De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τοιαύτην μέλλεις κατατίθεσθαι χάριν, ἧς οὐκ ἂν δύναιτό τις μείζονα λαβεῖν· τίς γὰρ ἂν γένοιτο πατρὶ δωρεὰ μείζων ἢ υἱὸν ἀπογνωσθέντα κομίσασθαι;“

Πάντα δ’ ἦσαν ἀπόπειρα καὶ ταῦτα καὶ τὰ πρότερα, πῶς ἔχουσι τοῦ τῆς χώρας ἐπιτρόπου σκοποῦντος εὐνοίας πρὸς τὸν ὁμομήτριον ἀδελφόν· ἐδεδίει γάρ, μὴ φυσικῇ τινι ἀλλοτριώσει κέχρηνται, καθάπερ οἱ ἐκ μητρυιῶν γεγονότες πρὸς τὸν ἐξ ἑτέρας ἰσοτίμου γυναικὸς οἶκον.

διὰ τοῦτο καὶ ὡς κατασκόπους ᾐτιᾶτο καὶ περὶ τοῦ γένους ἐπυνθάνετο πρόφασιν τοῦ γνῶναι, εἰ περίεστιν ὁ ἀδελφός, ἀλλὰ μὴ ἐξ ἐπιβουλῆς [*](1 ἀβουλῶν CVBEKM: ἀβουλήτως Α (prob. Mang.), ἀβούλως ceteri (v) ἐνεχείρησεν AH μὲν om. Α ἔδειξας C ἀδικεῖσθαι VAO δίκην Α 2 δὲ C ἐθελοντὶ AO 3 νεωνήτων om. F, δούλων add. F2; ἀργυρωνήτων coni. Mang. coll. 108,7 4 λήψεται scripsi: λήψη codd. δὲ CV οὐκ] οὐδ’ AO ἐᾶν] ἂν Κ 5 τοιούτων Α 6 ἱκετῶν Κ1: καὶ τῶν ceteri post ἁπάντων add. ἐκπεπτωκώς Α mg. P2 σὴν om. V 7 γοῦν AO 8 τοὺς om. F ἀρετῆς] κατ’ ἀρετὴν AO 9 πόλιν (sic) Ε αὐτοῦ codd. ἐπέτρεψε Κ 9. 10 καίτοι H2: καὶ τοὺς V2, καὶ τοῖς ceteri 1(3 χρωμένους V2 11 βραχύ τι BEKM τῶν] τοῖς GH2 τῶν χωρίων F1, τῶνδε τῶν χωρίων AOH1P, τῶν δ’ ἐγχωρίων V ἠλλοτριωμένας CV1EF, ἠλλοτριωμένοις V2H2 12 post λόγων add. σοφῶν G 13. 14 εὐγνώμονας FHP1: ὁμογνώμονας ceteri 15 τις AOFGH: om. ceteri (v) γὰρ om. M 16 υἱὸν K: τὸν ceteri 17 δὲ CV ἦσαν] ἦν conicio ἀπόπειρα om. AO ante πῶς ss. τοῦ V2K2 18 εὔνοιαν G, τἀς ἐννοίας VBEM 19 ἀλλοτριώσει] ἀκολουθία paene eras. Ο κέχρηται M, κέκτηνται G γεγονό ἶσο 20 μητρυιῶν VAOKGH1P1: μετρίων ceteri φύντες Κ ὁμοτίμου Α οἶκον om. V 21 καὶ περὶ—ἐπυνθάνετο om. BEM ἐπυνθάνετο] ἠτιᾶτο Α 22 προφάσει CVBEKM ὁ om. M)

v.4.p.111
ἀνῄρηται, καὶ ἕνα κατέσχε τοὺς ἄλλους ἐάσας ἀπαίρειν ὁμολογήσαντας ἀγαγεῖν τὸν νεώτατον, ὃν ἰδεῖν μάλιστ’ ἐπόθει καὶ τῆς ἐπ’ αὐτῷ χαλεπῆς καὶ βαρυτάτης ἀνίας ἀπαλλαγῆναι.

καὶ ἐπειδὴ παρεγένετο καὶ τὸν ἀδελφὸν ἐθεάσατο, μικρὸν ὅσον ἀνεθεὶς τῆς φροντίδος, καλέσας ἐπὶ ξενίαν καὶ ἑστιῶν πολυτελεστέραις εὐώχει τὸν ὁμομήτριον παρασκευαῖς, ἀποβλέπων εἰς ἕκαστον καὶ τεκμαιρόμενος ἐκ τῆς ὄψεως, εἴ τις αὐτοῖς ὑποικουρεῖ φθόνος.

καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς τὸν συκοφαντούμενον ἀδελφόν.

ἐξ ὧν ἁπάντων ἤδη συνεπείθετο περὶ τοῦ μὴ καταστασιάζεσθαι μηδ’ ἐπιβουλεύεσθαι τὸν μητρῷον οἶκον λογισμόν τε εἰκότα καὶ περὶ τῶν αὑτῷ συμβεβηκότων ἐλάμβανεν, ὡς οὐκ ἐπιβουλαῖς ἀδελφῶν αὐτὰ μᾶλλον εἴη πεπονθὼς ἢ κατὰ πρόνοιαν θεοῦ τὰ μακρὰν ἐμβλέποντος καὶ τὰ μέλλοντα οὐχ ἧττον τῶν παρόντων ὁρῶντος.

εἶτ’ ἐπὶ συμβάσεις καὶ καταλλαγὰς ἵετο νικώμενος ὑπὸ φιλοικείου πάθους καὶ ὑπὲρ τοῦ μηδὲν ὄνειδος προσβαλεῖν τοῖς ἀδελφοῖς ἕνεκα τῆς πράξεως οὐδένα τῶν Αἰγυπτίων ἐδικαίωσε παρεῖναι κατὰ τὴν πρώτην ἀναγνώρισιν·

ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν ἐγγυτέρω σημήνας, ἵνα μηδ’ ἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ, φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν [*](1 ἕνα κατέσχε τοὺς] ἐγκατασχέτους AOGH1P, ἀκατασχέτω F ἀπαίρειν ἐάσας transp. O 2 μάλιστα CVK 3 χαλεπωτάτης F 5 ξενία C post πολυτελεστέραις add. ἐχρῆτο καὶ HP(v) εὐώχει scripsi: εὐωχεῖ K1F, εὐωχεῖται AO, εὐωχεῖτο reteri (v) 6 εἰς ἕνα ἕκαστον VK2 7 ἐποικουρεῖ KM ἀνεχομένους AOP2 9 ἄχθος M ut vid. τρίτον ὑπενόησε AO τοῦ om. G 10 ἐκπώματος Κ: om. ceteri 11 ὁ ἔλεγχος V οὑτωσὶ F οὗτος ἔμελλεν ἔλεγχος transp. Α (Mang.) γεγενῆσθαι Κ οἰκειότατος BEM 12 συνεπύθετο Η (Turn.) 13 πατρῷον AO οἶκον om. O 14 τ’ Α αὑτῶ V2: αὐτῶ ceteri 15 πέπονθεν εἴη del.) C 10 pr. τὰ om. AOFGHP βλέποντος F μεταβάλλοντα BM, με λλοντα E 17 εἶτα CV ἵετο AFG: ἵετο ceteri 18 ὑπὸ τοῦ Α φιλοικίου F προβαλεῖν BEM 19 post οὐδένα add. δὲ F 21 ἐξαίφνης om. Α ἀφεὶς Α 22 σημείνας F μηδὲ C ἄλλος om. G 23 φασὶν V1 24 μέλλον F1 ἀνακύπτειν M μόνος om. Α ἐπαμπίσχω CV) [*](17 sqq. Gen. cap. 45)

v.4.p.112
ἀπέδοσθε εἰς Αἴγυπτον, ἐκεῖνος ὃν ὁρᾶτε νῦν παρεστῶτα αὐτός εἰμι ἐγώ.“

καταπλαγέντων δ’ αὐτῶν παρ’ ἐλπίδα καὶ διεπτοημένων καὶ ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε“ | εἶπεν, „ἀμνηστίαν ἁπάντων [*](p. 75 Μ.) παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου·

αὐτοκελεύστῳ καὶ ἑκουσίῳ γνώμῃ πρὸς συμβάσεις ἐθελοντὴς ἀφῖγμαι συμβούλοις χρησάμενος δυσί, τῇ τε πρὸς τὸν πατέρα εὐσεβείᾳ, ᾧ τὸ πλεῖστον τῆς χάριτος ἀνατίθημι, καὶ τῇ φυσικῇ φιλανθρωπίᾳ, ᾗ πρὸς ἅπαντας διαφερόντως δὲ πρὸς τοὺς ἀφ’ αἵματος χρῶμαι.