De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τοὺς οὖν ἀφ’ ἑκάστης δοκιμωτάτους αἱρούμενοι σιτώνας ἐξέπεμπον εἰς Αἴγυπτον· ἤδη γὰρ ἡ πρόνοια τοῦ νεανίσκου πανταχόσε διηγγέλλετο ταμιευσαμένου τροφὰς ἀφθόνους εἰς καιρὸν ἐνδείας.

ὁ δὲ τὸ μὲν πρῶτον κελεύει ἀνοιχθῆναι τοὺς σωροὺς ἅπαντας, ὑπολαμβάνων εὐθυμοτέρους παρασκευάσειν τοὺς ἰδόντας καὶ τρόπον τινὰ τὰς ψυχὰς ἀναθρέψειν πρὸ τῶν σωμάτων ἐλπίσι χρησταῖς, ἔπειτα διὰ τῶν ἐπιτραπέντων τὰς σιταρχίας ἐπώλει τοῖς ἔχουσιν ὠνητικῶς, στοχαζόμενος τοῦ μέλλοντος ἀεὶ καὶ τὸ ἐπιὸν ὁρῶν τοῦ παρόντος ἀκριβέστερον.

Ἐν δὲ τούτῳ καὶ ὁ πατήρ, ὑποσπανιζόντων ἤδη τῶν ἀναγκαίων, ἀγνοῶν τὴν τοῦ παιδὸς εὐτυχίαν ἐκπέμπει δέκα τῶν υἱῶν ἐπὶ [*](1 μηδὲ VO 2 μυρία τινῶν πονηθέντων AK1P2: μυρία πολλῶν πονηθέντων V2K2, μυριάδων πονηθέντων C, μυρίων τῶν πονηθέντων H2(v), μυρία τῶν πονηθέντων ceteri ἐπιμελὴς F 3 διελθόντων VO ἐν om. AG ηὐφόρησεν CFGHP ἀρχὴν om. F 4 συναυξανόμενον AFH(v), αὐξόμενον M 5 καὶ pr. om. F ἀεὶ om. VO 6 τῶν alt.] τὸν C 7 ὅλην τὴν οἰκουμένην (tum πᾶσαν om.) Α 8 γοῦν] γὰρ AP2, γὰρ οὖν FGP1 9 ἑρπῆνα AFHP: ἕρπητα ceteri ἕρπην λέγεται πάθος περσῶν adnot. G et mg. FH αὐτὴ AFGHP 10 τὴν κοινωνίαν AF1GHP: τῆ κοινωνία ceteri ἡλωμένων Β, ἠλωμένων E, εἱλωμένων VOK2, ἡνωμένων CK1 ὅλην AFGHP: ὅλη ceteri στιχηδόν Κ 11 ἀφ’ ἑκάστοις Α δοκιμωτάτου C αἱρούμενοι AFGHPK: αἱρουμένους CBEM(v), ἀνευρομένους VO 12 ἐξέπεμπεν M 13 πανταχόθεν ἠγγέλλετο Α ταμιευσαμένου BEM, ταμιευσαμένη HP 14 ἀνοιχθῆναι om. Α ἀνοιχθῆναι κελεύει conicio σοροὺς E1M 15 παρασκευάσαι VO, παρασκευάζειν HP 16 ἀναθρέψαι VO θεραπεύσειν ψυχὰς (om. τὰς) in textu HP, ἀναθρέψειν ψυχὰς mg. HP; ἀναθρέψειν τὰς ψυχὰς v 17. 18 στοχαζόμενοι G 18 τοῦ μέλλοντος om. V 20 καὶ om. F 21 ἐπὶ] εἰς. L(v)) [*](20 sqq. Gen. cap. 42)

v.4.p.96
σιτωνίαν τὸν νεώτατον οἴκοι κατασχών, ὃς ἦν ὁμομήτριος ἀδελφὸς τῷ βασιλέως ὑπάρχῳ.

καὶ οἱ μὲν εἰς Αἴγυπτον ἐλθόντες ἐντυγχάνουσιν ὡς ἀλλοτρίῳ τἀδελφῷ καὶ τὴν περὶ αὐτὸν ἀξίωσιν καταπλαγέντες ἔθει παλαιῷ προσκυνοῦσιν, ἤδη καὶ τῶν ὀνειράτων αὐτοῦ λαμβανόντων βεβαίωσιν.

