De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ τὴν φύσιν· προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, προσθήκη
δέ ἐστι πολιτικὸς ἀνὴρ τοῦ βιοῦντος κατὰ φύσιν. οὐκ ἀπὸ σκοποῦ μέντοι καὶ χιτῶνα ποικίλον ἀναλαμβάνειν λέγεται (Gen. 37, 3)· ποικίλον γὰρ πολιτεία καὶ πολύτροπον, μυρίας ὅσας ἐνδεχομένη μεταβολάς, προσώποις, πράγμασιν, αἰτίαις, πράξεων ἰδιότησι, καιρῶν καὶ τόπων διαφοραῖς.
ὥσπερ γὰρ κυβερνήτης ταῖς τῶν πνευμάτων μεταβολαῖς συμμεταβάλλει τὰς πρὸς εὔπλοιαν βοηθείας, εὐθύνων τὸ σκάφος οὐχ ἑνὶ τρόπῳ, καὶ ἰατρὸς οὐ μιᾷ χρῆται θεραπείᾳ πρὸς ἅπαντας τοὺς κάμνοντας, ἀλλ’ οὐδὲ πρὸς ἕνα, τοῦ πάθους μὴ ἐπιμένοντος, ἀλλ’ ἐπιτηρῶν ἀνέσεις, ἐπιτάσεις, πληρώσεις, κενώσεις, αἰτίων μεταβολὰς ποικίλλει ταῦτα πρὸς σωτηρίαν ποτὲ μὲν ταυτὶ ποτὲ δὲ ταυτὶ προσφέρων, οὕτως, οἶμαι,
καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατ’ εἰρήνην, ἕτερον δ’ ἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων ἢ πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων ἡ σκέψις, ἑτέροις ὑπηρετεῖν [*](1 τὰ ἀναίτια] τἀναντία VO 2 ἀγονίαν CVO: ἀγωνίας Κ, ἀγονίας ceteri τὸ λυπρόγεων CVO: τῶν λυπρογέων Κ, τό λυπρόγειον ceteri παράλειος BMH 4 ἔστι] τί F; ἔτι coni. Mang. δὲ CVOF ἡ alt. om. A 5 τοῖς om. C τῆς om. FG 6 ὁμογνωμονοῦσιν VO νόμοις BEMF ὥστ’ Α 7 αἱ κατὰ] εἰκότως G τὴν om. CAVOP προσθῆκαι— φύσιν (9) om. Α 8 πόλιν Turn. 9 δ’ ἐστὶ BEM φύσεως (sed εως eras.) C 11 πολιτεία om. P, add. mg. P πολύτροπος Ο ἐνδεχόμενον Α 12 αἰτίαις om. A πράξεων Κ (coni. Mang.): ξένων V2O, προξένων ceteri καὶ ante καιρῶν add. Α 13 γὰρ om. H συμμεταβάλλοι F 15 οὐ] οὐχὶ AFGHP οὐδὲ] οὐ BEM 16 ἐπιτάσεις om. C 17 αἰτίων CA: αἰτιῶν ceteri; σιτίων coni. Mang. ταῦτα suspectum; τὰ conicio 18 alt. ταυτὶ] ταῦτα BEKM οἶμαι om. Α 19 εἶναι ἀναγκαῖον transp. HP: εἶναι καὶ ἀναγκαῖον Turn., κατ’ ἀναγκαῖον εἶναι Mang. 20 δὲ VO δ’ BEKM ἢ—ὀλίγων (21) om. BEMO 21 μὲν] δὲ F μετὰ] μετὰ—ὁμιλοῦντα (22) om. BEM πειθοῦς] πλήθους K 22 τοῦ εἶναι BEKM (fort. recte) μετὰ κινδύνου τι, οἷον διὰ τὸ κοινωφελές, coni. Mang. 23 ἦ σκῆψις V2 ἑτέρους VO)
εὖ μέντοι τὸ φάναι πιπράσκεσθαι τὸν ἄνθρωπον· ὁ μὲν γὰρ δημοκόπος καὶ δημηγόρος ἀναβὰς ἐπὶ τὸ βῆμα, καθάπερ τὰ πιπρασκόμενα τῶν ἀνδραπόδων, δοῦλος ἀντ’ ἐλευθέρου γίνεται διὰ τῶν τιμῶν, ἃς δοκεῖ λαμβάνειν, ἀπαχθεὶς ὑπὸ μυρίων δεσποτῶν.
ὁ δ’ αὐτὸς καὶ θηριάλωτος εἰσάγεται· θηρίον δὲ ἀτίθασον ἡ λοχῶσα κενοδοξία συναρπάζουσα καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δ’ ὠνησάμενοι καὶ πιπράσκουσιν· οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλ’ ὄχλος, ἐξ ἑτέρων ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν.
Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ’ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει.
τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατ’ οἰκονομίαν· οἰκία τε γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία, ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία.
δι’ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, [*](1 τό om. A 5 εἰσάγεται] γίνεται Α δ’ Α ἀτίθασον CBEHP: ἀτίθασσον ceteri ἡ] ὡς F λοχῶσα AFGHP: δόξα καὶ ceteri 5. 6 συναρπάσασα BEM, καὶ μαρμάζουσα (sic) F 7 ἀλλ’ ὄχλος AFGHP: ὄχλος ὁ ὄχλος VO) post δεσπότης transp. ceteri 8 ἐφεδρίας C 9 τρόπον om. FG τοῖς προτέροις C, τοὺς προτέρους om. H 10 φιλόκενον V 11 καὶ] μὲν Η (Turn.), om. Mang. 12 ἀπαχθεὶς AVO 14 συμπάσης] σὺν πᾶσι HP τῆς om. KO 15 γὰρ] δ’ Α οὐκ om. F 16 ἕκαστα ἐκεῖνος transp. MAF1GHP, ἤκιστα ἐκεῖνος F2 τῶ corr. ex τὸ C, τῶ corr. ex τοῦ Β, τοῦ E 18 πόλεως CK(v) καὶ χώρας καὶ ἔθνους transp. BEKM 19 μεγάλης AFGHP: μεγάλην ceteri 19. 20 ἐγγεγυμνάσθαι D 20 ἀσκηθῆναι D οἰκονομίαν] οἰκίαν D, οἰκίαν πράγμασιν V2O τε om. D 21 ἐστὶν om. BEKM ἐστὶ συνεσταλμένη D καὶ οἰκονομία AFGHPD: καὶ om. ceteri συνεσταλμένη D 22 καὶ] καὶ ἡ D τις om. D 23 παριστᾷ D οἰκονόμον F) [*](11 sqq. Gen. cap. 39 19—70,4 DR fol. 218r Φίλωνος: δεῖ τὸν μέλλοντα αὐτός ἐστιν)
βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην ὁ αὐτός ἐστι. σφόδρα δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδ’ ὅλως προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν κοσμιότητα καὶ σωφροσύνην.