De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Μετὰ δὲ τὸν λιμὸν χρόνοις μακροῖς ὕστερον τελευτήσαντος τοῦ πατρός, ὑπονοίᾳ πληχθέντες οἱ ἀδελφοὶ καὶ δείσαντες, μή τι χαλεπὸν πάθωσι μνησικακίᾳ, προσελθόντες ἐδέοντο λιπαρῶς ἐπαγόμενοι γυναῖκας καὶ γενεάν.

ὁ δ’ ἐπιδακρύσας φησίν· „ὁ μὲν καιρὸς ἱκανὸς ὑπόνοιαν [*](1 ποίμνια VA 3 τοσαύτης CBEKM 4 alt. τῶν om. AOK 4. 5 ὅσας πλείστας transp. M 5 ἀφορμὰς ὅσας transp. Α, ἀφορμὰς ὅσα O δυνηθῆναι AOFGHP δι’] δ’ BEM ὀλίγου] ὅλου AF πλουσιώτατον AO κατ’ αὐτῶν G, καθ’ ἑαυτὸν Κ 6 ἀληθῆ Α 8 βασιλικοῖς Α 9 ταμείοις CVHP οὐδὲ μίαν BEM 10 ἀντεχαρίζετο CVEKM: ἀπεχαρίζετο corr. ex ἀντεχαρίζετο Β, ἀντεχαρίσατο ceteri τ’ Α οἰκίαν μίαν Κ: om. ceteri 11 τῷ om. G 12 πρέπον] πρικὸν (i. e. πατρικὸν) VAOGH, πνικὸν (i. e. πνευματικὸν) F 13 τροφὰς] τιμὰς Ο μόνον post ἀφορῶν transp. M 14 εἰς τὴν V γοῦν] οὖν M, γὰρ V 15 ἐπέστη AO ante τῆς add. ταῖς Α 16 εὐφορίας καὶ om. BEKM εὐπορίας AO εὐθηνίας καὶ εὐφορίας εὐπορίας) transp. CA ἐλπὶς ἦν] ἐλπίσιν 0, ἐλπίσιν ἐνησμένιζεν Α πυρροὺς M 17 τε] δὲ coni. Mang. 18 ἁ AV2, ἁ corr. ex ἃς E: ἃς ceteri ἔλαβον KV2 τε καὶ F 22 μνησικακίᾳ scripsi: μνησικακίας codd.; ἐκ vel ὑπὸ μνησικακίας ἐπαγόμενοι post γενεάν (23) transp. V γυναῖκας] γύναια CV 23 δὲ CV 23. 117,1 ὑπόνοιαν κατασκευάσαι ἱκανός transp. BEKM 3 sqq. Gen. 47, 13 sqq. 20 sqq. Gen. 50,15 sqq.)

v.4.p.117
κατασκευάσαι τοῖς ἀφόρητα ἐργασαμένοις καὶ μὴ δι’ ἑτέρου μᾶλλον ἢ τοῦ συνειδότος ἐλεγχομένοις· ἡ γὰρ τελευτὴ τοῦ πατρὸς τὸν ἀρχαῖον φόβον, ὃν πρὸ τῶν καταλλαγῶν εἴχετε, κεκαίνωκεν, ὡς τοῦ μὴ λυπῆσαι τὸν πατέρα χάριν τὴν ἀμνηστίαν ἐμοῦ παρασχόντος.

ἐγὼ δὲ τὸν τρόπον οὐ χρόνοις μεταβάλλομαι οὐδ’ ὁμολογήσας ἔνσπονδος εἶναι δράσω ποτὲ τὰ ἄσπονδα· οὐ γὰρ ὑπερθέσεις ἀμύνης ἐκαιροφυλάκουν, ἀλλὰ τὴν εἰς ἅπαν ἀπαλλαγὴν τῆς κολάσεως ἐχαριζόμην ἐπινέμων τὸ μέν τι τιμῇ τοῦ πατρός — δεῖ γὰρ ἀψευδεῖν —, τὸ δέ τι εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἀναγκαίᾳ.