ὁ δὲ τοὺς πεπρακότας θεασάμενος εὐθὺς ἐγνώρισεν ἅπαντας ὑπὸ μηδενὸς αὐτὸς γνωρισθεὶς τὸ παράπαν, μὴ βουληθέντος πω τοῦ θεοῦ τἀληθὲς ἀναφῆναι διά τινας ἀναγκαίας αἰτίας, ἃς τότε βέλτιον ἦν ἡσυχάζεσθαι, ἀλλ’ ἢ τὴν ὄψιν ἀλλάξαντος εἰς σεμνότερον εἶδος τοῦ τὴν χώραν ἐπιτραπέντος ἢ παρατρέψαντος τὰς ἀκριβεῖς καταλήψεις τῆς διανοίας τῶν ὁρώντων.

εἶτ’ οὐχ ὥσπερ νέος καὶ τοσαύτης ἡγεμονίας διάδοχος ἀρχὴν τὴν μετὰ βασιλέα πρώτην ἀναψάμενος, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀπέβλεπον, ἡλικίας ἀκμῇ καὶ μεγέθει τῆς ἐξουσίας ἐπαρθείς, καιρὸν ἔχων ἀμύνης ἐμνησικάκησεν, ἀλλ’ ἐγκρατῶς τὸ πάθος ἐνεγκὼν καὶ ταμιευσάμενος αὑτοῦ τῇ ψυχῇ μετὰ πολλοῦ τοῦ προμηθοῦς ἐπεμόρφαζεν ἀλλοτρίωσιν καὶ βλέμμασι καὶ φωνῇ καὶ τοῖς ἄλλοις καθυποκρινόμενος τὸν δυσχεραίνοντα "οὐδέν" εἶπεν, "ὦ οὗτοι, φρονεῖτε εἰρηνικόν, ἀλλά τις τῶν βασιλέως ἐχθρῶν κατασκόπους ὑμᾶς ἐξέπεμψεν, ᾧ κακὰς ὑπηρεσίας ὁμολογήσαντες ὑπηρετήσειν λήσεσθαι μὲν ᾠήθητε, λανθάνει δ’ οὐδὲν τῶν δρωμένων ἐπ’ ἐνέδρᾳ, κἂν βαθεῖ σκότῳ συσκιάζηται."

πειρωμένων δ’ ἀπολογεῖσθαι καὶ διεξιόντων, ὡς ἐπ’ ἀγενήτοις κατηγοροῦνται, μήτε γὰρ παρὰ δυσμενῶν ἥκειν μήτ’ αὐτοὶ τοῖς ἐγχωρίοις ἀπέχθεσθαι μηδ’ ἂν ὑπομεῖναί ποτε τοιαύτην διακονίαν, εἶναι γὰρ τὰς φύσεις εἰρηνικοὶ καὶ μεμαθηκέναι σχεδὸν ἐξ ἔτι νηπίων παίδων τιμᾶν εὐστάθειαν παρ’ ὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ πατρί, ᾧ δώδεκα γενομένων υἱῶν ἕνα μὲν

v.4.p.97
τὸν νεώτατον οὐκ ἔχοντά πω ἡλικίαν ἀποδημίας οἴκοι καταμεῖναι, δέκα δὲ τοὺς ὁρωμένους ἡμᾶς ἐνταῦθα ὑπάρχειν, τὸν δὲ λοιπὸν ἐκποδὼν γεγενῆσθαι —, ταῦτ’ ἀκούσας ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ παρὰ τῶν ἀποδομένων τί τὴν ψυχὴν ἄρα ἐπεπόνθει;

καὶ γὰρ εἰ μὴ ἐξελάλησε τότε τὸ παραστὰν πάθος, ἀλλὰ τούτοις ὑποτυφομένῳ καὶ ζωπυρουμένῳ πάντως τὰ ἐντὸς ἐκαίετο, βαθεῖ δ’ ὅμως ἤθει φησὶν αὐτοῖς· „εἰ τῷ ὄντι μὴ κατασκεψόμενοι τὴν γῆν ἀφῖχθε, πρὸς πίστιν τὴν ἐμὴν ὑμεῖς μὲν ἐνταυθοῖ διατρίψατε βραχύν τινα χρόνον, ὁ δὲ νεώτατος ἀδελφὸς ὑμῶν ἀφικέσθω μετακληθεὶς ἐπιστολιμαίοις γράμμασιν.

