De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως.“ ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων.
ἅπερ ἀληθῆ νομίσας ὁ δεσπότης εἶναι κελεύει τὸν ἄνθρωπον εἰς εἱρκτὴν ἀπαγαγεῖν δυσὶ τοῖς μεγίστοις ἁμαρτών, ἑνὶ μὲν ὅτι μὴ μεταδοὺς ἀπολογίας ἀκρίτως κατέγνω τοῦ μηδὲν [*](1 κατείποι Α, κατείποι Κ 3 μικροῦ L (Turn.) δὲ om. H1P καὶ om. F 4 τοῦ om. CVO τῶν #x003E; coni. Wendl., cf. ἑ 170 et sic saepius 4. 5 οὔτ’ ἐδέδιμεν H (Turn.): οὔτε δείδιμεν Mang. 5 οὔτε CA 6 ἐκεκώφωτο Κ πρὸς ἅπαντα Κ: om. ceteri 6. 7 τὰς ἀκριβεστάτους Α 7 συνειδὼς F 7. 8 τὰ ἱμάτια om. Ο καταλιπὼν τὰ ἱμάτια transp. HP 9 αὐτῆς F εὑρησιλογεῖν C σκηπτομένης Κ 10 ἀμύνεται V1 αὐτῆς] ταύτης Α ἀνδρὶ αὐτῆς transp. Κ 11 καθυποκριναμένη V κοσμίαν VO: κόσμιον ceteri alt. καὶ] κἄν H; κἀν Turn., κἄν Mang. ἀκολάστοις] καλλίστοις P, ἄλλοις CVO 12 δυσχεραίνουσαν BMA: δυσχεραίνουσα ceteri (v) 13 ἤδη om. Α τὴν σὴν Κ: σὴν om. ceteri ψυχὴν] οὐσίαν vel κτῆσιν coni. Maug. 14 post ἐπιτρέψαντος add. σου V2O ἀπετόλμησεν ἐμοῦ transp. Α 15 τοῖς M 17 ἐμὲ ἐπεχείρησε transp. Α (Mang.) καὶ pr. om. VO 20 συλλήψεως] συνόψεως P ἣν AFGHP: om. ceteri 21 φέρειν HP 23 μεταδιδοὺς Α τοῦ] τοῦ νεανίου Κ (fort. recte))
συγγνωστὸς δ’ ἴσως τῆς ἄγαν ἀπαιδευσίας, ἅτε τὴν δίαιταν ἐν μαγειρείῳ ποιούμενος αἵματος καὶ καπνοῦ καὶ τέφρας ἀνάπλεῳ, τοῦ λογισμοῦ καιρὸν οὐκ ἔχοντος ἐνηρεμεῖν καὶ σχολάζειν ἑαυτῷ διὰ τὸ πεφύρθαι μᾶλλον ἢ οὐχ ἧττον τοῦ σώματος.
Τρεῖς ἤδη χαρακτῆρας τοῦ πολιτικοῦ διετύπωσε, τόν τε ποιμενικὸν καὶ τὸν οἰκονομικὸν καὶ τὸν καρτερικόν. περὶ μὲν οὖν τῶν προτέρων εἴρηται δυεῖν, ὁ δ’ ἐγκρατὴς οὐχ ἧττον ἐκείνων πρὸς πολιτείαν συντείνει.
πρὸς μὲν οὖν ἅπαντα τὰ τοῦ βίου πράγματα λυσιτελὲς ἐγκράτεια καὶ σωτήριον, πρὸς δὲ τὰ πόλεως καὶ διαφερόντως, ὡς ἀφθόνως τοῖς βουλομένοις μανθάνειν πάρεστι καὶ προχειρότατα.
τίς γὰρ ἀγνοεῖ τὰς ἐξ ἀκρασίας ἔθνεσι καὶ χώραις καὶ ὅλοις κλίμασι τῆς οἰκουμένης ἐν γῇ καὶ θαλάττῃ γινομένας συμφοράς; τῶν γὰρ πολέμων οἱ πλείους καὶ μέγιστοι δι’ ἔρωτας καὶ μοιχείας καὶ γυναικῶν ἀπάτας συνέστησαν, ὑφ’ ὧν τὸ πλεῖστον καὶ ἄριστον ἐξαναλώθη τοῦ τε Ἑλληνικοῦ καὶ βαρβαρικοῦ γένους καὶ τῶν πόλεων ἡ νεότης ἐφθάρη.
