De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

οἱ δ’ οὐ χάριν ἀλλ’ ἐνέδραν ὑποτοπήσαντες ἠθύμουν καὶ βουλόμενοι πάντα τὰ ἀγγεῖα διερευνήσασθαι φόβῳ διώξεως ἄραντες ᾗ τάχιστα συνέτεινον καὶ μόνον οὐκ ἀπνευστὶ θέοντες πολυήμερον ὁδὸν ἐπιτεμόντες ἀνύουσιν.

εἶτ’ ἀλλαχόθεν ἄλλοι τὸν πατέρα οὐκ ἀδακρυτὶ περιλαβόντες ἐφίλουν ἑκάστῳ περιπλεκόμενον καὶ περιχεόμενον ἐκθύμως, καίτοι τῆς ψυχῆς ἤδη τι μαντευομένης ἀβούλητον· καὶ γὰρ προσιόντας καὶ δεξιουμένους κατενόει καὶ τὸν ὑπολειφθέντα υἱὸν ὡς ὑστερηκότα τῆς βραδυτῆτος ᾐτιᾶτο καὶ πρὸς τὰς εἰσόδους ἀπέβλεπε σπεύδων τὸν ἀριθμὸν τῶν τέκνων πλήρη θεάσασθαι.

μηδενὸς δ’ ἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον ἰδόντες "τῶν ἀβουλήτων“ ἔφασαν, "ὦ πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ὁ ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, ἡ δ’ ἀμφίβολος ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ [*](1 αὐτῶ V2GHP (v) εὐπαιδείας Κ, εὐπαιδείας AOH 2 δὲ V τελευτῆς τὰ δεσμὰ transp. AHP (v) 3 αὐτὰ corr. ex αὐτοῦ V μὴ ante προσπταίειν add. F 5 βαρυτέραις M ἐδέξαντο CV 6 ἐναργεστέρως V2 6.7 ἡ διαλαμβάνουσα φαντασία CVBEM 7 πιέζεσθαι] βιάζεσθαι Η 8 περὶ AO βαλλάντιον CE 9 καθῆκε om. M, κατέθηκε KF ἀποδιδομένην BEM 10 αὐτῶ codd. (v) 11 ὑποπτήσαντες Ο καὶ βουλόμενοι] βουλόμενοι οὖν V τὰγγεῖα HP 12 συνέτεινον M (Mang.): συνδιέτεινον ceteri μονονοὺ AOH, μόνον οὐ καὶ P, μονονουχὶ V, μονονοὺκ corr. in μονονουχὶ Κ 13 κἀπνευστὶ H ε ϊ ἀποτεμόντες AO εἶτα CV 14 παραλαβόντες Α, παραλαβόντες Ο, περιβαλόντες BEMV 15 περιπλακόμενον ΒΕ καὶ περιχεόμενον om. M περιχεόμενον ΒΕΚΑG: παραχεόμενον O, περιεχόμενον ceteri καίτοι] καί τι V2O 16 προσιόν- ων ων τὰς καὶ δεξιουμένους Α; προσιόντων καὶ δεξιουμένων v 17 καὶ τὸν Κ: καὶ om. ceteri ἀπολειφθέντα AO ὡς Κ: καὶ ὡς ceteri ὡς om. V 18 τέκνων] παίδων M 19 ἔτι om. V 20 ἀνιαρώτερος CAP, ἀνιαρότερον F τῆς om. H 22 αἰτία V)

v.4.p.101
διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι.

ὁ συμπεμφθεὶς ἡμῖν ἀδελφὸς ἐπὶ σιτωνίαν καὶ μὴ ἐπανεληλυθὼς ζῇ μέν — δεῖ γὰρ τὸν ὡς ἐπὶ τεθνεῶτι ἀπαλλάξαι σου μείζονα φόβον —, ζῶν δ’ ἐν Αἰγύπτῳ καταμένει παρὰ τῷ τῆς χώρας ἐπιτρόπῳ, ὃς εἴτ’ ἐκ διαβολῆς εἴτε καὶ ὑποτοπήσας αὐτὸς αἰτίαν ἡμῖν ὡς κατασκόποις ἐπέφερεν.

ἀπολογουμένων δὲ ὅσα ὁ καιρὸς καὶ περί τε σοῦ τοῦ πατρὸς διεξιόντων καὶ τῶν ἀπολειπομένων ἀδελφῶν, ἑνὸς μὲν τοῦ τεθνεῶτος, ἑτέρου δὲ τοῦ παρὰ σοὶ διατρίβοντος, ὃν ἔφαμεν ἔτι νέον ὄντα διὰ τὴν ἡλικίαν οἴκοι καταμεῖναι, πάντα ἀπαμπίσχοντες καὶ ἀπογυμνοῦντες τὰ τῆς συγγενείας εἰς τὸ ἀνύποπτον οὐδὲν ἠνύσαμεν, ἀλλ’ ἔφη μόνην ἂν αὐτῷ πίστιν ἀψευδοῦς ὁμολογίας γενέσθαι τὴν ὡς αὐτὸν ἄφιξιν τοῦ νεωτάτου παιδός, οὗ χάριν καὶ τὸν δεύτερον κατεσχηκέναι ῥύσιόν τε καὶ ἐνέχυρον ἐκείνου.

