De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἐπεὶ δὲ ζωπυροῦσα καὶ ἀναφλέγουσα τὴν ἔκνομον ἐπιθυμίαν ἀεὶ μὲν ἀπεπειρᾶτο, ἀεὶ δ’ ἀπετύγχανε, βίᾳ λοιπὸν προσπαθοῦσα ἐχρῆτο καὶ λαβομένη τῆς ἀμπεχόνης εὐτόνως ἄχρι τῆς εὐνῆς ἐπεσπάσατο ῥώμῃ κραταιοτέρᾳ, τοῦ πάθους ἰσχὺν ἐπιδιδόντος, ὃ καὶ τοὺς ἀσθενεστάτους εἴωθε νευροῦν.
ὁ δὲ τῆς παρούσης ἀκαιρίας γενόμενος δυνατώτερος τὰς ἐλευθερίους καὶ ἀξίας τοῦ γένους ἔρρηξε φωνὰς "τί βιάζῃ;“ λέγων· "ἐξαιρέτοις ἔθεσι καὶ νομίμοις χρώμεθα ἡμεῖς οἱ Ἑβραίων ἀπόγονοι.
τοῖς ἄλλοις ἐφεῖται μετὰ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν πόρναις καὶ χαμαιτύπαις καὶ ταῖς ὅσαι μισθαρνοῦσιν ἐπὶ τοῖς σώμασι μετὰ πολλῆς ἀδείας χρῆσθαι, παρ’ ἡμῖν δὲ οὐδ’ ἑταίρᾳ ζῆν ἔξεστιν (Deut. 23, 17), ἀλλὰ κατὰ τῆς ἑταιρούσης ὥρισται δίκη θάνατος. πρὸ δὴ συνόδων νομίμων ὁμιλίαν ἑτέρας γυναικὸς οὐκ ἴσμεν, ἀλλ’ ἁγνοὶ γάμων ἁγναῖς παρθένοις προσερχόμεθα προτεθειμένοι τέλος οὐχ ἡδονὴν [*](2 ὁ μὲν γὰρ AV1, μὲν expunxit V2 3 κολασσιέα (sic) ἔργα κατασκευάσῃ D καὶ ante ὀλίγα add. Α 5 δ’ Α οἰκονομίαν C (Turn.) 6 ἀκόλαστον Α τῆς γὰρ εὐμορφίας CV1K, τὴν γὰρ εὐμορφίαν HP 7 τῶ νεανίσκω corr. C περὶ] ἐπὶ Α, om. F τῶ πάθει F λυττῶσα περὶ τὸ πάθος transp. G 8 λόγους om. BEM ἐναντιουμένῳ om. Α μηδὲ C 9 ὑπομένοντα Κ ἐνυπάρξασαν AFGHP: ὑπάρξασαν ceteri 10 δὲ om. Α post δὲ add. καὶ AFGHP 11 δὲ CAVO 12 προσπαθοῦσα F2HP: προπαθοῦσα AF1G, πρὸ πάθους CV1BEKM, πρὸς πάθος V2O; πρὸ πειθοῦς coni. Mang. 13 ἐπεσπᾶτο VO 14 ἀσθενεστέρους FHP νευροῦν εἴωθεν transp. Κ εὐκαιρίας F 15 δυνατώτερος γενόμενος transp. Α ἐλευθερίας HP, ἐλευθέρας CAFG βῆξαι BEM, ῥῆξαι λέγεται Κ, ῥήξας VO φωνὰς ἔρρηξε transp. Α 16 λέγει V2 νομίμοις AFGP mg. H: νόμοις ceteri χρώμεθ᾿ CVOK ὑμεῖς Κ 17 τοῖς δ’ ἄλλοις FGHP, τοῖς ἄλλοις δ’ Α 18 καὶ pr. om. F χαμετύπαις Α, χαμαιτύπαις Η, χαμαιτύποις VOF(v) ταῖς AFGHP: om. ceteri 18. 19 τῶ σώματι Κ 19 κεχρῆσθαι Α οὐδὲ ἑτέρα V1, οὐδετέρα G ζῆν Α: om. ceteri 20 κατὰ] καὶ AF θάνατος AFGHP: θανάτου ceteri 21 πρὸ] παρ’ ὃ F ἑταίρας BEM ἀλλὰ CA 22 συνερχόμεθα F) [*](16 sqq. cf. Ambros. Epist. I 220.)
