De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
καὶ νομίζω τῶν συμβεβηκότων οὐχ ὑμᾶς ἀλλὰ θεὸν αἴτιον γεγενῆσθαι βουληθέντα με τῶν αὐτοῦ χαρίτων καὶ δωρεῶν, ἃς ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἠξίωσε τῷ γένει τῶν ἀνθρώπων παρασχεῖν, ὑπηρέτην γενέσθαι καὶ διάκονον.
ἐναργῆ δὲ πίστιν δύνασθε λαβεῖν ἐξ ὧν ὁρᾶτε· πᾶσαν μὲν Αἴγυπτον ἐπιτέτραμμαι, τιμὴν δὲ ἔχω τὴν πρώτην παρὰ τῷ βασιλεῖ καὶ μὲ νέον ὄντα πρεσβύτερος ὢν ὡς πατέρα τιμᾷ· θεραπεύομαί τε οὐχ ὑπὸ τῶν ἐγχωρίων μόνον ἀλλὰ καὶ ὑπὸ πλείστων ἄλλων ἐθνῶν, ὅσα καὶ ὑπήκοα καὶ αὐτόνομα· χρεῖα γὰρ πάντα διὰ τὴν ἔνδειαν προεστῶτος.
ἄργυρός τε καὶ χρυσὸς καί, τὸ τούτων ἀναγκαιότερον, αἱ τροφαὶ παρ’ ἐμοὶ μόνῳ ταμιεύονται διανέμοντι καὶ κατακερματίζοντι πρὸς τὰς ἀναγκαίας χρείας ἑκάστοις τῶν δεομένων, ὡς μήτε τι τῶν εἰς τρυφὴν περιττεῦσαι μήτε τι τῶν εἰς ἐκπλήρωσιν ἐνδείας ἐπιλιπεῖν.
ἀλλ’ οὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλ’ ἵν’ αἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳ — καὶ γὰρ ἐδέθην ποτὲ συκοφαντηθείς —, ἀλλ’ ὁ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν, [*](2 δὲ CV, οὖν F τῷ παρ’ ἐλπίδα coni. Wendl. 3 γῆς ΒΕMΑ0 4 κατηφῆτε 5 παρέχω post πεπραγμένων transp. M δεῖσθαι BE 7 συμβούλοις Mang.: συμβόλοις codd. 8 ὧ Κ: ἧ AOFGHP, om. CVBEAI 11 με AOKFB2: μὲν ceteri αὐτοῦ H 13 ἐναργῆ] ἐν ἀρχὴ H (Turn.) λαβεῖν δύνασθε transp. AO ἀναλαβεῖν CVBEKM; δύνασθε ἂν λαβεῖν coni. Mang. 14 ἐπιτέτραμμαι αἴγυπτον transp. F δ’ AF, τε CV πρώτην Κ: om. ceteri 15 τῷ om. VF 17 καὶ post ὅσα om. V, καὶ ὅσα transp. AO χρεῖ BM: χρήζει C(v), χρεία ceteri πάντων VFG, πᾶσι AOP2 18 ἀργύρου τε καὶ χρυσοῦ VK2 19 αἱ] καὶ G 19. 20 κανερματίζοντι Ο 20 τι] τινι F 21 τρυφὴν] τροφὴν coni. Mang. περιττεῦσαι Κ: om. ceteri τι] τινι F, om. CAO 22 οὐκ ἁβρυνόμενος C, οὐχ ἁβρυνόμενος VBEKM καὶ σεμνυνόμενος om. AO ἐξῆλθον G 23 ἵνα C ἄνθρωπος AOF 23. 24 ἔσεσθαι αἴτιος transp. HP 24 δεσμώτῃ] δεσπότη BEM 25 συμφοράς τε καὶ C: om. ceteri)
ταῦτα ἐμοῦ διανοουμένου, μηκέτι εὐλαβῶς ἔχετε τὰς δυσφροσύνας ἐκποδὼν ποιησάμενοι καὶ πρὸς ἱλαρὰν μεταβαλόντες εὐθυμίαν. εὖ δ’ ἂν ἔχοι καὶ πρὸς τὸν πατέρα συντεῖναι καὶ πρῶτον αὐτῷ τὰ περὶ τῆς ἐμῆς εὑρέσεως εὐαγγελίσασθαι· φθάνουσι γὰρ αἱ φῆμαι πανταχόσε.“
