De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

εὐφόρησεν ἡ πεδιὰς καὶ ὁ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. γνοὺς δ’ ὁ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ ἡ γενεὰ πολυάνθρωπος, προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετ’ ἀσφαλείας ἀγάγωσι τὸν πατέρα.

παραγενομένων δὲ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἄπιστα καὶ μείζονα ἐλπίδων διηγουμένων, οὐ πάνυ προσεῖχε· κἂν γὰρ οἱ λέγοντες ἀξιοπιστότατοι, ἀλλ’ ἥ γε τοῦ πράγματος ὑπερβολὴ ῥᾳδίως συναινεῖν οὐκ ἐπέτρεπεν.

ἰδὼν δὲ ὁ πρεσβύτης τὰς ἐν τοιούτῳ καιρῷ παρασκευὰς καὶ χορηγίας τῶν ἀναγκαίων ἀφθόνους τοῖς περὶ τούτου λεγομένοις εὐτυχήμασι συνᾳδούσας ὕμνει τὸν θεόν, ὅτι τὸ δοκοῦν ἐκλελοιπέναι μέρος τῆς οἰκίας ἀπεπλήρωσεν.

ἡ δὲ χαρὰ καὶ φόβον εὐθὺς ἐγέννησε τῇ ψυχῇ περὶ τῆς τῶν πατρίων ἐκδιαιτήσεως· ᾔδει γὰρ καὶ νεότητα εὐόλισθον φύσει καὶ ξενιτείας τὴν εἰς τὸ ἁμαρτάνειν ἐκεχειρίαν καὶ [*](1 μὴ om. P1, ss. P2 2 τῳ] τὸ GHP δωρεᾶς O 3 τὰ ἐπιτήδεια CV αὐτοῖς V παραδοθῆναι VBEM 4 πράξεως Α εἰσάπαν ΑΚ ὥστ’ HP, ὡς δ’ F 5 πρώτων V τῶν om. CVBEKM G εὐηγγελίζοντο] ἐδήλουν HP(v) 8 εὐφόρησεν CVBKMH2: ηὐφόρησεν ceteri εὐθηνίαν] εὐπορίαν Κ μετέβαλεν CG 9 δὲ CV pr. καὶ om. Κ ἡ om. CBEKMA γενεὰ] συγγένεια coni. Mang. 10 μεταστῆναι CVGHP1 πανοικὶ —εὶ C) μεταστῆναι transp. CV πανοικεὶ CHP(v) 11 ἀπήνας] ἀπήγαγον γον in ras.) F 11. 12 ἁμάξας M, ἀμάξας P 12 τὰ ἐπιτήδεια CVBEM 13 μετὰ CVHP 15 μείζω AO κἄν VMK2F2: καὶ corr. ex κἄν Β, καὶ ceteri 16 ἥ γε CM, ἥ τε E, ἥ τε (sed τε del.) Β: ἡ (om. γε) ceteri συνιδεῖν O 16. 17 συναινεῖν οὐκ ἐπέτρεπεν CV: οὐκ ἐπέτρεπε συναινεῖν ceteri 17 ἐπέτρεψε Α δ’ Α τῶ τοιούτω A 19 ὕμνει VBEKM: ὑμνεῖ ceteri ἐλλελοιπέναι CVBEKM 20 καὶ om. AOFHP 21 ἐκδιαιτήσεως VK: ἐπιζητήσεως Α, ἐκζητήσεως ceteri 21. 22 καὶ—φύσει] τὸ τῆς νεωτάτης εὐόλισθον φύσεως C; τὸ τῆς νεότητος εὐόλισθον φύσει conicio 22 ξενιτείαν V2K2 τῆς Α ἐκεχειρίαν CBEKMO: ἐκκεχειρίαν ceteri) [*](6 Thom. Mag. Ecl. 252, 11 R. . . . καὶ ξένισις ἡ ξενοδοκία . . . καὶ ξενία τὸ αὐτό, ὡς Φίλων ἐν τῷ περὶ Ἰωσήφ: τῶν εἰς τὴν ξενίαν ἡκόντων ἀδελφῶν.)

v.4.p.115
μάλιστα τῆς ἐν Αἰγύπτῳ χώρας τυφλωττούσης περὶ τὸν ἀληθῆ θεὸν ἕνεκα τοῦ γενητὰ καὶ θνητὰ θεοπλαστεῖν καὶ προσέτι πλούτου καὶ δόξης ἐπιθέσεις ὀλιγόφροσι διανοίαις ἐπιτίθενται καὶ διότι ἀπολειφθείς, μηδενὸς τῶν ἐκ τῆς πατρῴας οἰκίας συνεξεληλυθότος σωφρονιστοῦ, μόνος ὢν καὶ ἔρημος διδασκάλων ἀγαθῶν ἕτοιμος ἔσται πρὸς τὴν τῶν ὀθνείων μεταβολήν.

οὕτως οὖν διακείμενον ἰδὼν ᾧ μόνῳ δυνατὸν ἀόρατον ψυχὴν ὁρᾶν ἔλεον λαμβάνει καὶ κοιμωμένῳ νύκτωρ ἐπιφανείς φησι· „μηδὲν εὐλαβοῦ περὶ τῆς εἰς Αἴγυπτον ἀφίξεως· αὐτὸς ἡγεμονεύσω τῆς ὁδοῦ παρέχων τὴν ἀποδημίαν ἀσφαλῆ καὶ εὐάρεστον· ἀποδώσω μέντοι καὶ τὸν τριπόθητον υἱόν, ὅς ποτε τεθνάναι νομισθεὶς ἐκ πολυετίας οὐ ζῶν μόνον ἀλλὰ καὶ χώρας τοσαύτης ἡγεμὼν ἀναφαίνεται.“ πληρωθεὶς δ’ εὐελπιστίας ἅμα τῇ ἕῳ γεγηθὼς ἐπέσπευδεν.

