De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἀποχεῖ τὴν τῶν δακρύων φοράν. εἶτ’ ἀπονιψάμενος λογισμῷ τῆς ἀνίας ἐπεκράτησε καὶ προσελθὼν εἱστία τοὺς ξένους ἀποδοὺς πρότερον καὶ τὸν ἀντὶ τοῦ νεωτάτου κατασχεθέντα εἰς ὁμηρείαν· συνειστιῶντο δὲ καὶ ἄλλοι τῶν παρ’ Αἰγυπτίοις δοκίμων.

αἱ δ’ ὑποδοχαὶ κατὰ τὰ πάτρια ἑκάστοις ἐγίνοντο, χαλεπὸν ἡγουμένου παλαιοὺς νόμους παριδεῖν, καὶ ταῦτα ἐν εὐωχίᾳ τινί, ἔνθα τῶν ἀηδιῶν αἱ ἡδοναὶ πλείους.

ἑξῆς δὲ προστάξαντος κατὰ τὰς ἡλικίας καθέζεσθαι, μήπω τῶν ἀνθρώπων ἐν ταῖς συμποτικαῖς συνουσίαις κατακλίσει χρωμένων, ἐθαύμαζον, εἰ Αἰγύπτιοι ζηλωταὶ τῶν αὐτῶν Ἑβραίοις εἰσὶ τάξεώς τε πεφροντικότες καὶ τὰς πρεσβυτέρων καὶ νεωτέρων τιμὰς διακρίνειν ἐπιστάμενοι.

τάχα μέντοι καὶ τὸν ἄλλον χρόνον, ἔφασκον, τῆς χώρας ἀμαθέστερον τὰ περὶ δίαιταν ἀγούσης, ὁ ἀνὴρ οὗτος τοῖς κοινοῖς ἐπιστὰς οὐ μόνον τοῖς μεγάλοις πράγμασιν ἥρμοσεν εὐταξίαν, δι’ ὧν τὰ εἰρήνης καὶ πολέμου κατορθοῦσθαι πέφυκεν, ἀλλὰ καὶ τοῖς εὐτελεστέροις εἶναι δοκοῦσιν, ὧν τὰ πλεῖστα ἐν παιδιαῖς· ἱλαρότητα γὰρ ἐπιζητοῦσιν εὐωχίαι σεμνὸν ἄγαν καὶ αὐστηρὸν συμπότην ἥκιστα παραδεχόμεναι.

τοιούτους ἐπαίνους ἠρέμα συνειρόντων, τράπεζαι μὲν οὐ σφόδρα πολυτελεῖς [*](1 αὑτῶν BVAH2: αὐτῶν ceteri 1. 2 ζῆ καὶ C: om. ceteri 2 ὑγιαίνοι H θεοφιλέστατε Turn., θεοφιλέστατα Cotelier Monum. Eccl. II 568) 3 ἀλλὰ (om. ἤδη) BEKMV 4 καταφανῆ A ἀποστρέφεται coni. Mang. coll. 98,14. 15 5 προφάσει CVBEKM(v) 6 καιρὸς om. Η τινι om. Α 8 ἑστιᾷ CVBEKM 9 ἀντὶ τοῦ νεωτάτου om. AO κατασχὼν F 10 δοκίμων] γνωρίμων Α 11 ἡγούμενοι F, ἡγημένου Μ post ἡγουμένου add. παρασαλεύειν H2(v) παριδεῖν Α mg. P2: om. ceteri 12 ταῦτ’ AO τινί corr. in λύειν V2, τινί om. K, λύειν ss. Κ2; κοινῇ coni. Mang. ἔνθα] ἐν αἷς F2 ἀηδιῶν scripsi: ἀνδρῶν GP1, ἀηδῶν ceteri ἐς ἧς F 13 προστάξοντος G 14 συμποτικῶν Α εἰ] οἱ GHP, εἰ οἱ AO (Mang.) 15 post Αἰγύπτιοι add. ὅπως Η ζηλωταὶ om. Α τάξεων AOFGHP τε CK: om. ceteri πεφορτικότες M 17 τῆς χώρας om. ΗΡ1 18 ἐχούσης K, ἐχούσης AO ἀγούσης post ἀμαθέστερον (17) transp. CV (Mang.) κοινῆς M 20 κατορθοῦν V1 καὶ V: καὶ ἐν CV1, κἀν ccteri (v) 21 πεδιαῖς M, παιδιαῖς H, παιδίοις ΑOFGP ἱλαρώτατον AO 22 ἄγαν om. AO συμπότην] δεσπότην K 23 εἰ καὶ κομίζονται F)