οἱ δὲ κατὰ διαδοχὴν τοὺς ἐπαίνους αὐτοῦ συνείροντες ἀπαύστως ἀχαλίνοις στόμασιν ἐξύμνουν ἄλλος ἄλλο τι διεξιών, ὁ μὲν τὸ ἀμνησίκακον, ὁ δὲ τὸ φιλοίκειον, ὁ δὲ τὴν σύνεσιν, ἅπαντες δ’ ἀθρόοι τὴν εὐσέβειαν ἐπὶ τὸν θεὸν ἀναφέροντος τὰ τέλη τῶν κατορθουμένων καὶ μηκέτι ταῖς ἀβουλήτοις ἀρχαῖς καὶ πρώταις ἐνστάσεσι τῶν μὴ κατὰ γνώμην δυσχεράναντος καὶ τὴν ὑπερβάλλουσαν μετ’ αἰδοῦς καρτερίαν·
ὃς ἐν τοσαύταις γεγονὼς ἀνωμαλίαις οὔτε δουλεύων βλάσφημον οὐδὲν εἶπε κατὰ τῶν ἀδελφῶν ὡς πεπρακότων οὔτ’ εἰς εἱρκτὴν ἀπαγόμενος ὑπ’ ἀθυμίας ἐξελάλησέ τι τῶν ἀπορρήτων οὔτε πολὺν χρόνον ἐκεῖ καταμένων, οἷα φιλεῖ, τοῖς δεσμώταις ἔθους ὄντος τὰς ἰδίας ἀτυχίας ἀναμετρεῖσθαι, ἀπεγύμνωσεν·
ἀλλ’ ὡς μηδὲν εἰδὼς τῶν αὐτῷ συμβεβηκότων, ἀλλ’ οὐδ’ ὅτε τὰ ὀνείρατα διέκρινεν ἢ τοῖς εὐνούχοις ἢ τῷ βασιλεῖ, καιρὸν ἔχων εἰς μήνυσιν ἐπιτήδειον, ἐφθέγξατό τι περὶ τῆς ἰδίας εὐγενείας, οὐδ’ ὅτε βασιλέως ὕπαρχος ἐχειροτονεῖτο καὶ τῆς Αἰγύπτου πάσης τὴν ἐπιμέλειαν καὶ προστασίαν παρελάμβανεν, ἵνα μὴ δόξῃ τις εἶναι τῶν ἠμελημένων καὶ ἀφανῶν, ἀλλὰ τῷ ὄντι εὐπατρίδης, οὐ φύσει δοῦλος, ἀλλ’ ἐπιβουλὰς ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἀνηκέστους ὑπομεμενηκὼς καὶ συμφοράς.
ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν [*](1 ταῦτ’ Α μηκέτ’ AF ἔχητε V 5 πανταχόσε] πανταχόθεν κατὰ πολὺ HP(v) κατὰ] μετὰ M 6 ἀπαύστως AOFGHP: ἀδιαστάτως CVBEKM; fort. scribendum ἀπαύστως καὶ ἀδιαστάτως 8 δὲ CV τὸν om. C ἀναφέροντος KV2, corr. ex ἀναφέροντες E: ἀναφέροντες ceteri 8. 9 τῶν κατορθουμένων τὰ τέλη transp. Α 9 ἀρχαῖς om. H1P 10 μὴ Κ: om. ceteri δυσχεράναντος VBEM, δυσχεραίναντος (sic) Κ: δυσχεράναντας C, δυσχεράναντες GHP, δυσχεραίνοντες AOF 11 ἀνομαλίαις C 11. 12 οὐδὲν εἶπε βλάσφημον transp. AO 12 οὔτε C 13 ὑπὸ C ἐξελάλησέ τι om. Ο ἀπορρήτων] ἀβουλήτων ΑΟ 15 ἀτυχίας] τύχας AO ἀναμετρεῖσθαι corr. ex —εἷται Κ ἀπεγύμνου ΑΟ ἀλλ’ ὡς] ἄλλως AOGH1P, ἄλλοις τε F, ἀλόγως H2 μηδὲν εἰδὼς om. AOFGHP 16 ἀλλὰ FG οὐδὲ V συνέκρινεν V 17 ἐφθέγξατό τι CK: τι φυλάξασθαι F, τι φθέγξασθαι ceteri 18 ἀλλ’ οὐδ’ BKM οὐδὲ C τοῦ βασιλέως F 20 εἶναι om. Α 21 ἥκιστα C 22 ὑπομεμενηκὼς ἀνηκέστους transp. AO 23 αὐτῆς F 24 εἰδότες ἡγεμόνων trausp. ΒΕΚM ἀνέπαφον AOFGHP 25 ὡς om. Ο Philonis opera vol. IV 8)
οὕτω μέντοι τὰ τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθ’ οἱ ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον ἢ εἴπερ