τὸ μὲν οὖν ἐπίταγμα πάντων ἀνιαρότατον, ὁ δὲ καιρὸς αὐτὸ προστάττει μᾶλλον τοῦ κελεύοντος, ᾧ πειστέον ἐξ ἀνάγκης διὰ τἀπιτήδεια, μόνης Αἰγύπτου χορηγούσης αὐτὰ τοῖς λιμῷ πιεσθεῖσιν.“

ὁ δὲ βαρύτατον ἀναστενάξας „τίνα πρῶτον“ εἶπεν "ὀλοφύρωμαι; τὸν παρέσχατον, ὃς οὐ τελευταῖος ἀλλὰ πρῶτος ἔλαχε τὴν τῶν συμφορῶν τάξιν; ἢ τὸν δεύτερον, ὃς τὰ δευτερεῖα τῶν κακῶν ἤρατο, πρὸ θανάτου δεσμά; ἢ τὸν νεώτατον, ὃς ἀπευκταιοτάτην ὁδὸν ἀφίξεται, ἐὰν ἄρα ἀπίῃ, ταῖς τῶν ἀδελφῶν κακοπραγίαις οὐ σωφρονισθείς; ἐγὼ δὲ κατὰ μέλη καὶ μέρη διαρτώμενος — μέρη γὰρ τέκνα γονέων — εἰς ἀπαιδίαν κινδυνεύω περιελθεῖν ὁ πολύπαις καὶ εὔπαις ἄχρι πρὸ μικροῦ νομισθείς.“

ὁ δὲ πρεσβύτατος „εἰς ὁμηρείαν“ ἔφη "σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα· [*](1 μηνύματος καὶ add. ante διηγήματος F ἡμῶν AO 2 σιτωνίᾳ AO, σιτωνεία P τὸν] τῶν V, om. F ὡς om. ΑΗ 3 ἀπαλλάξαι] ἀπελάσαι coni. Mang. σου] σε V μείζονα om. V φόβων V δὲ CVA 5 ἀπολογούμενοι et διεξιόντες (6) scribendum videtur δ’ BEM, δὲ καὶ AOG, καὶ F 6 ὁ om. AOFGHP καὶ om. AOFGHP 7 pr. τοῦ om. AO alt. τοῦ om. AO σοὶ] σοῦ BEM 8 ἔτι νέον ὄντα om. V οἴκοι scripsi: οἴκαδε codd. μεῖναι AO πάντ’ AP 9 ἀπανίσχοντες F γυμνοῦντες BEK1M εὐγενείας V 10 ἂν om. AO ὁμολογίας] ἀπολογίας conicio 11 ὡς αὐτὴν O, ἕως αὐτοῦ Α 12 κατασχηκέναι BE; κατέσχηκε coni. Wendl. ῥύσειον C 13 ἀνιαρότατον VF: ἀνιαρώτατον CGP, ἀνιαρώτερον AO, ἀνιαρότερον ceteri 14 πιστέον FH1P τὰ ἐπιτήδεια CVAO τῆς αἰγύπτου AP2 15 βαρύτατα AO, βαρύτερον Η 16 πρότερον AO εἶπε post ὀλοφύρωμαι transp. VG (ss. Κ2), om. 1 ὀλοφύρωμαι EVFG: ὀλοφύρομαι ceteri (v) 17 πρῶτον F συμφορῶν] συμφερόντων CBEM δευτερεῖα] βαρύτερα coni. Mang. 18 ἤρξατο F 19 ἀφίξεται om. F ἄρ’ Α 20 συμφορηθείς V2K2 μέρη καὶ μέλη CVFG διαιτώμενος F 23 εἰς ὁμηρείαν] ἰσομοιρίαν FGHP δίδωμι οὑς om. FGHP)

v.4.p.102
τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν, ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι.“

σφόδρα δ’ ἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν ἤδη τέθνηκεν, ὁ δ’ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν — ἦν δὲ καθ’ ἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτος — προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν.

