De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
καὶ ὥσπερ ἐν ταῖς πομπαῖς τὰ πρῶτα παρέρχεται φεύγοντα τὰς ὄψεις κἀν τοῖς χειμάρροις τὸ φερόμενον ῥεῦμα φθάνει παραδραμὸν ὀξύτητι τάχους τὴν κατάληψιν, οὕτω καὶ τὰ ἐν τῷ βίῳ πράγματα φερόμενα καὶ παρεξιόντα φαντάζεται μὲν ὡς ὑπομένοντα, μένει δ’ οὐδ’ ἐπ’ ἀκαρές, ἀλλ’ ἀεὶ ὑποσύρεται.
καὶ οἱ ἐγρηγορότες, ὅσα γε πρὸς τὸ ἐν ταῖς καταλήψεσιν ἀβέβαιον οὐδὲν τῶν κοιμωμένων διαφέροντες, ἀπατῶντες ἑαυτοὺς ἱκανοὶ νομίζουσιν εἶναι τὰς φύσεις τῶν πραγμάτων ἀπλανέσι λογισμοῖς ὁρᾶν· οἷς ἑκάστη τῶν αἰσθήσεων εἰς ἐπιστήμην ἐμπόδιος, δεκαζομένη θεάμασιν, ἀκούσμασι, χυλῶν ποιότησιν, ἀτμῶν ἰδιότησι, πρὸς ἅπερ ἀποκλίνουσα συνεφέλκεται καὶ τὴν ὅλην ψυχὴν οὐκ ἐῶσα ὀρθοῦσθαι καὶ ἀπταίστως οἷα διὰ λεωφόρων ὁδῶν προέρχεσθαι· τὸ δ’ ὑψηλοτάπεινον καὶ μεγαλόμικρον καὶ πᾶν ὅσον ἀνισότητι καὶ ἀνωμαλίᾳ συγγενὲς ἀπεργάζεται καὶ σκοτοδινιᾶν
ἀναγκάζει καὶ πολὺν ἐμποιεῖ ἴλιγγον. τοσαύτης οὖν ταραχῆς καὶ ἀταξίας ἔτι δὲ ἀσαφείας γέμοντος τοῦ βίου, παρελθόντα δεῖ τὸν πολιτικὸν ὥσπερ τινὰ σοφὸν τὴν ὀνειροκριτικὴν τὰ μεθημερινὰ ἐνύπνια καὶ φάσματα τῶν ἐγρηγορέναι δοκούντων διακρίνειν εἰκόσι στοχασμοῖς καὶ εὐλόγοις πιθανότησι περὶ ἑκάστου ἀναδιδάσκοντα, ὅτι τοῦτο [*](1 καθελκόμενα conioio δὲ CVO 2 μηδὲ ἓν VO περιελθεῖν VOK 4 καὶ pr. om. Κ φαντάσμασι VO 5 πρῶτα] τοιαῦτα Α φυγόντα VO πράγματα κἀν] καὶ C 7 πάντα Κ φαντάζει V2 8 οὐδ’] οὐκ VOF ἐπ’ om. M ἀλλ’ ἀεὶ ὑποσύρεται AFGHP: ἀλλά καὶ ὑποσύρει γε ceteri 9 πρὸς τὸ om. Α ἐν om. VO ἀβέβαιοι Α 10 διαφέρουσιν V2K2 ἀπαντῶντες F, ἀπατῶμεν CBEKM, ἀπατώμενοι VO ἑαυτοὺς om. F ἱκανοὺς V2O νομίζουσιν AFGHP: νομίζοντες ceteri 12 ἐμπόδιον VO δικαζομένη P, δεκαζομένη Η, δελεαζομένη G (v), δελεαζόμενοι F 12. 13 ἀκούσμασι (sic) Κ: om. ceteri 13 χὑλῶν Α, χιλῶν VO, χυμῶν P ποιότησιν V2O: om. ceteri ante ἀτμῶν add. καὶ mg. H 14 ὀρθοῦσθαι] ὀρθῶς Α 15 λεωφόρου ὁδοῦ VO προέρχεσθαι ὁδῶν transp. G τὸ] τῶ BEKMVO ὑψηλοτάπεινον καὶ μεγαλόμικρον AFGHP: ὑψηλὼ ταπεινὸν καὶ μεγάλω μικρὸν ceteri 16 ἀνισότησι Κ, ἀνισότητα F, ἰσότητι ΒΕΜ καὶ tert. om. HP (v) 17 ἰλιγμόν F 18 ἀταξίας καὶ ταραχῆς transp. HP ἀταξίας] ἀταραξίας BEKM, συγχύσεως Ο δὲ] δὲ καὶ AFGHP γέμοντος] γενομένης G 19 δεῖ V2, δὴ V1 πολιτικὸν mg. Η, ὀρειροκριτικὸν in textu H μεθημερινὰ] μεθ’ ἡμέραν VOHP(v) 20 φαντάσματα AE 20. 21 στοχασμοῖς] λογισμοῖς Α 21 ἑκάστων conicio διδάσκοντα L (Turn.))
