De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος ἢ τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ ὁ πολιτικὸς ὄχλος τὰς δι’ ἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφ’ ὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν;

οἱ μὲν τὰ ὑγιεινά, κἂν μὴ προσηνῆ τυγχάνῃ, μόνα διὰ σπουδῆς τῆς πάσης εὐτρεπίζονται, οἱ δ’ ἔμπαλιν μόνα τὰ ἡδέα τοῦ συμφέροντος ἀλογοῦντες.

ἰατροῖς μὲν οὖν ἐοίκασιν ἐν δήμῳ νόμοι καὶ οἱ κατὰ νόμους ἄρχοντες βουλευταί τε καὶ δικασταὶ φροντίζοντες τῆς τῶν κοινῶν σωτηρίας καὶ ἀσφαλείας ἀκολάκευτοι, ὀψαρτυταῖς δὲ οἱ πολυάνθρωποι τῶν νεωτέρων ὅμιλοι· μέλει γὰρ αὐτοῖς οὐ τὰ συνοίσοντα, ἀλλὰ πῶς τὴν ἐν τῷ παρόντι

καρπώσονται μόνον ἡδονήν. ἐρᾷ δ’ ὡς ἀκόλαστος γυνὴ καὶ ἡ τῶν ὄχλων ἐπιθυμία τοῦ πολιτικοῦ καί φησιν αὐτῷ· „παρελθών, ὦ [*](1 τὸν] τὸ G 1. 2 εὐνοῦχος πρὸς ἀλήθειάν ἐστιν transp. O 2 ὅσα] σῶα F τῶ] τὸ C δὲ C 4 διὰ τῶν ὀφθαλμῶν Α 5 ἡ] οἱ 31 ὄχλων P εὐνούχῳ Κ 5. 6 δοκῶν ἐπιτηδεύειν Κ: ἐπιτηδεύει δ’ Η(v), ἐπιτηδεύειν (om. δοκῶν) ceteri 7 συνέλθοι AV1 8 τοῦ] τῆς P 11 σύμβολον M 12 ἁπάντων om. HP post ῥητῶν add. τε HP 14 ἕτερον οὐδὲν transp. Α 17 οἱ] οὐ F 18 ἐκλύεται AFGHP: ἐκλύονται ceteri δὲ om. CVO 19 μόνα codd.: μόνον v 25 ὀψαρτυταῖς—ὅμιλοι (24) om. G ὀψαρτύταις BEM, ὀψαρτυσταῖς II δ’ C νεωτέρων] ἑτέρων coni. Mang. 24 μέλλει ΒΜVΟ συνοίσοντα BEM: συνοίσοντα (sic) Κ, συνοίσοντα αὐτῶ A(V1 ut vid.), συνοίσοντα τῶ κοινῶ V2O, συνοίσοντα αὐτοῖς CFGHP 25 μόνον καρπώσονται transp. Α δ’] δὲ καὶ VO ἀκόλαστος] ἀκολάκευτος CBEM καὶ eras. V2, om. O 26 τοῦ ὄχλου coni. Mang. post αὐτῷ add. ὡς συνοίκω O (cf. 75,1))

v.4.p.75
οὗτος, εἰς ὄχλον, ᾧ συνοικῶ, πάντων ἐκλαθοῦ τῶν ἰδίων ἠθῶν, ἐπιτηδευμάτων, λόγων, ἔργων, ἐν οἷς ἐτράφης· ἐμοὶ δὲ πειθάρχει καὶ ἐμὲ θεράπευε καὶ ὅσα δι’ ἡδονῆς ἐστί μοι πρᾶττε.

αὐστηρὸν γὰρ καὶ αὐθέκαστον καὶ ἀληθείας ἑταῖρον καὶ ἀκριβοδίκαιον, ὄγκῳ καὶ σεμνότητι πρὸς ἅπαντα χρώμενον καὶ πρὸς μηδὲν εἴκοντα, μόνου περιεχόμενον ἀεὶ τοῦ συμφέροντος ἄνευ θεραπείας τῶν ἀκροωμένων, οὐκ ἀνέχομαι.

διαβολὰς δ’ ἐρανιῶ κατὰ σοῦ μυρίας καὶ πρὸς τὸν ἐμὸν ἄνδρα τὸν ὄχλον, τὸν σὸν δεσπότην· ἄχρι γὰρ νῦν ἀπελευθεριάζειν δοκεῖς μοι καὶ ὅτι δοῦλος τυραννικοῦ γέγονας δεσπότου λίαν ἀγνοεῖς. εἰ δὲ ᾔδεις, ὅτι αὐτοπραγία μὲν οἰκειότατον ἐλευθέρῳ, οἰκέτῃ δ’ ἀλλότριον, ἐπεπαίδευσο ἂν αὐθάδειαν μεθέμενος εἰς ἐμὲ βλέπειν τὴν ἐκείνου γυναῖκα, ἐπιθυμίαν, καὶ δρᾶν τὰ πρὸς ἀρέσκειαν τὴν ἐμήν, δι’ ὧν μάλιστα εὐαρεστήσεις.