ἐδόκει δὲ τῶν μὲν ἀναγκαίων ὑστεριζόντων — ὁ γὰρ κομισθεὶς πρότερος σῖτος ἐπιλελοίπει —, κρατοῦντος δὲ τοῦ λιμοῦ καὶ πιέζοντος, ὠνησομένους ἀπιέναι, μὴ βαδιεῖσθαι δὲ τοῦ νεωτάτου καταμένοντος· τὸν γὰρ τῆς χώρας ἐπίτροπον ἀπηγορευκέναι δίχα τούτου παραγενέσθαι. λογισάμενος δὲ ἅτε σοφὸς ἀνήρ,

ὡς ἔστιν ἄμεινον ἕνα προέσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ καὶ ἀμφιβόλῳ πρὸ τῆς ὁμολογουμένης τῶν τοσούτων ἀπωλείας, ἣν ὑπομενεῖ πᾶς οἶκος ἐνδείᾳ πιεσθείς, ἀνιάτῳ νόσῳ, φησὶν αὐτοῖς·

"ἀλλ’ εἰ τῆς ἐμῆς βουλήσεως ἐπικρατέστερα τὰ τῆς ἀνάγκης ἐστίν, εἰκτέον· ἴσως γὰρ ἴσως ἡ φύσις οἰκονομεῖ τι βέλτιον, ὃ μήπω ταῖς διανοίαις ἡμῶν παραφαίνειν ἀξιοῖ.

λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε πρὸς τὸν ἡγεμόνα [*](1 post ἐγχειρισθησόμενον add. μοι HP 3 τὸ] τοῦ AOFGHP 3. 4 τὸν ἐν δεσμοῖς ἀδελφὸν AO 4 δυνησόμενον G δὲ V 5 ἀγνοεῖν] ἀποκνεῖν conicio, ἀμφιγνοεῖν coni. Mang. δυοῖν MAOKFP ὄντοιν Κ; ὄντοιν ὁμομητρίοιν Α 6 καὶ μόνος om. F εὐλαβηθήσεται VK2 7 φοβερῶν] φερομένων F 8 εὐτολμώτατον VHP 9 ἀρχικὸν] ἀνδρικὸν AO δυνατώτατον Κ 9. 10 ἀπό τοῦ πρώτου καθ’ ἡλικίαν transp. Κ 10 ἔπεισαν Κ: εἴτε κἀν BE, εἴτε κἄν V1MFGHP1, ἤτηκαν V2 ἤνεγκαν AOP2, ἔλεγον C(v) 12 πρότερον VOHP(v) ἐπιλελοίπει CF: ἀπολελοίπει AO, ὑπολελοίπει ceteri 13 ὠνησομένους Κ: ἡνωμένους ceteri ἀπιέναι CV2F2: ἀπεῖναι ceteri 14 ἀπειρηκέναι Α 15 δ’ C; δὴ coni. Mang. 17 πιεσθεὶς ἀνιάτω νόσω BEKM: ἀνιάτῳ νόσῳ om. CV, πιεσθεὶς ἀνειπὼν ὅσον ceteri: ἀνιάτῳ νόσῳ πιεσθείς Mang. 18 βουλῆς AHP 19 ἰεικτέον (sic) C θεία ante φύσις add. V2 οἰκοδομεῖ CFGHP ταῖς ἡμετέραις διανοίαις (om. ἡμῶν) CV 20 παρεμφαίνειν BEM, παραμίνειν (sic) F 21 καὶ om. M πρόσθε CBEGP 22 σιτωνείαν HP μηδέπω K, μηδὲν (om. πω) AO 23 νῦν VAO) [*](11 sqq. (Gen. cap. 43)

v.4.p.103
καὶ σιτάρχην ἀρεσκείας, ὑφ’ οὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι.

πάντων οὖν ὅσων ἡ ἡμετέρα γῆ φέρει λαβόντες ὥσπερ τινὰς ἀπαρχὰς κομίζετε τῷ ἀνθρώπῳ καὶ δισσὸν ἀργύριον, τό τε ἀποδοθὲν πρότερον, ὃ ἴσως ἀγνοίᾳ τινὸς ἀπεδόθη, καὶ ἕτερον αὔταρκες εἰς σιτωνίαν.

ἐπιφέρεσθε μέντοι καὶ τὰς ἡμετέρας εὐχάς, ἃς πρὸς τὸν σωτῆρα ποιούμεθα θεόν, ἵνα καὶ εὐάρεστοι τοῖς ἐγχωρίοις ξενιτεύοντες ἦτε καὶ ἐπανέρχησθε σῷοι τὰς ἀναγκαίας παρακαταθήκας, υἱούς, ἀποδιδόντες πατρί, τόν τε καταλειφθέντα πρότερον ἐν δεσμοῖς καὶ ὃν συνεπάγεσθε νυνὶ νεώτατον καὶ πραγμάτων ἄπειρον.“ ἄραντες δὲ συνέτεινον εἰς Αἴγυπτον.