v.4.p.105
εἰσκομίζονται, διὰ τὸν λιμὸν οὐκ ἀξιώσαντος τοῦ ξενοδόχου ταῖς ἑτέρων ἀτυχίαις ἐντρυφᾶν· αὐτοὶ δ’ ἅτε σύνεσιν ἀκριβεῖς καὶ τοῦτ’ εἰς τὰ ἐγκώμια παρελάμβανον, ὡς ἀπειροκαλίαν, πρᾶγμα ἐπίφθονον, ἀπέστραπται, λέγοντες· ὡς καὶ τὸ τοῦ συναλγοῦντος τοῖς δεομένοις καὶ τὸ τοῦ ἑστιάτορος σχῆμα διασῴζει μεθόριον ἀμφοῖν τιθεὶς αὑτὸν καὶ τὴν ἐν ἑκατέρῳ μέμψιν ἐκφεύγων.

αἱ μὲν οὖν παρασκευαὶ τὸ ἀμισὲς εἶχον πρόσφοροι τῷ καιρῷ γεγονυῖαι· τὸ δ’ ἐλλιπὲς ἀνεπλήρουν αἱ συνεχεῖς φιλοφροσύναι προπόσεσιν, εὐχαῖς, παραινέσεσι ταῖς εἰς ἀνάληψιν, ἃ τοῖς ἐλευθέροις καὶ μὴ ἀμούσοις τὸ ἦθος ἡδίω τῶν ὅσα περὶ ἐδωδὴν καὶ πόσιν εὐτρεπίζουσιν οἱ φιλεστιάτορες καὶ φιλόδειπνοι τὰ μηδεμιᾶς ἄξια σπουδῆς εἰς ὀλιγοφρόνων ἐπίδειξιν πομποστολοῦντες.

Τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἕῳ μεταπεμψάμενος τὸν ἐπίτροπον τῆς οἰκίας κελεύει τὰ ἀγγεῖα τῶν ἀνδρῶν ὅσα ἐπηνέγκαντο γεμίσαι σίτου καὶ πάλιν ἐπὶ τῶν στομίων τὴν τιμὴν ἐν βαλαντίοις καταθεῖναι, εἰς δὲ τὸ τοῦ νεωτάτου καὶ τὸ κάλλιστον τῶν ἀργυρῶν ἔκπωμα, ᾧ πίνειν ἔθος εἶχεν αὐτός.

καὶ ὁ μὲν τὰ προσταχθέντα προθύμως ἐπετέλει μηδένα μάρτυρα παραλαμβάνων, οἱ δ’ οὐδὲν τῶν κρύφα γεγονότων εἰδότες ἀνεζεύγνυσαν ἐπὶ τοῖς παρ’ ἐλπίδας ἀγαθοῖς ἅπασι χαίροντες.

ἃ μὲν γὰρ προσεδόκησαν, ταῦτα ἦν· ἐπὶ κλοπῇ τοῦ ἀποδοθέντος ἀργυρίου συκοφαντίαν ἕξειν, ἀδελφὸν τὸν ὁμηρεύοντα μὴ ἀπολήψεσθαι, προσαποβαλεῖν καὶ τὸν νεώτατον ἴσως ὑπὸ τοῦ σπουδάσαντος αὐτὸν ἀχθῆναι βίᾳ κατασχεθέντα.

