De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
πυνθάνομαι μὲν οὖν, ὅτι πρὸ τῆς πόλεως καὶ θάνατον ὡρίζετε κατὰ τοῦ ἁλόντος· ἐγὼ δ’ ἕκαστα πρὸς τὸ ἐπιεικὲς ἄγων καὶ ἡμερώτερον ἐπικουφίζω τὴν τιμωρίαν δουλείαν ὁρίσας ἀντὶ
θανάτου.“ χαλεπῶς δὲ τὴν ἀπειλὴν φερόντων καὶ ἐφ’ οἷς ἐσυκοφαντοῦντο καταδυομένων ὁ τέταρτος καθ’ ἡλικίαν — ἦν δὲ τολμητὴς μετ’ αἰδοῦς καὶ θαρραλέος, παρρησίαν τὴν ἄνευ ἀναισχυντίας ἐπιτετηδευκώς — προσελθών φησι· „δέομαι, δέσποτα, μὴ θυμῷ χαρίσασθαι μηδ’ ὅτι τέταξαι τὴν μετὰ βασιλέα τάξιν προκαταγνῶναι πρὸ τῆς ἀπολογίας ἡμῶν.
πυνθανομένῳ σοι κατὰ τὴν προτέραν ἐπιδημίαν περί τε ἀδελφοῦ καὶ πατρὸς ἀπεκρινάμεθα· πατὴρ μέν ἐστι πρεσβύτης, οὐ χρόνῳ μᾶλλον γεγηρακὼς ἢ ταῖς ἐπαλλήλοις δυστυχίαις, ὑφ’ ὧν γυμναζόμενος ἀθλητοῦ τρόπον ἐν πόνοις καὶ δυσκαρτερήτοις κακοπαθείαις [*](1 τῶν συμβεβηκότων F 3 ἔννοιαν HP ἐπιδεικνύονται AO, ἐπεδείκνυντο V2 4 κλοπῆ VBEKM: κλοπῆς ceteri μηδὲ CV 5 ἐπ’ αὐτῶν Wendl.: ἐπ’ αὐτῶ (cum proximis coniunctum) codd. 6 ὑπισχνοῦνται F προβλήτους M mg. K2, προ(??)βλήτους (σ eras.) V: προσβλήτους BE, προσηλύτους ceteri 7 παραλιπόντες VBEMAO παραλιπόντες post οἰκετικῶν transp. AO post ὀνομάτων add. ὧν CVBEKM 8 ἑαυτοὺς HP: αὐτοὺς ABEKV2, αὐτοὺς ceteri δὲ V βαθυτάτῳ coni. Mang. coll. 97,6 9 τοῦτ’ Α τοσούτους ἀπάγειν] τοσούτοις ἅπασιν ἐνέχειν CVK2BEM 10 ἁμαρτῶντος C, ἁμαρτάνοντος V τίς F 12 μὲν om. AO καὶ post ὅτι transp. AOFGHP(v) 13 ὁρίζετε GH τοῦ om. M δὲ CF 14 καὶ om. C 15 καὶ om. HP 16 δὲ om. F τολμητίας AOFGHP 17 μετὰ Β μετ’ αἰδοῦς om. M 18 προσελθὼν om. F χρήσασθαι AOFGHP (Turn.) 19 μηδὲ CV βασιλέως F, βασιλείαν C 21 τοῦ ἀδελφοῦ HP ἀδελφῶν F καὶ περὶ πατρὸς BEKM πρεσβύτερος C 22 ἀλλεπαλλήλαις ΗP 23 πόνοις] πόλοις (sic) M τληπαθείας G) [*](6 προβλήτους e Soph. Ai. 830)
κελεύοντος δὲ σοῦ ἐνθάδε τὸν ἀδελφὸν ἀγαγεῖν καὶ ἀπειλοῦντος, εἰ μὴ παραγένοιτο, μηδ’ ἡμῖν εἰς ὄψιν ἐλθεῖν ἔτι τὴν σὴν ἐπιτραπήσεσθαι, κατηφοῦντες ἀπηλλαττόμεθα καὶ μόλις οἴκαδε ἐπανελθόντες ἐδηλοῦμεν τὰ ἀπὸ σοῦ τῷ πατρί.