καὶ ἔτι πρὸς τούτοις ἀλλότριον τοῦτο, μὴ ἐπιθύμει· ἴδιον τοῦτο, χρῶ μὴ παραχρώμενος· περιουσιάζεις, μεταδίδου· πλούτου γὰρ τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ’ ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ· ὀλίγα κέκτησαι, μὴ φθόνει τοῖς ἔχουσι· πένητα γὰρ βάσκανον οὐδεὶς ἂν ἐλεήσαι· εὐδοξεῖς καὶ τετίμησαι, μὴ καταλαζονεύου· ταπεινὸς εἶ ταῖς τύχαις, ἀλλὰ τὸ φρόνημα μὴ καταπιπτέτω· πάντα σοι κατὰ νοῦν χωρεῖ, μεταβολὴν εὐλαβοῦ· πταίεις πολλάκις, χρηστὰ ἔλπιζε· πρὸς γὰρ τἀναντία τῶν ἀνθρώπων αἱ τροπαί.
σελήνη μὲν γὰρ καὶ ἥλιος καὶ ὁ σύμπας οὐρανὸς σαφεῖς καὶ ἀριδήλους ἔχει τὰς τρανότητας, ἅτε πάντων τῶν κατ’ αὐτὸν ὁμοίων μενόντων καὶ τοῖς τῆς ἀληθείας αὐτῆς μετρουμένων κανόσιν ἐν τάξεσιν ἐναρμονίοις καὶ συμφωνιῶν ταῖς ἀρίσταις, τὰ δ’ ἐπίγεια πολλῆς ἀταξίας γέμοντα καὶ ταραχῆς ἀσύμφωνα καὶ ἀνάρμοστα, ὡς κυριώτατα φάναι, ὅτι ταῦτα μὲν βαθὺ σκότος κατείληφεν, ἐκεῖνα δ’ ἐμφέρεται τηλαυγεστάτῳ φωτί, μᾶλλον δ’ αὐτὸ φῶς ἐστιν εἱλικρινέστατον καὶ καθαρώτατον.
εἰ γοῦν βουληθείη διακύπτειν εἴσω τις τῶν πραγμάτων, εὑρήσει τὸν οὐρανὸν ἡμέραν αἰώνιον, νυκτὸς καὶ πάσης σκιᾶς ἀμέτοχον, ἅτε περιλαμπόμενον ἀσβέστοις καὶ ἀκηράτοις ἀδιαστάτως φέγγεσιν.
ὅσῳ τε διαφέρουσιν οἱ παρ’ ἡμῖν [*](1 κἀκεῖνο Α τοῦτ’ AVO 2 τοὐναντίον] ἐκεῖνο HP τἄλλα ABFH ταυτὶ A φρόνημα F1 3 καὶ—ἀνωφελές] τὸ φιλάνθρωπον, καὶ πάλιν conicio 4 τὸ ἀγεννές om. Α ἀγενές GVHP τὸ ἀσύμφορον, τὸ βλαβερόν CVO: τὸ βλαβερόν, τὸ ἀσύμφορον transp. ceteri 5 ἐπιθυμεῖν C 6 περιουσίας μεταδίδου Α 7 βαλλαντίοις C, βαλαντίῳ Α 8 γὰρ Κ: om. ceteri 10 φρόνιμα BM νοῦν] ῥοῦν VO 11 παίεις F 12 ἀνθρωπίνων vel ἀνθρωπείων coni. Mang. ὁ ἥλιος Α 14 τῶν κατ’ αὐτὸν ὁμοίων BEKM: ὁμοίων ὁμοίως V2O τῶν κατ’ αὐτὸν ceteri post αὐτῆς add. αὐτοῖς V2 16 δὲ C πολλῆς] πολλάκις Α 17 ὅτι om. G 18 δ’ pr.] δὲ BEKMVO αὐτὸ scripsi: αὐτὰ codd. 19 βουληθείην M, βουληθῇ H 20 τις post εἴσω om. VO, post βουληθείη (19) add. V2O, ante εἴσω transp. F τῶν om. F 21 σκιᾶς] κακίας Α 22 ἀκηράτοις Κ1: ἀκρίτοις VOK2, ἀκράτοις ceteri ἀδιαστάκτως Ο, ἀδιαστάτοις C; #x003E; ἀδιαστάτοις coni. Mang. φέγγουσιν (sic) BE) [*](6—7 DP fol. 180r et 186v DV p. 481 et 502 Mel. Barocc. fol. 17r Flor. Par. Nr. Max. Ecl. c. 12 Anton. Mel. I 31 Col. 884 Φίλωνος DM fol. 173v Νήλου et fol. 178v DR fol. 169r Φίλωνος Ἑβραίου loann. Georgides in Laur, VII 15 fol. 82r Φίλωνος): πλούτου τὸ κάλλος—ἐπικουρίᾳ.)