εἰ δὲ καὶ πατρὸς ἕνεκα πάντ’ ἐποίουν τὰ χρηστὰ καὶ φιλάνθρωπα, φυλάξω ταῦτα καὶ πατρὸς τετελευτηκότος· τέθνηκε δ’ οὐδεὶς παρ’ ἐμοὶ κριτῇ τῶν ἀγαθῶν ἀνδρῶν, ἀλλὰ καὶ ζήσεται τὸν ἀεὶ χρόνον ἀγήρως ἀθανάτῳ φύσει, ψυχῇ μηκέτι ταῖς σώματος ἀνάγκαις ἐνδεδεμένῃ.

τί δὲ δεῖ μόνου μεμνῆσθαι τοῦ γενητοῦ πατρός; ἔχομεν τὸν ἀγένητον, τὸν ἄφθαρτον, τὸν ἀίδιον, „ὃς ἐφορᾷ πάντα καὶ πάντων ἐπακούει“ καὶ τῶν ἡσυχαζόντων, τὸν ἀεὶ βλέποντα καὶ τὰ ἐν μυχοῖς τῆς διανοίας, ὃν μάρτυρα καλῶ τοῦ συνειδότος ἐπ’ ἀψευδέσι καταλλαγαῖς.

ἐγὼ γάρ, καὶ μὴ θαυμάσητέ μου τὸν λόγον, τοῦ θεοῦ εἰμι (Gen. 50. 19) τοῦ τὰ πονηρὰ βουλεύματα ὑμῶν εἰς ἀγαθῶν περιουσίαν μεθαρμοσαμένου. γίνεσθε οὖν ἄφοβοι καὶ πρὸς τὸ μέλλον χρησιμωτέρων μεθέξοντες ἢ ζῶντος ἔτι τοῦ πατρὸς ἐκαρποῦσθε.“

[*](1 post ἀφόρητα 3— 4 litt. eras. V δι’ ἑτέρου CV2: δι’ ἑτέρων Κ, δι’ ἕτερον ceteri δ’ F) 2 τοῦ συνειδότος CVK: χάριν add. ceteri (v) 3 κεκαίνωκεν Mang.: κεκαίνικεν BM, κεκαίνικεν e κεκένωκεν corr. Κ, κεκένωκεν ceteri ὡς τοῦ] ὥστ’ οὐ C τοῦ om. M μὴ om. Turn. 4 λυπῆσαι μου M, λυπῆσαι μοῦ μι (corr. ex με vel μι) Β, λυπῆσαιμι (sic) Ε, λυπήσαι Κ, λυπήσαιμι C χάριν τὸν πατέρα transp. AO ἐμοῦ] ὑμῖν BEm 5 οὐδὲ C ἔνσπονδον C 6 ὑπέρθεσις C, ὑπερθέσει VBEM, ὑποθέσεις O 7 εἰσάπαν VAK 8 pr. τι corr. in τῆ F, om. CVBEM δ’ BEKM alt. τι] τῆ V, om. BEKM 9 καὶ om. F πάντες (sed εσ eras.) C 10 φυλάσσω VBEKM πατρὸς τετελευτηκότος Mang.: προστετελευτηκότος V1AOH, τετελευτηκότος V2, πρὸς τετελευτηκότα ceteri 11 δὲ C 12 φύσεως Κ ψυχῆς FH(v) 13 σωματικαῖς V ἐνδεδεμένην Κ τί δὲ δεῖ scripsi: τί δὲ (om. δεῖ) CVOGHP, τί δάει Α, τί ὑεῖ BEKMF, post μόνου add. δεῖ AOP2 μέμνησθε CVFGHP γενητοῦ CBEFG: γεννητοῦ ceteri 14 ἔχομεν om. CVBEM ἀγένητον CABEFP: ἀγέννητον ceteri 16 τὰ] τοῖς (sed. οἶς eras.) C ὃν] τοῦτον BEM καλῶ μάρτυρα transp. Κ 17 ἐγὼ—εἰμι (18) om. BEM μου om. CVK 18 alt. τοῦ] ὃς BEK1M ὑμῶν βουλεύματα transp. AO ἡμῶν G 19 μεθηρμόσατο BEK1M γοῦν Α 20 χρησιμώτερα F ἐκαρποῦσθαι M)[*](14. 15 Hom. Od. λ 109. μ 323 Ἠελίου, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει. ΙΙ. Γ 277.)
v.4.p.118

τοιούτοις θαρσύνας τοὺς ἀδελφοὺς λόγοις, ἔργοις τὰς ὑποσχέσεις ἐβεβαίου μᾶλλον οὐδὲν παραλιπὼν τῶν εἰς ἐπιμέλειαν. μετὰ δὲ τὸν λιμόν, ἐπ’ εὐθηνίᾳ καὶ εὐετηρίᾳ τῆς χώρας ἤδη γεγηθότων τῶν οἰκητόρων, ἐτιμᾶτο πρὸς ἁπάντων ἀμοιβὰς ἀντεκτινόντων ὑπὲρ ὧν εὖ πεπόνθεσαν ἐν καιροῖς ἀβουλήτοις.