ὁ δὲ κατ’ ἀρχὰς μὲν ἀντέλεγε δεδιὼς σφόδρα περὶ τῷ παιδί, τῶν δ’ ἀναγκαίων ὑποσπανιζόντων καὶ μηδενὸς ἡμῶν τολμῶντος ἐπὶ σιτωνίαν ἥκειν δίχα τοῦ νεωτάτου διὰ τὰς σὰς ἐπανατάσεις, μόλις πείθεται τοῦτον συνεκπέμψαι μυρία μὲν αἰτιώμενος, ὅτι ἀδελφὸν ἄλλον ἔχειν ὡμολογήσαμεν, μυρία δ’ οἰκτιζόμενος, εἰ μελλήσει διαζεύγνυσθαι· νήπιος γάρ ἐστι καὶ πραγμάτων ἄπειρος, οὐ μόνον τῶν κατὰ τὴν ἀλλοδαπήν, ἀλλὰ καὶ τῶν κατὰ τὴν πόλιν.
πρὸς οὖν οὕτω διακείμενον τὸν πατέρα πῶς ἂν ἀφικοίμεθα; τίσι δ’ ὀφθαλμοῖς αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα; τελευτὴν οἰκτίστην ὑπομενεῖ μόνον ἀκούσας, ὡς οὐκ ἐπανελήλυθεν· εἶθ’ ἡμᾶς ἀνδροφόνους καὶ πατροκτόνους ἕκαστος ἐρεῖ τῶν φιλαπεχθημόνων καὶ ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ἐθελοκακούντων.
τὸ δὲ πλεῖστον τῆς κατηγορίας ῥυήσεται κατ’ ἐμοῦ· πολλὰ γὰρ ὑπεσχόμην τῷ πατρὶ προέσθαι παρακαταθήκην λαμβάνειν ὁμολογῶν, ἣν ἀποδώσειν, ὅταν ἀπαιτηθῶ· πῶς δ’ ἄν, εἰ μὴ ἐξευμενισθείης αὐτός, ἀποδοῦναι δυναίμην; οἶκτον δέομαι τοῦ πρεσβύτου λαβεῖν καὶ εἰς ἔννοιαν ἐλθεῖν τῶν κακῶν οἷσπερ ἀνιαθήσεται μὴ κομισάμενος ὃν [*](1 ἐστίν BEK1M: ἐστὶ παιδὶ (sic) C, ἐστὶ παιδίον ceteri στεργόμενον VA ὑπὸ] παρὰ Ο 2 ἐπειδὴ] ἐπεὶ HP ἐστιν CH alt. καὶ] καὶ γὰρ F, καὶ om. HP δυοῖν AKHP δυεῖν γενομένων ὁμομητρίων] ὁμομητρίων γὰρ δυοῖν γενομένων HP 3 ἀπελήφθη F1 4 δὲ σοῦ CK: δὲ (om. σοῦ) V, δ’ (om. σοῦ) ceteri (fort. recte) ἀπειλοῦντα G 5 εἰς ὄψιν ἡμῖν transp. HP ἔτι τὴν σὴν Κ: om. ceteri 6 οἴκαδ’ AH 7 καταρχὰς OGP 8 δὲ C 9 ὡς ante ἐπὶ add. AO σιτωνείαν HP σὰς om. F ἐπαναςάσεις Κ, ἐπαναστάσεις AHP 10 ἄλλον ἀδελφὸν transp. Κ, ἄλλον om. BEM 11 εἶχεν GH (V1 ut vid.) ἀνωμολογήσαμεν AO δὲ CV μελήσει VBEM 12 τῶν om. C 12. 13 ἀλλοδαπὴ C 13 τὴν ἰδίαν πόλιν vel τὰς πόλεις coui. Mang.; sed cf. de decal. § 13 μὲν οὖν F 14 ἄν] οὖν O, om. Α ἀφικώμεθα FG τίσι—δυνησόμεθα (15) om. BEM δὲ CVK αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα CK: θ. δ. τ. δ. (om. αὐτὸν) V, δίχα τ. δὺν. αὖ. θ. AO, δ. τ. θ. αὐ. δυν. FGHP 16 ἀνδροκτόνους (pro ἀνδροφόνους) O 17 τῖς om. A 19 γὰρ—πατρὶ om. BEM λαμβάνων O 20 ὅταν ἀπαιτηθῶ ἀποδώσειν Ο 21 δέομαί σου coni. Mang. 22 οἷς)
ἀλλὰ σὺ μὲν ὑπὲρ ὧν ἔδοξας ἠδικῆσθαι δίκας λάμβανε. δώσω δ’ ἐθελοντὴς ἐγώ· δοῦλον ἀπὸ ταύτης ἀνάγραφε τῆς ἡμέρας, ἄσμενος ὑπομενῶ τὰ τῶν νεωνήτων, ἐὰν τὸ παιδίον ἐθελήσῃς ἐᾶσαι.