οὐδὲν παγίως καὶ βεβαίως ἱκανὰ καταλαμβάνειν ἐστί. συμβολικῶς μέντοι καὶ ἐπὶ τὸ δευτερεῖον τῶν βασιλικῶν ἁρμάτων ἀναβαίνειν λέγεται δι’ αἰτίαν τοιάνδε· ὁ πολιτικὸς τὰ δευτερεῖα φέρεται βασιλέως· οὔτε γὰρ ἰδιώτης ἐστὶν οὔτε βασιλεύς, ἀλλ’ ἀμφοῖν μεθόριος, ἰδιώτου μὲν ὢν κρείττων, ἐλάττων δ’ εἰς ἀρχὴν αὐτεξούσιον βασιλέως, τῷ δήμῳ βασιλεῖ χρώμενος, ὑπὲρ οὗ πάντα πράττειν προῄρηται καθαρᾷ καὶ ἀδολωτάτῃ πίστει.
φέρεται δὲ ὡς ἐφ’ ἁρματείου δίφρου μετέωρος ὑπό τε τῶν πραγμάτων καὶ τῶν ὄχλων εἰς ὕψος αἰρόμενος, καὶ μάλισθ’ ὅταν κατὰ νοῦν ἕκαστα μικρὰ καὶ μεγάλα χωρῇ, μηδενὸς ἀντιπνέοντος μηδ’ ἀντιστατοῦντος, ἀλλ’ ὡς ἐν εὐπλοίᾳ πάντων σωτηρίως ὑπὸ θεοῦ κυβερνωμένων. ὅν τε δίδωσιν ὁ βασιλεὺς δακτύλιον, ἐναργέστατον δεῖγμα πίστεώς ἐστιν, ἣν πεπίστευκεν ὅ τε βασιλεὺς δῆμος τῷ πολιτικῷ καὶ ὁ πολιτικὸς τῷ βασιλεύοντι δήμῳ.
ὁ δὲ περὶ τὸν τράχηλον χρυσοῦς κύκλος εὐδοξίαν ὁμοῦ καὶ κόλασιν ἔοικεν ὑποσημαίνειν· ἕως μὲν γὰρ τὰ κατὰ τὴν πολιτείαν εὐοδεῖ πράγματα αὐτῷ, γαῦρός ἐστι καὶ σεμνὸς [*](1 τοσοῦτον VO ἅπασι Κ 2 ἐγρηγόρσει CAVOK: ἐγρηγορῶσι F, ἐγρηγορόσι ceteri ἀκοιμήτῳ CK: ἀκοιμήτως ceteri 3 ἀπταίστους] ἀπαύστους L (Turn.) 5 εὐθυτενῶς Κ: εὐθυγενῶς CVO, εὐθυτενὲς Α, εὐθυγενὲς ceteri τὴν ψυχὴν V2O 6 παραπταίειν F, παραπαίειν Κ 7 ἀναγκαζόμενα CV1BEK1M: ἀναγκαζομένη ceteri 7. 8 ὑστερίζοντα CV1BEK1M: ὑστερίζουσα ceteri 8 οὐδὲ BEM καὶ] οὐ Α ἱκανὴ AV2K2H2 9 μέν σοι F δευτέριον C 10 λέγεται] δέχεται F εἰ δευτερία C φέρεται Κ, φέρει τοῦ V2O 11 βασιλείας Α alt. οὔτε] ἅτε A 12 ὢν otn. Α αὐτεξούσιον CBEK1M: αὐτεξουσίου ceteri 13 τῷ—χρώμενος] ἰδιώτου μὲν ὢν κρείττων repet. G πράττειν om. Α προείρηται A 14 ἀδολωτάτω Α δ’ CAVO ἁρματείου AV2O: ἁρματίου ceteri 15 ὄχλων] ὅλων Α εἰς om. F ὕψϊ F 16 νοῦν] ῥοῦν BEKM ἕκαστα om. Ο μικρά τε BEKMO καὶ om. M χωρήση Α 18 τε] δὲ Α (Mang.) 19 δεῖγμα om. FG ἐστι AFP ἣν] καὶ AFGHP βασιλικὸς F 20 καὶ AFGHP: καὶ ἵν ceteri βασιλικῶ ὄντι VOK2 περὶ] πρὸς Α 21 κύκλος] κλοιὸς coni. Mang. 22 τὴν om. P εὐοδεῖ BEKMVOP: εὐοδῇ C, εὐοδεῖται FGH1 (Mang.), εὐοδοῦται AH2 (Turn.) πράγματ’ F αὑτῶ Ο, αὐτῶν Η)
Ἤκουσα μέντοι καθ’ ἑτέραν ἰδέαν τροπικώτερον τὰ περὶ τὸν τόπον ἀκριβούντων. ἦν δὲ τοιάδε· τὸν βασιλέα τῆς Αἰγύπτου τὸν ἡμέτερον νοῦν ἔλεγον εἶναι, τὸν τῆς καθ’ ἕκαστον σωματικῆς χώρας ἡγεμόνα, ὃς οἷα βασιλεὺς ἀνῆπται τὸ κράτος.