ὁ δ’ υἱὸς ἀκούσας — σκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντ’ ἐδήλουν — οὐ μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι συνέτεινον ἄχρι τῶν βασιλείων.

θεασάμενος δὲ ὁ βασιλεὺς καὶ τὴν ὄψιν καταπλαγεὶς τῆς σεμνότητος ὡς οὐχ ὑπάρχου πατέρα ἀλλ’ ἑαυτοῦ μετὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐδεξιοῦτο· καὶ μετὰ τὰς ἐν ἔθει καὶ ἐξαιρέτους φιλοφροσύνας δίδωσιν αὐτῷ γῆς ἀποτομὴν ἀρετῶσαν καὶ σφόδρα εὔκαρπον, τούς τε υἱοὺς αὐτοῦ πυνθανόμενος εἶναι κτηνοτρόφους τὴν πολλὴν οὐσίαν ἔχοντας ἐν θρέμμασι καθίστησιν ἐπιμελητὰς τῶν [*](1 τῆς] τοῖς P, τὴν V χώραν τυφλώττουσαν V 2 γεννητὰ VKOF θνητὰ] τυφλὰ HP post προσέτι add. ὅτι V2K2 3 ἐπιθέσεις V: ἐπίθεσις ceteri ἐπιτίθεντι CVBEM: ἐπιτίθενται Κ, ἐπιτίθεται ceteri ἐπιτίθενται secludendum puto 4 συνεξεληλυθότος scripsi: ἐξεληλυθότος K(v), συνεξεληλυθότων V, om. Η, ἐξεληλυθότων ceteri 5 καὶ om. AO 6 ὀθνίων C μεταβολήν] ἀποδοχήν coni. Mang. μόνον O δυνατῶ FG 7 ὁρᾶν Κ1: ἰδεῖν ceteri κοιμωμένων OFP 8 μηδὲν] μὴ F 10 μέντοι] μέν σοι ΒΚ περιπόθητον VA 12 δὲ CVA ἐπέσπενδεν M, ἔσπευδεν VAO δὲ CV 13 φρατῆρες Α 14 ὁρίων CKV2H2: ὀρίων corr. ex ὀρέων E, ἱερέων F, ὀρέων ceteri ἀπέχοντι V2H2 (Turn.) διαταχέως C ἀπῆν (sic) M 15 πόλιν ἡρώων transp. F 16 τοὺς αὐχένας VK2 φύροντες CVBEKM: φύραντες ceteri 18 δ’ Α 19 οὐχ ὡς transp. AO (Mang.) 20 πάσης om, F αἰδοῦς καὶ om. AO τιμῆς καὶ αἰδοῦς transp. F ἐδεξιοῦτο VK: ἐδόξει τοῦτον CBE, ἔδοξε τοῦτον M, ἐδεξιοῦτο τοῦτον ceteri (v) ἐν om. BEM 22 θ’ Α 23 ἔχοντας om. AO) [*](6— 11 Gen. 46, —4 —18 Gen. 46, 28. 29 18— 116 2 Gen. 47, 10 8*)

v.4.p.116
ἰδίων αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ὅσας ἀγέλας ἐγχειρίσας αὐτοῖς.

Ὁ δὲ νεανίας τοσαύτῃ πίστεως ἐχρήσατο ὑπερβολῇ, ὥστε τῶν καιρῶν καὶ τῶν πραγμάτων εἰς ἀργυρισμὸν παρεχόντων πλείστας ὅσας ἀφορμάς, δυνηθεὶς δι’ ὀλίγου πλουσιώτατας τῶν κατ’ αὐτὸν γενέσθαι, τὸν γνήσιον ὡς ἀληθῶς πρὸ τοῦ νόθου πλοῦτον καὶ τὸν βλέποντα πρὸ τοῦ τυφλοῦ θαυμάσας ἅπαντα τὸν ἄργυρον καὶ χρυσόν, ὅσον ἐκ τῆς τιμῆς ἤθροισε τοῦ σίτου, ἐν τοῖς βασιλέως ἐθησαυρίζετο ταμιείοις οὐδεμίαν δραχμὴν νοσφισάμενος, ἀλλὰ μόναις ἀρκεσθεὶς ταῖς δωρεαῖς, αἷς ἀμειβόμενος ἐκεῖνος ἀντεχαρίζετο.

καθάπερ τε οἰκίαν μίαν Αἴγυπτον καὶ σὺν αὐτῇ χώρας ἑτέρας καὶ ἔθνη πιεσθέντα τῷ λιμῷ παντὸς λόγου κρεῖττον ἐπετρόπευσεν ὁ ἀνὴρ οὗτος κατὰ τὸ πρέπον διανέμων τὰς τροφὰς καὶ ἀφορῶν οὐκ εἰς τὸ παρὸν μόνον λυσιτελὲς ἀλλὰ καὶ τὴν πρὸς τὸ μέλλον ὠφέλειαν.

ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς — ἤδη γὰρ τῆς εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν — ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν παραφυλάξουσι.