ἐὰν δ’ ἕνεκα τοῦ πατρὸς ἐπείγησθε ἀπιέναι φοβησομένου τάχα τὴν μακρὰν ὑμῶν διάζευξιν, οἱ μὲν ἄλλοι πάντες ἀπάρατε, καταμεινάτω δ’ εἷς ὁμηρεύσων, ἄχρις ἂν ἐπανέλθητε σὺν τῷ νεωτάτῳ· τιμωρία δὲ κατὰ τῶν μὴ πειθαρχούντων ἡ ἀνωτάτω προκείσεται θάνατος.“

καὶ ὁ μὲν τοιαῦτ’ ἀπειλήσας ὑποβλεπόμενος καὶ βαρείας ὀργῆς δείγματα παρασχὼν ὅσα τῷ δοκεῖν ἀπηλλάττετο· οἱ δὲ συννοίας καὶ κατηφείας γεμισθέντες ἐκάκιζον ἑαυτοὺς ἕνεκα τῆς πρὸς τὸν ἀδελφὸν ἐπιβουλῆς „ἐκεῖνο“ λέγοντες „τἀδίκημα τῶν παρόντων ἐστὶ κακῶν αἴτιον, τῆς ἐφόρου δίκης τῶν ἀνθρωπείων πραγμάτων ἤδη τι μηχανωμένης καθ’ ἡμῶν· βραχὺν γὰρ ἡσυχάσασα χρόνον διανίσταται τὴν ἀμείλικτον καὶ ἀπαραίτητον αὑτῆς ἐπιδεικνυμένη φύσιν τοῖς ἀξίοις κολάσεως. πῶς γὰρ οὐκ ἄξιοι;

οἳ δεόμενον καὶ ποτνιώμενον τὸν ἀδελφὸν οἱ ἀνηλεεῖς ὑπερείδομεν οὐδὲν μὲν ἐξαμαρτόντα, φαντασίας δὲ τὰς καθ’ ὕπνον διὰ τὸ φιλοίκειον ὡς συνήθεσιν ἀνενεγκόντα, ὑπὲρ ὧν οἱ θηριωδέστατοι καὶ πάντων ἀγριώτατοι [*](1 τὴν ἡλικίαν conicio 2 ἡμᾶς delendum videtur ἐνταῦθ’ VO ἐκποδῶν EH1O 3 ταῦτα CP παρὰ τῶν] πάντων VO 4 πεπόνθει MG εἰ γὰρ καὶ μὴ transp. Α 5 παριστάνον F τούτω Α (Mang.) ὑποτυφουα μένου CVO 6 πάντως] πάντα coni. Mang. 7 ἐφῖχθε C πρὸς τὴν πίστιν F 8 νεώτερος F 9 ἐφικέσθω VO δ’ om. BEM 10 ἐπείγεσθε BEKME ἀπιέναι Mang.: ἀπεῖναι codd. φοβηθησομένου Α (Mang.) 11 ἄπαντες VK2 12 ἐπαναχθῆτε AFGHP 13 ἡ AKF2H2P2: ὁ CVOBEM, om. F1GH1P1 καὶ om. M τοιαῦτα CF 14 σχὼν F τῷ] τὸ P 17 τῶν— αἴτιον pcst ἡμῶν (18) transp. Κ ἐστὶν αἴτιον κακῶν transp. AO 18 ἀνθρωπίω C. τι om. F βραχὺ F 19 ἐφησυχάσασα FHP(v) σεως αὐτῆς codd. 20 κολάζεσθαι Κ πῶς] πόσων VK2 ἄξιον HP1 οἲ C: om. ceteri 21 οἱ ἀνηλεεῖς om. Α ὑπερίδομεν C, περιείδομεν V οὐδὲν μὲν] οὐ μὲν CBEM, οὐμενοῦν VK2 22 post ἐξαμαρτόντα add. τι, ἀλλὰ (tum δὲ om.) CVBEM τὰς] τότε C φιλοίκιον Ο 23 σύνθεσιν (sic) G ἀνενέγκαντα Α καὶ πάντων ἀγριώτατοι om. F post πάντων add. ἀνθρώπων BEM (Μang.) Philonis opera vol. IV 7)

v.4.p.98
δυσχεραίνοντες ἡμεῖς οὐχ ὅσια — δεῖ γὰρ ἀψευδεῖν — εἰργασάμεθα.