εἰς δὴ ταύτην καθαρεύσας τὴν ἡμέραν οὐκ ἄρξομαι παρανομεῖν ἀπὸ μοιχείας, τοῦ μεγίστου τῶν ἀδικημάτων, ὀφείλων, εἰ καὶ τὸν ἄλλον χρόνον ὑπῆρχον ἐκδεδιῃτημένος καὶ νεότητος ὁρμαῖς ἠγμένος καὶ τὴν ἐγχώριον ἐζηλωκὼς τρυφήν, ὅμως ἀλλότριον μὴ θηρᾶν γάμον· ἐφ’ ᾧ τίς ἀνθρώπων οὐ φονᾷ; περὶ γὰρ τῶν ἄλλων εἰωθότες διαφέρεσθαι μόνον τοῦθ’ ὁμογνωμονοῦντες πανταχοῦ πάντες ἄξιον θανάτων μυρίων ἐνόμισαν ἀκρίτους ἐκδιδόντες τοὺς ἁλόντας τοῖς πεφωρακόσι.
σὺ δ’ ἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵν’ ἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν.
ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντ’ ἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθ’ ὧν ἄξιον αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς ταῖς προϋπηργμέναις χάρισιν οἰκείας.
ὁ μὲν δεσπότης αἰχμάλωτον ὄντα με καὶ ξένον ταῖς εὐεργεσίαις ἐλεύθερον καὶ ἀστὸν τὸ γοῦν ἐπ’ αὐτὸν ἧκον μέρος ἀπειργάσατο, ἐγὼ δ’ ὁ δοῦλος ὡς ξένῳ καὶ αἰχμαλώτῳ προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς ὁ σιδηροῦς ἐγώ; τὸ συνειδὸς ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν· λήσομαι δ’ οὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν.
ἐῶ λέγειν ὅτι, κἂν μηδεὶς ἕτερος [*](1 σποράν corr. ex σποράς VK, σποράς CBE, σπορᾶς M καθαρεύσω Α 2 τοῦ] τῆς F1 3 ante νεότητος add. ταῖς τῆς Α (Maug.) 4 τροφήν FP 5 post τίς add. ἂν AGHPV1 6 μόνον om. Α ὁμογνωμονοῦντες Κ: ὁμογνωμονοῦσι ceteri ὃ ante πανταχοῦ add. AFGHP 7 ἄξιον] ἀξίους γάρ V2O μυρίων θανάτων transp. F ἀκρίτως Α ἐκδιδόντας Η 8 τριττὸν Wendl.: τρίτον codd. προστίθεις P, προστιθεῖσα BEMGH, προστεθεῖσα F μοι om. H 9 κελεύεις BEKMF 11 ἵν᾿ ἀποστὰς] ἵνα πρὸς τὰς BEM 12 τὸν γάμον VO 14 ἤδη om. M πάντες (sed ἐς eras.) C ἐπιτέτραφε AVOP 16 παραινεῖν Α ἀμείψασθαι ἐν οἷς παραινεῖς transp. Ο ἀμείβεσθαι corr. ex ἀμείψασθαι Κ 17 οἰκείαις C1V1 18 καὶ pr. om. VO εὐεργεσίαις AFGHP: ἐργασίαις ceteri 20 ante τίνι add. καὶ HP(v) παραδέξομαι V2O; παραδεξόμενος coni. Mang. 22 ἐλαυνόμενον F 23 δ’ CVAK: om. ceteri 24 ἐῶ γὰρ λέγειν Α, ἐῶ λέγειν om. H ὅτι om. Κ1, ss. 2 22 ὀρθοῖς ὄμμασιν: cf. Soph. Oed. Tyr. 1385. Eur. Hec. 972. Theocr. 536.)
δέδιμεν οὔτ’ αἰδούμεθα;“ πολλὰ τοιαῦτα συνείροντος καὶ φιλοσοφοῦντος, ἐκεκώφητο πρὸς ἅπαντα· δειναὶ γὰρ αἱ ἐπιθυμίαι καὶ τὰς ἀκριβεστάτας τῶν αἰσθήσεων ἐπισκιάσαι· ὅπερ συνιδὼν ἀποδιδράσκει τὰ ἱμάτια καταλιπὼν ἐν ταῖς χερσὶν αὐτῆς, ὧν ἐπείληπτο.
τοῦτο παρέσχεν αὐτῇ τὸ ἔργον εὑρεσιλογεῖν προφάσεις σκεπτομένῃ κατὰ τοῦ νεανίσκου, αἷς αὐτὸν ἀμυνεῖται· παραγενομένῳ γὰρ ἐξ ἀγορᾶς τῷ αὐτῆς ἀνδρὶ καθυποκρινομένη τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῖς ἀκολάστοις ἐπιτηδεύμασι πάνυ δυσχεραίνουσαν "ἤγαγες" ἔφη „θεράποντα ἡμῖν παῖδα Ἑβραῖον, ὃς οὐ μόνον ἤδη τὴν σὴν ψυχὴν διέφθαρκεν εὐχερῶς καὶ ἀνεξετάστως ἐπιτρέψαντος αὐτῷ τὴν οἰκίαν,