τὰ δ’ ἀποβάντα αἰσίων τελειότερα εὐχῶν· [*](1 ἀξιοῦντος in ras. Ο 2 δὲ V ἅτ’ ἐς σύνεσιν FG, ἅτ’ εἰς σύνεσιν AOHP τοῦτο εἰς V, τούτοις F 3 ἀπειροκαλίας F πρᾶγμ’ Α 4 καὶ τὸ V2B2MFH2: τὸ (om. καὶ) K, τὸ om. ceteri τοῦ] τοὺς O alt. τὸ τοῦ] τούτοις F 5 διασώζει C2F: διασώζειν ceteri τιθεὶς ἀμφοῖν transp. Κ, ἀμφοῖν om. BEM αὑτὸν H: αὐτὸς V2, αὐτὸ ceteri (fort. delendum) 6 ἀμιγὲς AOG 7 γεγονυῖαι BKMF: γενόμεναι V2, γεγονέναι ceteri ἐλλειπὲς C1 8 εὐχαῖς mg. Η, εὐωχαῖς λϋ in textu H ἀνάληψιν] ἀνάλωσιν Κ 9 pr. καὶ om. Ο 10 φιλεστιάτορες AOKFG: φιλοεστιάτορες ceteri (v) μηδεμιᾶς AO: μηδενὸς ceteri εἰς Κ (coni. Mang.): om. ceteri 11 ἐπίδειξιν] ἔκπληξιν coni. Mang. 14 ἐπὶ om. H τῶν om. M βαλλαντίοις CE, βαλεντίοις M 15 καὶ Κ: om. ceteri 16 προταθέντα CK 17 post παραλαμβάνων add. τῶν κρύφα γεγονότων AO δὲ V οὐδὲν post γεγονότων transp. V 18 ἀνεζεύγνυον AO ἐλπίδα V ἅπασι om. V 19 ταῦτ’ V, τοιαῦτ’ AO 20 ἕξιν M 21 προσαποβαλεῖν AFG2K2: προσαποκαλεῖν V, προσαπολεῖν CK1(v), προσαπολαβεῖν ceteri δὲ καὶ Α σπουδάζοντος ΑΟ 22 βίᾳ om. CVBEM κατασχεθέντα CV: κατασχεθέντας Κ, κατασταθέντα BEM, κρατηθέντα ceteri (v) τελεώτερα V) [*](12 sqq. Gen. cap. 44)

v.4.p.106
τὸ πρὸς τῷ μὴ συκοφαντηθῆναι τραπέζης καὶ ἁλῶν, ἃ σύμβολα γνησίου φιλίας ἀνθρώποις ἀνεύρηται, μεταλαχεῖν, τὸ κομίσασθαι τὸν ἀδελφὸν ἀνύβριστον, μηδενὸς ἐντυχόντος καὶ δεηθέντος, τὸ καὶ τὸν νεώτατον ἀγαγεῖν πρὸς τὸν πατέρα σῷον, ἐκπεφευγότας μὲν τὰς ἐπὶ κατασκόπων ὑπονοίας, ἄφθονον δὲ τροφῶν πλῆθος ἐπιφερομένους, χρηστὰ δὲ καὶ περὶ τοῦ μέλλοντος λογιζομένους· εἰ γὰρ ἐπιλίποι τἀπιτήδεια πολλάκις, ἔφασκον, οὐκέθ’ ὡς πρότερον περιδεεῖς ἀλλὰ γεγηθότες ὡς πρὸς ἴδιον ἀλλ’ οὐ ξένον τὸν τῆς χώρας ἐπίτροπον

ἀποδημήσομεν. ἀλλὰ γὰρ οὕτω διακειμένων καὶ τοιαῦτα ταῖς ψυχαῖς ἀναπολούντων, αἰφνίδιος καὶ ἀπροσδόκητος ταραχὴ καταλαμβάνει. προσταχθεὶς γὰρ ὁ τῆς οἰκίας ἐπιμελητής, ἐπαγόμενος θεραπόντων πλῆθος οὐκ ὀλίγον, κατασείων τὰς χεῖρας καὶ μένειν ὑποσημαίνων ἐβοηδρόμει.

καὶ συντείνας ἄσθματος πλήρης "ἐπεσφράγισθε" εἶπε „καὶ τὰς προτέρας καθ’ αὑτῶν αἰτίας· ἀγαθὰ κακοῖς ἀμειψάμενοι πάλιν τὴν αὐτὴν ὁδὸν τῶν ἀδικημάτων ἐτράπεσθε· τὴν τοῦ σίτου τιμὴν ὑπεξελόμενοι καὶ μεῖζον ἔτι προσεξειργάσασθε· πονηρία γὰρ τυχοῦσα ἀμνηστίας ἐπιδίδωσι.

τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου, ἐν ᾧ προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν εἰρηνικοί, οἱ μηδ’ ὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλ’ οὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν δ’ ἀεὶ τεχνάζουσα καταφωρᾶται.“

ταῦτα συνείροντος, ἀχανεῖς ἐπάγησαν, λύπης καὶ φόβου, τῶν ἀργαλεωτάτων κακῶν, ἐξαίφνης ἐπιπεσόντων, ὡς μηδὲ διᾶραι τὸ στόμα δύνασθαι· τῶν γὰρ ἀπροσδοκήτων κακῶν αἱ προσβολαὶ καὶ τοῖς δεινοῖς περὶ λόγους ἀφωνίαν ἐμποιοῦσι.

