De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἀλλ’ οὗτοί γε τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατ’ ἐμέ· ἐγὼ γὰρ ἀπὸ τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθ’ ἣν παρεσκεύασμαι βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, ὃ κἂν ὀστρέου δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς.
ἐὰν οὖν δικάζειν δέῃ, δικάσω μήτε πλουσίῳ προσθέμενος διὰ τὴν περιουσίαν μήτε πένητι διὰ τὸν ἐπὶ ταῖς ἀτυχίαις ἔλεον, ἀλλὰ τὰ τῶν κρινομένων ἀξιώματα καὶ σχήματα παρακαλυψάμενος ἀδόλως βραβεύσω τὸ φανησόμενον δίκαιον.
ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν, ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς.
εἰ δὲ μὴ χαίρει τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δ’ ὅτε καὶ τύπτουσιν, οἷς οὔτε [*](1 BEM 2 οὐκ Κ: οὑν ceteri (v) δοῦλος] δῆμος Α εὐπατρίδης δ’ Κ: δ’ om. ceteri (v) 2. 3 ἐγγραφῆς τῆς AFGHP: ἐγγραφεῖσθαι ceteri (sic Mang.) 3 τοῦδε om. BKM τῷδε τῷ κόσμῳ conicio 4 παρακλήσεις AFGHP: παράκλησις ceteri 6 κακίας ἢ πάθους transp. Α ὑπάγεται Α, ὑπαγάγηται V2O ἔτι] ἕνεκα V2O 7 φοβήσομαι GH1, φοβηθήσεται Α δέσποτα O ἢ—ἀνθρώπων om. HP1, add. mg. P2, δηλονότι CAGP2 τὴν] τῶν BEM ὑπ’ AP2 οὔτοι P 8 κυρίαν FL (v) οὐ τὴν κατ’ ἐμέ Κ1: οὐδὲν κατ’ ἐμοῦ ceteri 11 περιπεφυκὼς P ἀφειμένων AF1; ἀφειμένος coni. Mang. 12 τε om. BEK χαλεπῶν καὶ VO: καὶ χαλεπῶν ceteri, χαλεπῶν orn. F οὐκ add. ante ἐκπεφευγὼς F 13 μήτε] μὴ Α 13. 14 διὰ ἥν περιουσίαν om. F 14 τὰ om. FGH1P 15 ἀξιώματι καὶ σχήματι F τε καὶ Α 16 βουλεύσω F, δουλεύω G, βουλεύω om. M εἰσηγήσωμαι F 17 ἐκκλησιάζων F 18 ἑτέρω Α, ἑτέρων F 20 παρά- οι φρονα VO post νήφουσαν add. καὶ BEM χαίρει Α, Χαίρη C 22 τέκνα] κ τε καὶ BEMVO 23 κατηγοροῦσιν C1FGHP, κατηγοροῦσιν Κ)
πάνυ γὰρ ἀνάξιον τὸν πολιτικὸν ἐμὲ καὶ τὰ τοῦ δήμου πάντα ἐπιτετραμμένον ἐν τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς χείρονα γενέσθαι τινὸς τὴν ἰατρικὴν τέχνην ἐπιτηδεύοντος.
ἐκεῖνος γὰρ οὐδὲν τῆς περὶ τὸν θεραπευόμενον λαμπρότητος ἐν ταῖς νομιζομέναις εὐτυχίαις φροντίσας, οὔθ’ ὅτι εὐγενὴς ἦν ἢ πολυχρήματος οὔθ’ ὅτι τῶν κατ’ αὐτὸν ἐνδοξότατος βασιλεὺς ἢ τύραννος, ἑνὸς περιέχεται μόνου τοῦ σῶσαι κατὰ δύναμιν, κἂν δέῃ τομαῖς ἢ καύσεσι χρῆσθαι, καίει τε καὶ τέμνει τὸν ἄρχοντα καὶ δεσπότην ὁ ὑπήκοος καὶ λεγόμενος δοῦλος.
ἐγὼ δ’ οὐχ ἕνα ἄνδρα πόλιν δ’ ὅλην κάμνουσαν παραλαβὼν ὑπ’ ἀργαλεωτέρων νόσων, ἃς κατεσκεύασαν αἱ συγγενεῖς ἐπιθυμίαι, τί πράσσειν ὀφείλω; προέμενος τὰ συνοίσοντα πᾶσι κοινῇ τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος ὦτα θεραπεύειν ἀνελευθέρῳ καὶ σφόδρα δουλοπρεπεῖ κολακείᾳ; τεθνάναι μᾶλλον ἂν ἑλοίμην ἢ πρὸς ἡδονήν τι φθεγξάμενος ἐπικρύψαι τὴν ἀλήθειαν καὶ τοῦ συμφέροντος ἀμελῆσαι.
