De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

„ἔδοξα μεγάλην ἄμπελον ἐκπεφυκέναι τριῶν πυθμένων ἓν εὐερνέστατον στέλεχος, τεθηλυῖαν καὶ βοτρυηφοροῦσαν ὡς ἐν ἀκμῇ τῆς ὀπώρας, ὑποπερκαζούσης δὲ τῆς σταφυλῆς δρέψασθαι τῶν βοτρύων καὶ εἰς ἔκπωμα βασιλικὸν ἀποθλίβειν, ὅπερ ἱκανῶς ἔχον ἀκράτου προσενεγκεῖν τῷ βασιλεῖ.“

ὁ δὲ μικρὸν ἐπισχὼν „εὐτυχίαν“ εἶπεν „ἡ φαντασία σοι καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθ’ ἃς ὑπομνησθήσεταί σου ὁ βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ.“ καὶ ὁ μὲν ἐγεγήθει ταῦτ’

ἀκούσας. ὁ δ’ ἀρχισιτοποιὸς ἀποδεξάμενος τὴν διάκρισιν, ὡς καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδών — ἦν δ’ οὐ μετρίως παλίμφημον —, ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν [*](1 δὲ CA: δ’ ceteri ἀρτοσιτοποιός (sic) F ἐν] ἐφ’ VO 3 ἢν] ἧ CAV2K2O οἶόν τε BEF, οἷόν τ᾿ A, εἰ οἷόν τε CVOK ἦν Α, ἢν F, ᾖ om. ΒΕΜ 4 ἐργάσασθαι CK1, ἀπεργάσηται VOK2 ἑαυτὸν corr. ex ἑαυτῶ F α γ εὐνούχους β 5 ἐπιὼν] ἐπὶ F 6 γέμοντας τοὺς δεσμώτας μᾶλλον ἢ πρότερον Κ εὐνούχους corr. ex δεσμώτας Ο 7 σφόδρα ΒEKVO προπεπτωκέναι G ἐπυνθάνετο τὴν αἰτίαν om. M 8 ἀποκριναμένων CABEKM: ἀποκρινομένων ceteri καὶ ἄσης F ἄσης] πάσης VO καὶ om. VO, ἄσης καὶ om. Α ἀδημονίας] ἀθυμίας A 9 διακρίνοντος Α 10 βουλεύεται AF 11 πρότερον CAVO 12 ἔδοξε BEM εἰς ἓν F, ἓν om. BEMHP1 13 βοτρυοφοροῦσαν MAHO ὡς om. Α 14 ὑπερπερκαζούσης Α 15 εἰς] ὡς G καὶ ante ὅπερ add. F 15. 16 ἔχον ἱκανῶς ἀκράτου τῶ βασιλεῖ προσενεγκεῖν Κ 16 σοι om. Α 19 ὁ βασιλεὺς om. PH1, add. mg. P2 20 δὲ CA: δὲ καὶ ceteri 21 ταῦτα CK 22 δὲ CVO ὡς] ὃς BEMG 23 καὶ om. A εὐτυχές] ἔτυχεν CBEM 24 ἑταίρου Α ἐλπίσι χρησταῖς transp. Α)

v.4.p.81
ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δ’ ἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέα — ποικίλας δ’ εἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας —, ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι, μέχρις οὗ πάντ’ ἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι.“

ὁ δὲ „ἐβουλόμην μὲν“ εἶπε „μὴ παραστῆναί σοι τὴν φαντασίαν ἢ φανεῖσαν ἡσυχασθῆναι ἤ, εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν, ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς, ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος.

ἀλλ’ ἐπειδὴ τοῖς ὀνείρων κριταῖς ἀληθεύειν ἀναγκαῖον θεῖα λόγια διερμηνεύουσι καὶ προφητεύουσι, λέξω μηδὲν ὑποστειλάμενος· ἀψευδεῖν γὰρ ἐπὶ μὲν πάντων ἄριστον, ἐπὶ δὲ τῶν θείων ἀποφθεγμάτων καὶ ὁσιώτατον.