τοιγαροῦν καὶ ταῦτα καὶ ἔτι χείρω τούτων πείσεσθαι προσδοκῶμεν, οἵτινες μόνοι σχεδὸν ἐξ ἁπάντων ἀνθρώπων εὐπατρίδαι λεγόμενοι διὰ τὰς πατέρων καὶ πάππων καὶ προγόνων ὑπερβαλλούσας ἀρετὰς ᾐσχύναμεν τὴν συγγένειαν ἐπιφανὲς ὄνειδος κτήσασθαι σπουδάσαντες.“

ὁ δὲ πρεσβύτατος τῶν ἀδελφῶν, ὃς καὶ ἐν ἀρχῇ, συντιθεμένων τὴν ἐπιβουλήν, ἠναντιοῦτο, „ἐπὶ δὴ πεπραγμένοις“ εἶπεν "ἀνωφελεῖς αἱ μεταμέλειαι· παρεκάλουν, ἱκέτευον, ἐξετάζων ὅσον ἐστὶ τὸ ἀνοσιούργημα, μὴ θυμῷ χαρίζεσθαι· συναινεῖν δέον, ταῖς ἀβουλίαις ἑαυτῶν εἴξατε.

τοιγαροῦν καρπούμεθα τῆς αὐθαδείας καὶ ἀσεβείας τἀπίχειρα· ζητεῖται μὲν ἡ ἐπ’ ἐκείνῳ τυρευθεῖσα ἐπιβουλή, ὁ δὲ ζητῶν οὐκ ἔστιν ἄνθρωπος,

ἀλλ’ ἢ θεὸς ἢ λόγος ἢ νόμος θεῖος.“ ταῦτα δ’ ἤκουεν ὁ πραθεὶς ἀδελφὸς ἡσυχῇ διαλαλούντων, ἑρμηνέως μεταξὺ ὄντος· καὶ νικηθεὶς ὑπὸ τοῦ πάθους, μέλλων δακρύειν, ὡς μὴ γένοιτο καταφανής, ἀποστρέφεται καὶ προχέας θερμὰ καὶ ἐπάλληλα δάκρυα καὶ πρὸς ὀλίγον ἐπικουφισθείς, τὴν ὄψιν ἀπομαξάμενος, ἐπιστρέφει καὶ κελεύει τὸν ἡλικίᾳ δεύτερον τῶν ἀδελφῶν ἐν ὄψεσι ταῖς ἁπάντων δεθῆναι, τὸν αὐτῷ [*](1 εἰργασάμεθα AOFHP: εἰργάσμεθα ceteri 2 χείρω τούτων KF: τούτων om. CV, τούτων χείρω transp. ceteri πείσεσθε Β 4 post τὰς add. τῶν AOHP 5 συγγένειαν] εὐγένειαν Κ1 (fort. recte) 6 τῶν ἀδελφῶν] ἀδελφὸς AO καὶ om. F συντεθειμένων CV 6. 7 τῆ βουλῆ ΑΟV2, τὴν βουλὴν V1 7 post ἠναντιοῦτο add. παρεκάλει F ἐπὶ δὴ Mang.: ἐπὶ Κ, ἐπειδὴ ceteri 8 παρεκάλουν om. F παρεκάλει, ἱκέτευεν BEMGHP, ἱκέτευεν etiam F ἐξέταζον C 9 χαρίσασθαι AOF συναινῶν H1P δέον] δὲ O συναινεῖν δέον] δέον συναινεῖν F, παρῄνουν, ἀλλ’ ὑμεῖς V2 αὐτῶν F 10 ἀσεβείας καὶ αὐθαδείας transp. AO τὰ ἐπίχειρα CAG 12 ταῦτ’ ἤκουεν (om. δ’) V ἤκουσεν Α 13 ἡσυχῆ—μεταξὺ] ἐν ὄψεσι—κατάλληλον (17—99,1) Ο κινηθεὶς MAOF 14 δακρύειν CVBEKM: ἐνδακρύειν ceteri (v) καταφανεὶς Ο 16 ἀπομαρξάμενος Ο 17 ἐν ἡλικία F ταῖς Κ: τῶν ceteri) [*](16—99,8 Procop. Gaz. comment. in Gen. 42,24 (Wendland Neu entd. Fragm. Philos p. 91 = Migne P. G. t. 87,1 p. 179 inf.): τὸν δὲ ἐν ἡλικία δεύτερον τὸν Συμεὼν ὁ Ἰωσὴφ δεθῆναι προσέταξεν ὡς αὐτῷ κατάλληλον· ὁ γὰρ ἐν πλείοσι δεύτερος ἰῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος· ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν· εἰ γὰρ δεύτερος ὢν συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ συμβουλεύσαντι, ἴσως ἄν συμπνευσάντων ἀλλήλοις τῶν πρώτων καὶ διὰ τοῦτο τιμιωτάτων κεκώλυτο τὸ πλημμέλημα. Isidor. Pelus. Epist. III, 115 (Migne P. G. t. 78 p. 820): ἐπειδὴ γέγραφας, δι’ ἣν αἰτίαν τοὺς ἄλλους ἀδέλφ’ οὑς παρεὶς ὁ Ἰωσὴφ τὸν Σιμεῶνα μόνον ἐκέλευσε δεθῆναι, ὅμηρον τῆς τῶν ἀδελφῶν ἐπανόδου γενησόμενον, φημί· ἐπειδὴ τῶν τὴν τραγῳδίαν ἐκείνην κατ’ αὐτοῦ δραματουργησάντων Κορυφαιότατος ἣν. εἰ γὰρ ἐφράξατο μετὰ τοῦ πρεσβυτάΤου τοῦ γνώμην ἀρίστην εἰσηγησαμένου, ἴσως ἂν καὶ τὴν ἐπιβουλὴν ἀνέτρεψεν·)