εἰ δὲ τὰ ἐξ ἀκρασίας στάσεις ἐμφύλιοι καὶ πόλεμοι καὶ κακὰ ἐπὶ κακοῖς ἀμύθητα, δῆλον ὅτι τὰ ἐκ σωφροσύνης εὐστάθεια καὶ εἰρήνη καὶ τελείων κτῆσις ἀγαθῶν καὶ ἀπόλαυσις.
Ἄξιον μέντοι καὶ τὰ διὰ τούτων ἐμφαινόμενα κατὰ τὸ ἀκόλουθον παραστῆσαι. ὁ πριάμενος τὸν ἐπικρινόμενον εὐνοῦχος εἶναι λέγεται· [*](1 δ’ CBEKM ὅτε F 2 προέφερεν H, προσέφερεν Α, προύφαινεν F ὑπὸ] ἀπὸ F ἣν] ἣν F βίας ἣν transp. HP 3 τὴν ὑπομονὴν secl. Mang.; τῆς ἐπιβουλῆς coni. Wendl., cf. § 248 4 μὲν om. Α 5 κατέχειν AFGHP: ἔχειν ceteri ἰδίαν] οἰκείαν Α ἔ ἀνάπλεῳ scripsi: ἀνάπλεων Η, ἀνάπλεως ceteri (v) 8 ἠρεμεῖν AFP ἐνσχολάζειν conicio ἐν ἑαυτῶ AHP(v) ἢ οὐχ ἧττον om. HP1 9 τῶ σώματι HP 10 post τρεῖς add. μὲν HP(v) διετύπωσεν ὁ λόγος VO (fort. recte), διετύπωσα H(v) 11 καὶ pr. om. VO μὲν om. O γοῦν O, οὖν om. G 12 δυεῖν CVOG: δυοῖν AKF, om. BEMHP (fort. recte) δὲ CVO 13 συντείνει K1: συνάδει ceteri (v) λυσιτελὴς F 14 τὰ τῆς πόλεως Α 15 μαθεῖν Α πάρεστι μανθάνειν transp. F 16 τὰς 2 om. ceteri καὶ alt. om. F κλήμασι Κ 17 πλεῖστοι Α (fort. recte) 19 ὑφ’ ὧν om. F ἐξανηλώθη CK τοῦ θ’ AFHP, τε om. G 19. 20 βαρβάρου CVOBEM 21 καὶ pr. om. AVO ἐπὶ κακῶν F post κακοῖς add. διαδέχονται V2O δηλονότι AFGHPK 22 ἐκ τῆς σωφροσύνης Α)
τίς οὖν ἡ πρὸς ὄχλον εὐνούχων ὁμοιότης; ὅτι ἄγονός ἐστι σοφίας δοκῶν ἐπιτηδεύειν ἀρετήν· ὅταν γὰρ μιγάδων καὶ συγκλύδων πλῆθος ἀνθρώπων εἰς ταὐτὸν συνέλθῃ, λέγει μὲν τὰ δέοντα, φρονεῖ δὲ καὶ πράττει τἀναντία, τὰ νόθα πρὸ τῶν γνησίων ἀποδεχόμενος, ἕνεκα τοῦ δόξης μὲν ἡττᾶσθαι, τὸ δ’ ἀληθείᾳ καλὸν μὴ ἐπιτηδεύειν.
ὅθεν καὶ — τὸ παραλογώτατον — γυνὴ τῷ εὐνούχῳ τούτῳ συνοικεῖ· μνᾶται γὰρ ὄχλος ἐπιθυμίαν, ὥσπερ ἀνὴρ γυναῖκα, δι’ ἧς ἕκαστα καὶ λέγει καὶ πράττει σύμβουλον αὐτὴν ποιούμενος ἁπάντων ῥητῶν καὶ ἀπορρήτων μικρῶν τε αὖ καὶ μεγάλων, ἥκιστα προσέχειν εἰωθὼς τοῖς ἐκ λογισμοῦ.