Εἶτ’ ὀλίγαις ὕστερον ἡμέραις ἀφικομένους ἰδὼν ὁ τῆς χώρας ἐπίτροπος ἥσθη πάνυ καὶ κελεύει τῷ τῆς οἰκίας ἐπιμελουμένῳ πολυτελὲς ἄριστον εὐτρεπίζειν καὶ τοὺς ἄνδρας εἰσάγειν ἁλῶν καὶ τραπέζης μεθέξοντας.

εἰσαχθέντες δὲ καὶ ἐφ’ ὅτῳ μὴ συναισθόμενοι διεπτόηντο καὶ συγχυθέντες ἐτόπαζον ἐπὶ κλοπῇ μέλλειν συκοφαντεῖσθαι ὡς ὑφελόμενοι τὴν τοῦ σίτου τιμήν, ἣν πρότερον ἐν τοῖς ἀγγείοις ἀνεῦρον· εἶτα τῷ τῆς οἰκίας ἐπιμελητῇ προσελθόντες ἀπελογοῦντο περὶ οὗ μηδεὶς ἐτόλμα κατηγορεῖν τὸ συνειδὸς ἰώμενοι καὶ ἅμα προφέροντες ἐπεδείκνυον τὸ ἀργύριον εἰς ἀπόδοσιν.

ὁ δὲ χρηστοῖς καὶ φιλανθρώποις λόγοις εὐθυμοτέρους αὐτοὺς ἐποίει φάσκων· „οὐδεὶς ἀσεβής ἐστιν οὕτως, ὡς τὰς τοῦ θεοῦ χάριτας συκοφαντεῖν, ὃς ἵλεως εἴη· θησαυροὺς γὰρ ἐν τοῖς ὑμετέροις ὤμβρησεν ἀγγείοις οὐ μόνον τροφὰς ἀλλὰ καὶ πλοῦτον ἐξ ἑτοίμου διδούς.“

οἱ δὲ παρηγορηθέντες ἐν τάξει διετίθεσαν ἃ οἴκοθεν ἐπηνέγκαντο δῶρα καὶ παραγενομένῳ τῷ δεσπότῃ τῆς οἰκίας προσέφερον· πυνθανομένῳ δέ, πῶς ἔχοιεν καὶ εἰ ὁ πατὴρ ζῇ, περὶ οὗ πρόσθεν [*](1 ἀφ’ BMG γνωρίζεσθε MFG 2 καταθέντας—λαβόντες (4) om. Κ1, suppl. 2 3 μὲν οὖν VK2 ὅσα OGP, ὅσον V1 4 φέρει γῆ transp. AO, φέρει om. VK2 5 τ’ A πρότερον om. G ὃ om. CH(v) post ἴσως ss. γὰρ H2(v) 7 σωτῆρα] πρα (i. e. πατέρα) AOP2 8 ἐπανέρχεσθε M, 9 υἱοῖς BEMFHP1, υἱούς om. Κ1, ss. Κ2 9. 10 καταἐπάγεσθε 10 ΗΡ1 νῦν ΒΕΚM νεώτερον G 12 ἡμέραις om. G 13 ἐπιμελουμένῳ CBKMF: ἐπιμελοπολυτελὲς οὐ σφόδρα coni. Mang. coll. 104,23 14 εἰσάγει OH οἷό 16 κλοπὴν V 17 ἐν om. V 19 ἰώμενοι C ἐπιφέροντες AO ἐπεδείκνυντο Ο, καὶ ἐπιδεικνύντες CV, ἐδείκνυον FHP(v) 20 τοῖς λόγοις V 21 οὕτως om. Κ 22 ἵλεως ὑμῖν εἴη conicio (cf. Gen. 43,22) γὰρ om. BEM 23 ἡμετέροις KOP ὤμβρισεν C 26 ἔχοιε M)

v.4.p.104
ἔλεγον, ἀποκρίνονται περὶ μὲν αὑτῶν οὐδέν, περὶ δὲ τοῦ πατρὸς ὅτι ζῇ

καὶ ὑγιαίνει. κατευξάμενος δ’ ἐκείνῳ καὶ θεοφιλέστατον προσειπών, τὸν ὁμομήτριον περιβλεψάμενος ἀδελφὸν ὡς εἶδεν, οὐ κατασχὼν ἀλλ’ ἤδη νικώμενος ὑπὸ τοῦ πάθους, πρὶν γενέσθαι καταφανής, ἐπιστρέφεται καὶ δραμὼν πρόφασιν ἐπί τι τῶν κατεπειγόντων—ἐκλαλῆσαι γὰρ τἀληθὲς καιρὸς οὐκ ἦν—ἐν μυχῷ τινι τῆς οἰκίας ἀνακλαυσάμενος