v.4.p.99
κατάλληλον — ὁ γὰρ ἐν πλείοσι δεύτερος τῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος —·

ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν μόνον οὐ συνταγματαρχῶν καὶ τοὺς ἄλλους ἀλείφων ἐπὶ δυσμένειαν· εἰ γὰρ συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ καὶ φιλάνθρωπα βουλευομένῳ, νεώτερος μὲν ἐκείνου, τῶν δ’ ἄλλων πρεσβύτερος ὤν, ἴσως ἂν ἴσως ἐπεσχέθη τἀδίκημα, τῶν τὴν ἀνωτάτω τάξιν καὶ τιμὴν ἐχόντων συμπνεόντων καὶ ὁμογνωμονούντων περὶ πράγματος, ὃ καὶ καθ’ αὑτὸ πολλὴν ῥοπὴν συνεφείλκετο·

νυνὶ δ’ ἀποστὰς τῆς ἡμέρου καὶ ἀμείνονος τάξεως πρὸς τὴν ἀνήμερον καὶ χαλεπὴν ηὐτομόλησε καὶ ταύτης ἀποδειχθεὶς ἡγεμὼν οὕτως ἐθάρσυνε τοὺς συνεφαπτομένους τοῦ παρανομήματος, ὡς ἀνενδότως τὸν ἐπίληπτον ἆθλον διαθλῆσαι. διὰ ταῦτ’ ἐξ ἁπάντων μόνος οὗτος δεθῆναί μοι δοκεῖ.

οἱ δ’ ἄλλοι τὴν οἴκαδε ἐπάνοδον ἤδη παρευτρεπίζονται, κελεύσαντος τοῦ τῆς χώρας ἐπιτρόπου τοῖς πυροπωλοῦσι τὰ ἀγγεῖα τῶν ἀδελφῶν ὡς ξένων ἅπαντα πληρῶσαι καὶ ἣν ἔλαβον τιμὴν ἐπὶ τῶν στομίων λάθρα καταθεῖναι μὴ προειπόντας οἷς ἀπεδίδοσαν καὶ τρίτον τι προσεπιδαψιλεύεσθαι τροφάς, αἳ γένοιντ’ ἂν ἱκαναὶ κατὰ τὴν ὁδόν, ἐξαιρέτους ὑπὲρ τοῦ παραπεμφθῆναι τὴν σιτωνίαν ἀμείωτον.