ἡ δὲ φήμη ῥυεῖσα τὰς ἑξῆς πόλεις κατέπλησε τῆς ἐπὶ τῷδε τῷ ἀνδρὶ εὐκλείας. ἔτη δὲ βιώσας δέκα πρὸς τοῖς ἑκατὸν ἐτελεύτησεν εὔγηρως ἐπ’ ἄκρον ἐλθὼν εὐμορφίας καὶ φρονήσεως καὶ λόγων δυνάμεως.

μαρτυρεῖ δὲ τὸ μὲν κάλλος τοῦ σώματος ἔρως ὃς ἐξέμηνεν ἐπ’ αὐτῷ γυναῖκα, τὴν δὲ σύνεσιν ἡ ἐν ταῖς ἀμυθήτοις τῶν κατὰ τὸν βίον ἀνωμαλίαις ὁμαλότης εὐαρμοστίαν τοῖς ἀναρμόστοις καὶ συμφωνίαν τοῖς ἐξ αὑτῶν ἀσυμφώνοις ἐργασαμένη, τὴν δὲ τῶν λόγων δύναμιν ἥ τε τῶν ὀνειράτων διάκρισις καὶ ἡ ἐν ταῖς ὁμιλίαις εὐέπεια καὶ ἡ παρακολουθήσασα πειθώ, δι’ ἣν οὐδεὶς τῶν ἀρχομένων ἀνάγκῃ μᾶλλον ἢ ἑκὼν ὑπήκουε.

τούτων δὲ τῶν ἐνιαυτῶν ἑπτακαίδεκα μὲν ἄχρι μειρακίου διέτριβεν ἐν τῇ πατρῴᾳ οἰκίᾳ, τρισκαίδεκα δ’ ἐν ταῖς ἀβουλήτοις συντυχίαις, ἐπιβουλευόμενος, πιπρασκόμενος, δουλεύων, συκοφαντούμενος, ἐν δεσμωτηρίῳ καταδούμενος, τοὺς δ’ ἄλλους ὀγδοήκοντα ἐν ἡγεμονίᾳ καὶ εὐπραγίᾳ τῇ πάσῃ, λιμοῦ καὶ εὐθηνίας ἔφορος καὶ βραβευτὴς ἄριστος, τὰ πρὸς ἑκάτερον καιρὸν πρυτανεύειν ἱκανώτατος.

[*](1 τούτοις CVBEKM θρασύνας F λόγοις om. CVBEKM 4 ἀνεκτεινόντων M, ἀντεκτιννύντων AO πεπόνθασιν VAOK2 5 ἐξ ἧς F 6 τῷδε om. F δέκα βιώσας transp. F 7 καὶ λόγων δυνάμεως om. F 8 σώματος κάλλος (om. τοῦ) transp. AO 9 γυναῖκας CVAO τῶν om. V 9. 10 ἀνομαλίαις C 10. 11 ἐξ αὑτῶν om. HP (Turn.) 11 αὐτῶν codd. (Maug.) ἀφώνοις CV1 ἐργασαμένῳ Κ 12 ὁμιλίαις] ὁμιλίαις] G, ἀνωμαλίαις HP 13 δι’ ἣν AO: διὸ M, δι’ ὧν ceteri 14 μὲν om. C διέτριψεν CVBEKM 15 δὲ CV δυστυχίαις K 16 ἐν τῶ δεσμωτηρίω V 17 δὲ CA ἡγεμόνεια Η 18 λιμῶν CVBEM εὐθηνίας] εὐθηνοφορίας C, εὐθηνωρίας BEM 19 ἱκανότατος C † φίλωνος βίος σοφοῦ (sic) ὅπερ ἐστιν ἰωσήφ † subscr. C)