ὁ δὲ πολιτικὸς ὄντως οὐκ ἀγνοεῖ μέν, ὅτι δεσποτικὴν ἐξουσίαν ἔχει ὁ δῆμος, αὑτὸν δ’ οὐχ ὁμολογήσει δοῦλον ἀλλ’ ἐλεύθερον καὶ * * * τὴν τῆς ψυχῆς ἀρέσκειαν. ἀλλ’ ἄντικρυς ἐρεῖ· "δημοκοπεῖν οὔτ’ ἔμαθον οὔτ’ ἐπιτηδεύσω ποτέ, πόλεως δὲ προστασίαν καὶ ἐπιμέλειαν ἔχειν ἐγχειρισθείς, ὡς ἀγαθὸς ἐπίτροπος ἢ πατὴρ εὔνους * * * ἀδόλως καὶ καθαρῶς ἄνευ τῆς ἐχθρᾶς ὑποκρίσεως.

ταῦτα φρονῶν ἐξετασθήσομαι μηδὲν ὑποστέλλων μηδὲ συγκρύπτων φωρὸς τρόπον, ἀλλὰ τὸ συνειδὸς αὐγάζων ὡς ἐν ἡλίῳ καὶ φωτί· φῶς γὰρ ἡ ἀλήθεια· φοβηθήσομαι δ’ οὐδὲν ὧν ἂν ἐπανατείνηται, κἂν θάνατον ἀπειλῇ· θανάτου γὰρ ἐμοὶ κακὸν ἀργαλεώτερον [*](1 εἰς ὄχλον eras. V ὧ συνοικῶ Κ: ὡς συνοίκω ceteri, hic om. O οἰκείων Κ αἰ ἠθῶν om. F 2 καὶ ἐπ’ ἐμὲ HP1 4 ἕτερον C 5 εἰκότα H1P, εἶκον BEM περιεχομένου F 7 δ’ ἐρανιῶ K1: ἐρανίζω (om. δ’) VO, δ’ ἐρανίζω Κ2, om. in lacuna BEM, δ’ ἐνίων ceteri (v) καὶ secludendum videtur 9 τυραννικὸς Α post ἀγνοεῖς add. τὸν σὸν δεσπότην Α δὲ] δὲ καὶ Α ὅτι om. M 10 οἰκειότατον K: om. ceteri ἐλευθέρα V2O, ἐλευθέρω δ’ Κ οἰκέτου V2O δ’ FGHP, δὲ Α: om. ceteri ὡς πεπαίδευσο ἄν Α 11 δρᾶν τὰ Κ (coni. Mang.): ἄραντα C, ἔρωτα BEM. ἀπάντα VO, ἅπαντα τὰ AFGHP(v) 12 μάλιστ’ Α, μᾶλλον V 14 αὑτὸ· O, ex αὐτὸν corr. VH: αὐτὸν ceteri δὲ AVO καὶ] κατὰ V2O καὶ πάντα δρῶντα κατὰ τὴν τ. ψ. ἁ. coni. Mang. 15 ἀρέσκειαν] εὐγένειαν V2K2 δημοσκοπεῖν BEKM οὐκ ἔμαθον Α (Mang.) 16 ἐπετήδευσα HP ἔχειν] ἀνέχειν F, om. BEK 17 verbum deest; δράσω vel χρηματιῶ e. gr. conicio; βραβεύσω pro καὶ καθαρῶς coni. Mang. coll. 76,15; sed fortasse haec ἀνακολούθως cum seqq. coniungenda sunt . . . ὑποκρίσεως — ταῦτα φρονῶν κτλ. 18 ταὐτὰ Κ φρονεῖν F 19 μηδὲ] μηδὲν BE αὐγάζον ὡς V2O, αὐγάζοντος (vel αὐγάζον ὃς?) V1 20 post φωτί add. περιφέρων V2O, ss. K2 δὲ CVO 20. 21 ὧν ἐπανατείνεται (om. ἂν) Α 21 κἀν] καὶ C ἀπειλῇ] ἀπαιτῇ HP κακὸν om. Κ)

v.4.p.76
ὑπόκρισις. ἣν ὑπομενῶ τοῦ χάριν;

καὶ γὰρ εἰ δεσπότης ὁ δῆμος, ἀλλ’ οὐκ ἐγὼ δοῦλος, εὐπατρίδης δ’ εἰ καί τις ἄλλος, ἐφιέμενος ἐγγραφῆς τῆς ἐν τῷ μεγίστῳ καὶ ἀρίστῳ πολιτεύματι τοῦδε τοῦ κόσμου.

ὅταν γὰρ μὴ δῶρα, μὴ παρακλήσεις, μὴ τιμῶν ἔρως, μὴ ἀρχῆς ἐπιθυμία, μὴ ἀλαζονεία, μὴ ὁ τοῦ δοκεῖν ἵμερος, μὴ ἀκολασία, μὴ ἀνανδρία, μὴ ἀδικία, μηδὲν ἄλλο τῶν ὅσα ἐκ πάθους ἢ κακίας ὑπάγηται, τίνος ἔτι φοβηθήσομαι δεσποτείαν; ἢ δῆλον ὅτι τὴν ἀπ’ ἀνθρώπων;