παρειμένοι δ’ ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν ἁλισκόμενοι τῷ [*](1 καὶ om. V 2 γνησίας AKP φιλίας mg. K, φιλανθρωπίας in textu Ε ἀνθρώποις om. AOP μεταλαβεῖν F 4 ἐπὶ om. HP(v) post ἐπὶ add. τῶν V 5 κατασκόποις Κ (fort. recte), ἐπισκόπων H1P δὲ om. FGHP 6 δὲ om. Α ἐπιλείποι F 7 τὰ ἐπιτήδεια CVAO ἐπιδεεῖς V 9 ἀποδημήσωμεν F, ἐπιδημήσομεν ΑV2 11 προσταχθὲν CBEKM 12 ὀλίγων AOF μένειν] μέλεσιν G 13 βοη(??)δρόμει (sic) F πλήρεις F ἐπεσφράγισθε CV1BEKM: ἐπισφραγίσασθε H1P, ἐπεσφραγίσασθε ceteri 14 καθ’ αὑτῶν προτέρας transp. Α 16 προεξειργάσασθε V, προσεξεργάσεσθε ΒΕΜ 18 προπόσεις] πρὸ πότου F προὔτεινεν M ὑμεῖς V2, ἡμῖν Α 19 μηδὲ CV 21 θήρᾳ καὶ ἁρπαγῇ coni. Wcndl. πλειόνων om. F εἰσάπαν AGP εὐοδεῖ εἰ CVBEM, εὐοδοῖ Κ: εὐοδοῦται ceteri (v) 22 δὲ CV, δ’ om. A αἰεὶ AO καταφορᾶται Α 23 ἐπεπήγεισαν AO 21 τὸ om. V 25 αἱ προσβολαὶ κακῶν transp. Α καὶ—λόγους om. V 26 ποιοῦσι H δὲ CK)

v.4.p.107
συνειδότι καθησυχάζειν "πῶς" ἔφασαν "ἀπολογησόμεθα καὶ πρὸς τίνα; σὺ γὰρ μέλλεις ἔσεσθαι καὶ δικαστὴς ὁ κατήγορος, ὃς ὤφειλες καὶ ἑτέρων αἰτιωμένων ἡμῖν συναγορεύειν ἐξ ὧν ἐπειράθης· ἢ τὸ μὲν ἀργύριον τὸ εὑρεθὲν ἐν τοῖς ἀγγείοις πρότερον οὐδενὸς ἐλέγχοντος ἐκομίσαμεν ἀποδώσοντες, τοσαύτῃ δ’ ἐχρησάμεθα τῶν τρόπων μεταβολῇ, ὡς τὸν ξενοδόχον ἀμείψασθαι ζημίαις καὶ κλοπαῖς; ἀλλ’ οὔτε γέγονε τοῦτο μήτ’ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον.

ὃς δ’ ἂν ἔχων ἁλῷ τὸ ἔκπωμα τῶν ἀδελφῶν, θνῃσκέτω· θανάτου γὰρ τἀδίκημα, εἰ γέγονεν ὄντως, τιμώμεθα διὰ πολλά· πρῶτον μὲν ὅτι πλεονεξία καὶ τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρανομώτατον, δεύτερον ὅτι τοὺς ὠφεληκότας βλάπτειν ἐπιχειρεῖν ἀνοσιώτατον, τρίτον δὲ ὅτι τοὺς μέγα φρονοῦντας ἐπ’ εὐγενείᾳ τὸ τῶν προγόνων ἀξίωμα καθαιρεῖν ἔργοις ὑπαιτίοις τολμᾶν ὄνειδος αἴσχιστον· οἷς ἅπασιν ἔνοχος ὤν, εἴ τις ἡμῶν ὑφῄρηται, θανάτων μυρίων ἄξια πεπραχὼς τελευτάτω.“

καὶ ἅμα λέγοντες τὰ ἄχθη τῶν ὑποζυγίων καθαιροῦσι καὶ προτρέπονται μετὰ πάσης ἐπιμελείας ἐρευνᾶν. ὁ δὲ οὐκ ἀγνοῶν ἐν τῷ τοῦ νεωτάτου κατακείμενον ἅτε αὐτὸς λάθρα θεὶς ἐσοφίζετο καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ πρεσβυτάτου ποιησάμενος ἑξῆς κατὰ στοῖχον ἐπακολουθῶν ταῖς ἡλικίαις ἐσκόπει, προφέροντος ἑκάστου καὶ ἐπιδεικνυμένου τὰ ἀγγεῖα, μέχρι τοῦ τελευταίου, παρ’ ᾧ καὶ τὸ ζητούμενον ἀνευρέθη, ὡς ἰδόντας ἀθρόους ἀνοιμῶξαι καὶ τὰς ἐσθῆτας διαρρήξαντας ἐκδακρύειν ἐπιστένοντας καὶ ζῶντα τὸν ἀδελφὸν ἔτι προθρηνοῦντας καὶ οὐχ ἧττον αὑτοὺς καὶ τὸν πατέρα, ὃς προὔλεγε τὰς συμβησομένας τῷ υἱῷ κακοπραγίας, δι’ ἃς βουλομένοις συναποδημεῖν τὸν ἀδελφὸν οὐκ ἐπέτρεπε.