λήψεται δ’ οὐκ αὐτὸς τὴν χάριν, ἐὰν ἄρα διδῷς, ἀλλ’ ὁ μὴ παρὼν ἐπικουφισθεὶς τῶν φροντίδων, ὁ τῶν τοσούτων πατὴρ ἱκετῶν ἁπάντων· ἱκέται γάρ ἐσμεν καταπεφευγότες ἐπὶ τὴν σὴν ἱερωτάτην δεξιάν, ἧς μηδέποτε διαμάρτοιμεν.
ἔλεος οὖν εἰσελθέτω σε γήρως ἀνδρὸς τοὺς ἀρετῆς ἄθλους κατὰ πᾶσαν ἡλικίαν διαπονήσαντος· τὰς κατὰ Συρίαν πόλεις εἰς ἀποδοχὴν αὑτοῦ καὶ τιμὴν ἐπέστρεψε, καίτοι ξενικωτέροις ἔθεσι καὶ νομίμοις καὶ πολὺ διεστῶσι χρώμενος, οὐ βραχεῖ τινι τῶν ἐγχωρίων ἠλλοτριωμένος· ἀλλ’ ἡ τοῦ βίου καλοκἀγαθία καὶ τὸ σύμφωνον καὶ ὁμολογούμενον πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων ἐξενίκησεν, ὡς καὶ τοὺς ἕνεκα τῶν πατρίων μὴ εὐγνώμονας μεθαρμόσασθαι.
τοιαύτην μέλλεις κατατίθεσθαι χάριν, ἧς οὐκ ἂν δύναιτό τις μείζονα λαβεῖν· τίς γὰρ ἂν γένοιτο πατρὶ δωρεὰ μείζων ἢ υἱὸν ἀπογνωσθέντα κομίσασθαι;“
Πάντα δ’ ἦσαν ἀπόπειρα καὶ ταῦτα καὶ τὰ πρότερα, πῶς ἔχουσι τοῦ τῆς χώρας ἐπιτρόπου σκοποῦντος εὐνοίας πρὸς τὸν ὁμομήτριον ἀδελφόν· ἐδεδίει γάρ, μὴ φυσικῇ τινι ἀλλοτριώσει κέχρηνται, καθάπερ οἱ ἐκ μητρυιῶν γεγονότες πρὸς τὸν ἐξ ἑτέρας ἰσοτίμου γυναικὸς οἶκον.
διὰ τοῦτο καὶ ὡς κατασκόπους ᾐτιᾶτο καὶ περὶ τοῦ γένους ἐπυνθάνετο πρόφασιν τοῦ γνῶναι, εἰ περίεστιν ὁ ἀδελφός, ἀλλὰ μὴ ἐξ ἐπιβουλῆς [*](1 ἀβουλῶν CVBEKM: ἀβουλήτως Α (prob. Mang.), ἀβούλως ceteri (v) ἐνεχείρησεν AH μὲν om. Α ἔδειξας C ἀδικεῖσθαι VAO δίκην Α 2 δὲ C ἐθελοντὶ AO 3 νεωνήτων om. F, δούλων add. F2; ἀργυρωνήτων coni. Mang. coll. 108,7 4 λήψεται scripsi: λήψη codd. δὲ CV οὐκ] οὐδ’ AO ἐᾶν] ἂν Κ 5 τοιούτων Α 6 ἱκετῶν Κ1: καὶ τῶν ceteri post ἁπάντων add. ἐκπεπτωκώς Α mg. P2 σὴν om. V 7 γοῦν AO 8 τοὺς om. F ἀρετῆς] κατ’ ἀρετὴν AO 9 πόλιν (sic) Ε αὐτοῦ codd. ἐπέτρεψε Κ 9. 10 καίτοι H2: καὶ τοὺς V2, καὶ τοῖς ceteri 1(3 χρωμένους V2 11 βραχύ τι BEKM τῶν] τοῖς GH2 τῶν χωρίων F1, τῶνδε τῶν χωρίων AOH1P, τῶν δ’ ἐγχωρίων V ἠλλοτριωμένας CV1EF, ἠλλοτριωμένοις V2H2 12 post λόγων add. σοφῶν G 13. 14 εὐγνώμονας FHP1: ὁμογνώμονας ceteri 15 τις AOFGH: om. ceteri (v) γὰρ om. M 16 υἱὸν K: τὸν ceteri 17 δὲ CV ἦσαν] ἦν conicio ἀπόπειρα om. AO ante πῶς ss. τοῦ V2K2 18 εὔνοιαν G, τἀς ἐννοίας VBEM 19 ἀλλοτριώσει] ἀκολουθία paene eras. Ο κέχρηται M, κέκτηνται G γεγονό ἶσο 20 μητρυιῶν VAOKGH1P1: μετρίων ceteri φύντες Κ ὁμοτίμου Α οἶκον om. V 21 καὶ περὶ—ἐπυνθάνετο om. BEM ἐπυνθάνετο] ἠτιᾶτο Α 22 προφάσει CVBEKM ὁ om. M)
καὶ ἐπειδὴ παρεγένετο καὶ τὸν ἀδελφὸν ἐθεάσατο, μικρὸν ὅσον ἀνεθεὶς τῆς φροντίδος, καλέσας ἐπὶ ξενίαν καὶ ἑστιῶν πολυτελεστέραις εὐώχει τὸν ὁμομήτριον παρασκευαῖς, ἀποβλέπων εἰς ἕκαστον καὶ τεκμαιρόμενος ἐκ τῆς ὄψεως, εἴ τις αὐτοῖς ὑποικουρεῖ φθόνος.
καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς τὸν συκοφαντούμενον ἀδελφόν.
ἐξ ὧν ἁπάντων ἤδη συνεπείθετο περὶ τοῦ μὴ καταστασιάζεσθαι μηδ’ ἐπιβουλεύεσθαι τὸν μητρῷον οἶκον λογισμόν τε εἰκότα καὶ περὶ τῶν αὑτῷ συμβεβηκότων ἐλάμβανεν, ὡς οὐκ ἐπιβουλαῖς ἀδελφῶν αὐτὰ μᾶλλον εἴη πεπονθὼς ἢ κατὰ πρόνοιαν θεοῦ τὰ μακρὰν ἐμβλέποντος καὶ τὰ μέλλοντα οὐχ ἧττον τῶν παρόντων ὁρῶντος.
εἶτ’ ἐπὶ συμβάσεις καὶ καταλλαγὰς ἵετο νικώμενος ὑπὸ φιλοικείου πάθους καὶ ὑπὲρ τοῦ μηδὲν ὄνειδος προσβαλεῖν τοῖς ἀδελφοῖς ἕνεκα τῆς πράξεως οὐδένα τῶν Αἰγυπτίων ἐδικαίωσε παρεῖναι κατὰ τὴν πρώτην ἀναγνώρισιν·
ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν ἐγγυτέρω σημήνας, ἵνα μηδ’ ἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ, φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν [*](1 ἕνα κατέσχε τοὺς] ἐγκατασχέτους AOGH1P, ἀκατασχέτω F ἀπαίρειν ἐάσας transp. O 2 μάλιστα CVK 3 χαλεπωτάτης F 5 ξενία C post πολυτελεστέραις add. ἐχρῆτο καὶ HP(v) εὐώχει scripsi: εὐωχεῖ K1F, εὐωχεῖται AO, εὐωχεῖτο reteri (v) 6 εἰς ἕνα ἕκαστον VK2 7 ἐποικουρεῖ KM ἀνεχομένους AOP2 9 ἄχθος M ut vid. τρίτον ὑπενόησε AO τοῦ om. G 10 ἐκπώματος Κ: om. ceteri 11 ὁ ἔλεγχος V οὑτωσὶ F οὗτος ἔμελλεν ἔλεγχος transp. Α (Mang.) γεγενῆσθαι Κ οἰκειότατος BEM 12 συνεπύθετο Η (Turn.) 13 πατρῷον AO οἶκον om. O 14 τ’ Α αὑτῶ V2: αὐτῶ ceteri 15 πέπονθεν εἴη del.) C 10 pr. τὰ om. AOFGHP βλέποντος F μεταβάλλοντα BM, με λλοντα E 17 εἶτα CV ἵετο AFG: ἵετο ceteri 18 ὑπὸ τοῦ Α φιλοικίου F προβαλεῖν BEM 19 post οὐδένα add. δὲ F 21 ἐξαίφνης om. Α ἀφεὶς Α 22 σημείνας F μηδὲ C ἄλλος om. G 23 φασὶν V1 24 μέλλον F1 ἀνακύπτειν M μόνος om. Α ἐπαμπίσχω CV) [*](17 sqq. Gen. cap. 45)
καταπλαγέντων δ’ αὐτῶν παρ’ ἐλπίδα καὶ διεπτοημένων καὶ ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε“ | εἶπεν, „ἀμνηστίαν ἁπάντων [*](p. 75 Μ.) παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου·
αὐτοκελεύστῳ καὶ ἑκουσίῳ γνώμῃ πρὸς συμβάσεις ἐθελοντὴς ἀφῖγμαι συμβούλοις χρησάμενος δυσί, τῇ τε πρὸς τὸν πατέρα εὐσεβείᾳ, ᾧ τὸ πλεῖστον τῆς χάριτος ἀνατίθημι, καὶ τῇ φυσικῇ φιλανθρωπίᾳ, ᾗ πρὸς ἅπαντας διαφερόντως δὲ πρὸς τοὺς ἀφ’ αἵματος χρῶμαι.