τὰ τρία κανᾶ σύμβολον τριῶν ἡμερῶν ἐστιν· ἐπισχὼν ταύτας ὁ βασιλεὺς ἀνασκολοπισθῆναί σε καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύσει καὶ καταπτάμενα ὄρνεα τῶν σῶν εὐωχηθήσεται σαρκῶν, ἄχρις ἂν ὅλος ἐξαναλωθῇς.“

καὶ ὁ μὲν ὥσπερ εἰκὸς συγχυθεὶς ἀνατέτραπτο, καραδοκῶν τὴν ὁρισθεῖσαν προθεσμίαν καὶ τῇ διανοίᾳ τὰς ἀνίας προσδεχόμενος. ὡς δ’ αἱ τρεῖς ἡμέραι διῆλθον, γενέθλιος ἐπέστη τοῦ βασιλέως, ἐν ᾗ πάντες οἱ κατὰ τὴν χώραν ἐπανηγύριζον, διαφερόντως δ’ οἱ περὶ τὰ βασίλεια.

ἑστιωμένων οὖν τῶν ἐν τέλει καὶ τῆς θεραπείας εὐωχουμένης ὥσπερ ἐν δημοθοινίᾳ, τῶν κατὰ τὸ δεσμωτήριον εὐνούχων ὑπομνησθεὶς ἀχθῆναι κελεύει καὶ θεασάμενος τἀκ τῆς τῶν ὀνείρων διακρίσεως [*](1 κανᾶ πεμμάτων πλήρη transp. O 2 ἀνώτατον Α εἶναι] ἦν F εἴωθε Κ ἔθος ἐστὶ scripsi): εἴωθε ceteri 3 ποικίλαι δ’ αἱ πρὸς δ. β. σ. περιεργίαι conicio; δ’ #x003E; εἶναι coni. Wendl. τὰς] τε Α 4 ὄρνεις corr. ex ὄρνις Κ, ὄρνις BEMA ἁρπάξειν HP 5 μέχρι C οὖ] ἂν F; μέχρις τοῦ V πάντα CVO, πάντας F καὶ om. F 5. 6 ὑπολείπεσθαι HP, ὑπο- corr. in ἀπο- Κ 6 μὲν om. MA(v) 8 ὀκνῶ τε Κ1: ὀκνότεραι VOK2, ὀκνοτέρα BE, ὀκνηροτέρα M, ὀκνῶ (om. τε) ceteri 9 εἰ καί τις ἄλλος Κ: εἴ γέ τις BEMVO, τις (cet. om.) ceteri (v) εἶναι κακῶν ἄγγελος ΑΚ: ἄγγελος εἶναι κακῶν ceteri συναλγῶ τε Κ: συναγωγαὶ BEMV1, ἐπαγωγαὶ V2O, συναλγῶ γὰρ ceteri τοῖς] ταῖς G 10 ἥκιστα] ἧττον coni. Mang. τῶν om. VO 11 ὀνειράτων F 13 θείων Α: ὁσίων ceteri ἀδικημάτων Α 15 σε ante κελεύσει repet. C 15. 16 καταπτάντα Α 16 ὅλος Α, ὅλως F 17 post εἰκὸς add. ἣν HP ἀνετέτραπτο CFGP; ἀπετέτραπτο coni. Mang. 18 τὰς ἀνίας om. BEM 19 δ’ αἱ] δὲ (om. αἱ) Α γενέθλιον F ᾗ] ὧ F 20 τὴν om. Α δὲ C, δ’ om. AFGP 21 εὐωχούσης VOK2 22 τὸ om. Α 23 τἀκ] κἀκ CVO, τά ἐκ HP Philonis opera vol. IV 6)

v.4.p.82
ἐπισφραγίζεται, προστάξας τὸν μὲν ἀνασκολοπισθῆναι τὴν κεφαλὴν ἀποτμηθέντα, τῷ δὲ τὴν ἀρχὴν ἣν διεῖπε πρότερον ἀπονεῖμαι.

Καταλλαγεὶς δὲ ὁ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος, ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ μὴ δι’ ἀνθρώπου γενέσθαι μᾶλλον ἢ δι’ ἑαυτοῦ.

μετὰ γὰρ διετῆ χρόνον τῷ βασιλεῖ τὰ μέλλοντα τῇ χώρᾳ συμβαίνειν ἀγαθὰ καὶ κακὰ διτταῖς φαντασίαις δι’ ὀνείρου θεσπίζεται ταὐτὸν ὑποσημαινούσαις ἕνεκα βεβαιοτέρας πίστεως.