"πρὸς ταῦθ’“
ὡς ὁ τραγικός φησιν
„ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανον“. —
„πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου
πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ εἰς αἰθέρα,
πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.“
[*](1 καὶ εὐνοίας om. ΒΕΚM, add. mg. Κ2 2 ἄξιον V ἐμὲ τὸν πολιτικὸν transp. G καὶ τὰ] κατὰ C1VO, καὶ τὸ C2, καὶ τὸν F πάντα] πᾶν CV1, τὸ πᾶν V2O, πάντα om. Α 6 ἢ πολυχρήματος ἦν transp. G κατ’ αὐτὸν KF: καθ’ αὑτὸν ceteri (v) 8 ἢ] καὶ F κεχρῆσθαι Α κάει τὲ corr. ex καὶ εἴτε B κίειν τε καὶ τέμνειν VO, τέμνει τε καὶ καίει transp. Α, τε om. C 9 καὶ alt. om. Κ 12 θεραπεύσω Κ post θεραπεύειν interpung. CVOBEM 13 ἀνελεύθερον καὶ σφόδρα δουλοπρεπὲς CVOK2BEM γρ. ἀνελευθέρῳ καὶ δουλοπρεπεῖ mg. V) κολακείᾳ] καὶ κολακεία V1, θεραπεία Α ἂν om. BEK1MV1 14 φθεγγόμενος Η 17 ὡς om. O 18 ἴτω μὲν πῦρ om. F μὲν] γε V2O post φάσγανον add. τομὸν V2K2, τὸ μὲν O 19 πίπρα BM σαρκὸς V2O 20 καὶ πίνων F κελαινὸν αἷμα πίνων transp. G πρόσθεν AF 21 γῆς κύκλον ἴδης ἠρμένον πρὸς αἰθέρα V2O εἶσιν] εἴη Κ, ἢει C γῆ δ’ ἄνεισ’ FH: γῆ τ’ ἄνεισ’ B2M, πηδᾶν εἴσῃ B1E, γῆ δ’ ἄνεισιν Α, γῆ γῆ τ’ ἄν P, γῆ δ’ ἄν εἴη Κ, γῆ δ’ ἀνήει C 22 θῶπα C)[*](16. 18 Eur. Phoen. 521 19—22 Eur. frg. 687)οὕτως οὖν ἠρρενωμένον τὸ φρόνημα καὶ ἐκτὸς πάντων παθῶν ἱστάμενον, ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας, ἄνδρα πολιτικὸν ὁ δεσπότης δῆμος οὐκ ἀνέχεται, συλλαβὼν δ’ ὡς ἐχθρὸν κολάζει τὸν εὔνουν καὶ φίλον, πρὸ ἐκείνου τιμωρούμενος ἑαυτὸν τῇ μεγίστῃ τῶν τιμωριῶν, ἀπαιδευσίᾳ, δι’ ἣν οὐκ ἔμαθεν ἄρχεσθαι, τὸ κάλλιστον καὶ βιωφελέστατον, ἐξ οὗ περιγίνεται καὶ τὸ ἄρχειν.
Ἀποχρώντως δὴ καὶ περὶ τούτων διειλεγμένοι τὰ ἑξῆς ἴδωμεν. ὁ διαβληθεὶς νεανίας ὑπὸ τῆς ἐρωμένης γυναικὸς τῷ δεσπότῃ πλασαμένης ἀντιστρόφους αἰτίας, αἷς ἦν ἔνοχος αὐτή, μηδ’ ἀπολογίας τυχὼν εἰς εἱρκτὴν ἀπάγεται· καὶ γενόμενος ἐν τῷ δεσμωτηρίῳ τοσοῦτον ἀρετῆς μέγεθος ἐπεδείξατο, ὡς καὶ τοὺς πονηροτάτους τῶν ἐκεῖ τεθηπέναι καὶ καταπλήττεσθαι καὶ παρηγόρημα τῶν συμφορῶν ὑπολαμβάνειν ἀλεξίκακον εὑρηκέναι τὸν ἄνθρωπον.