κατηφοῦντες δὲ καὶ συγκεχυμένοι τὴν αὐτὴν ὑπέστρεφον ὁδὸν εἰς τὴν πόλιν [*](2 ἔσεσθαι] εἷναι BK1M (Mang.), om. Ε ὁ] καὶ V2H2 (Turn.) ὃς] ὧν Α ὤφελες M 3 συνηγορεύειν V ἐξ ὧν ἐπειράθης ante ἡμῖν συναγορεύειν transp. AO ἢ] οἲ OV2H2, οἱ Α 4 τὸ εὑρεθέν om. CVBEM 5 τῶν τρόπων Κ: τὸ λοιπὸν H2(v), τῶν λοιπῶν ceteri 5. 6 τοὺς ξενοδόχους F 6 ζημία AO οὔτε] οὐ CVBEKM (Mang.) ἕ μήτε CV 7. 8 ἀλῶ τὸ ἔκπωμα ἔχων transp. Κ 8 θανάτω F 9 διὰ πολλοὺς Κ 11 δὲ om. CVBEKM 14 πεπρακὼς FG λέγοντες CVBEKM: λύοντες ceteri (v) 17 ἀρχὴν om. Α 18 ἐξ ἧς F κατὰ στοῖχον om. F στοῖχον AO: στίχον ceteri (v) ἀκολουθῶν G 19 καὶ ἐπιδεικνυμένου om. AO post μέχρι add. καὶ V 20 ἀνηυρέθη C, εὑρέθη F ἀθρόως CF, ἀθρόον VBEKM 21 ἐνδακρύειν AO, δακρύειν M 22 τὸν ἀδελφὸν ζῶντα ἔτι transp. HP; τὸν ἀδελφὸν ἔτι ζῶντα Turn. αὐτοὺς VAGH2: αὐτοῦ C (Mang.), αὐτοὺς ceteri 22. 23 καὶ καὶ τὸν πατέρα] ἢ τὸν πατέρα Κ, τὰ κατὰ τόν πατέρα C (Mang.) 23 τὰς συμβησογρ. τὴν πόλιν μένους Α 25 ὁδὸν ὑπέστρεφον transp. V εἰς αἴγυπτον Κ)

v.4.p.108
ἐκπεπληγμένοι τῷ συμβεβηκότι καὶ τὸ πρᾶγμα ἐπιβουλὴν ἀλλ’ οὐ φιλαργυρίαν ἀδελφοῦ νομίζοντες· εἶτα τῷ τῆς χώρας ἐπιτρόπῳ προσαχθέντες φιλάδελφον εὔνοιαν ἀπὸ γνησίου πάθους ἐπιδείκνυνται.

προσπεσόντες γὰρ ἀθρόοι τοῖς ἐκείνου γόνασιν ὡς κλοπῇ πάντες ἔνοχοι, ὃ μηδ’ εἰπεῖν θέμις ἐπ’ αὐτῶν, ἐδακρυρρόουν, ἱκέτευον, ἑαυτοὺς ἐξεδίδοσαν, ἑκούσιον δουλείαν ὑπισχνοῦντο, δεσπότην προσηγόρευον ἐκεῖνον, προβλήτους, οἰκότριβας, ἀργυρωνήτους, οὐδὲν παραλείποντες τῶν οἰκετικῶν ὀνομάτων, ἀνεκάλουν ἑαυτούς.

ὁ δ’ ἔτι μᾶλλον ἀποπειρώμενος ἤθει βαρυτάτῳ φησὶν αὐτοῖς· „μηδέποτε τοῦτο ἐργασαίμην, ὡς τοσούτους ἀπάγειν ἑνὸς ἁμαρτόντος· τί γὰρ εἰς μετουσίαν ἄξιον καλεῖν τιμωριῶν τοὺς μὴ τῶν ἀδικημάτων κοινοπραγήσαντας; ἐκεῖνος μόνος, ἐπεὶ καὶ μόνος ἔπραξε, κολαζέσθω.