φύσι 22 sqq. Gen. cap. 40)
χρόνου δ’ οὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας γέμοντας μᾶλλον ἢ πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν.
ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται, μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτε“ ἔφη „καὶ διηγεῖσθε, γνώριμοι γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν.“ εἶτα πρότερος ὁ ἀρχιοινοχόος φησίν·