ὁδοιπορούντων δὲ καὶ τὸν ἐν δεσμοῖς ἀδελφὸν ὡς εἰκὸς οἰκτιζομένων, οὐχ ἧττον δ’ ἐπὶ τῷ πατρὶ κατηφούντων, εἰ πάλιν ἀκούσεται συμφορᾶς, καθ’ ἑκάστην [*](2 τὴν om. ΑΟ 3 μοῖραν] τιμωρίαν HP ἡμαρτηθέντων H 4 δυσμένειαν V2KO: δυσμενείᾳ ceteri (v) 4. 5 πρεσβυτάτω mg. H, πρώτω in textu H 5 ἐκεῖνος HP1 6 ἂν] μὲν HP 8 καθ’ αὑτὸ VK: καταυτὸ C, κατ’ αὐτῶν ceteri συνεφείλκυστο V; ἄν ἐφείλκετο coni. Mang. δὲ C 11 ἐφαπτονομή μένους BEKM παραπτώματος C ἀνενδότως CVBEKM: ἀνενδοιάστως ceteri τὸν om. Κ ἐπίληπτον AFP2: ἀνεπίληστον CV2K2, ἀνεπίληπτον ceteri 12 διανύσαι ΑΟ ταῦτα ΑΟ, τοῦτ’ MK δεθῆναι οὗτος transp. F δοκῶ AO 13 οἴκαδ’ P παρευτρεπίζονται V: παρηυτρεπίζοντο ceteri καὶ ante κελεύσαντος add. Κ 14 πυρροπωλοῦσι M, πυροπολοῦσι G 15 ἅπαν M 16 προειπόντας CBEKM: προειπόντος V1, προειπόντες V2, προσειπόντας ceteri οἷς] ὡς coni. Μang. τρίτον τι CVBEKM: τι om. ceteri; τρίτον ἔτι coni. Wendl. 16. 17 προσεπιδαψιλεύεσθαι Κ: προσδαψιλεύσασθαι V2, προσδαψιλεύεσθαι ceteri 17 κατὰ CVBEKM: καὶ κατὰ ceteri ἐξαιρέτους C: om. ΒΕΚM, ἐξαρκέσαι V2 ss. Κ2, ἐξαιρέτως ceteri 18 σιτωνείαν HP, σρίαν (i. e. σωτηρίαν) Κ 19 δὲ V 20 ἀκούσειε P συμφοράς Α) [*](ἐκείνου μὲν γὰρ νεώτερος ἦν δεύτερος ὢν καθ’ ἡλικίαν, τῶν δ’ ἄλλων πρεσβύτερος, καὶ εἰκὸς ἦν καὶ τοὺς ἄλλους ἡ φοβηθέντας ἢ δυσωπηθέντας τὴν τῶν πρεσβυτάτων γνώμην σβέσαι τὴν ἐπιβουλήν, καὶ μάλιστα καὶ τοῦ τετάρτου ἀγανακτοῦντος ἐπὶ τοῖς γινομένοις καὶ αὐτοῦ τοῦ πράγματος ἔχοντος πολλὴν ῥοπὴν πρὸς τὸ μὴ πραχθῆναι.)

v.4.p.100
ὁδὸν ἐλαττουμένης καὶ ἀποκειρομένης αὐτοῦ τῆς εὐπαιδίας, καὶ λεγόντων "ἀλλ’ οὐδὲ πιστεύσει δεδέσθαι, πρόφασιν δ’ εἶναι τὰ δεσμὰ τελευτῆς ὑπολήψεται διὰ τὸ τοὺς ἅπαξ πληγέντας εἰς τὰ αὐτὰ προσπταίειν“, ἑσπέρα καταλαμβάνει καὶ τῶν ὑποζυγίων καθελόντες τὰ ἄχθη τὰ μὲν ἐπεκούφιζον, αὐτοὶ δὲ βαρυτέρας ταῖς ψυχαῖς φροντίδας ἐδέχοντο· φιλεῖ γὰρ ἐν ταῖς ἀναπαύλαις τῶν σωμάτων ἐναργεστέρας τῶν ἀβουλήτων ἡ διάνοια λαμβάνουσα φαντασίας χαλεπῶς ἄγαν θλίβεσθαι καὶ πιέζεσθαι.

λύσας δέ τις ἓν ἀγγεῖον ὁρᾷ παρὰ τῷ στομίῳ βαλάντιον ὑπόμεστον ἀργυρίου καὶ διαριθμησάμενος εὕρισκεν ὅσην τοῦ σίτου καθῆκε τιμὴν ἀποδεδομένην αὑτῷ καὶ καταπλαγεὶς τοῖς ἀδελφοῖς ἀνέφερεν.