ᾧ γενομένῳ φιλοσωμάτῳ τρία τὰ πλείστης ἀξιούμενα σπουδῆς διαπονεῖται, σιτία καὶ ὄψα καὶ ποτά, παρὸ καὶ τρισὶ χρῆται τοῖς τῶν λεγομένων ἐπιμεληταῖς, ἀρχισιτοποιῷ καὶ ἀρχιοινοχόῳ καὶ ἀρχιμαγείρῳ· πρυτανεύει γὰρ ὁ μὲν τὰ περὶ ἐδωδήν, ὁ δὲ τὰ περὶ πόσιν, ὁ δ’ ἐπιτέτακται τοῖς περὶ αὐτὰ τὰ ὄψα ἡδύσμασιν.
πάντες δέ εἰσιν εὐνοῦχοι, ἐπειδὴ ὁ φιλήδονος ἄγονός ἐστι τῶν ἀναγκαιοτάτων, σωφροσύνης, αἰδοῦς, ἐγκρατείας, δικαιοσύνης, ἁπάσης ἀρετῆς· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ, ὡς ἀρετῇ ἡδονή, δι’ ἣν ἀλογοῦσιν οἱ πολλοὶ ὧν μόνον ἄξιον πεφροντικέναι, ταῖς ἀκαθέκτοις ἐπιθυμίαις χαριζόμενοι καὶ οἷς ἂν προστάττωσιν εἴκοντες.
ὁ μὲν οὖν ἀρχιμάγειρος οὔτ’ εἰς δεσμωτήριον ἀπάγεται οὔτε τινὶ περιπίπτει λύμῃ διὰ τὸ μὴ σφόδρα τῶν ἀναγκαίων εἶναι τὰς παραρτύσεις οὐχ ἡδονὰς οὔσας ἀλλ’ εὔσβεστα ἡδονῶν ὑπεκκαύματα, δύο δὲ τῶν περὶ τὴν ἄθλιον γαστέρα πραγματευομένων, ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος, ἐπειδὴ τὰ [*](2 οὐχ ὑπαίτιον VO 3 οὑδέ Κ ἧττον BEKMV2O: κρεῖττον ceteri 4 μονονοὺ (κ eras.) V, μονονοὺ GO, μονονοὺ καὶ Κ περιαυχένα K, αὐχένα M κύκλον om. F 5 σοι om. BEM ἀγχόνης OV, om. O 6 ἀποτυγχανόντων BEKM 7 post μέντοι ss. καὶ H2 (v) τροπικωτέραν Α τὰ] τῶν Α 8 τὸν τόπον V2, τῶν τόπων V1 τύπον ex τόπον corr. H 9 νοῦν] λογισμὸν Α εἶναι om. Α 10 ὃς] ὧ corr. Η βασιλεῖ corr. Η ἀνῆπτε FG, ἀνῆπτον Η ὧ C2VOK: ὡς ceteri γενομένου Α, γινομένω H(v) φιλοσωμάτου Α 11 τρία CVOK: τρία γὰρ ceteri φιλοπονεῖται Α 12 παρ’ ὅσον VO μεληταῖς K 13 καὶ pr. om. Α τὰ om. CVO 14 δὲ CVO ἐπιτέτραπται Α 15 ἐδέσμασι F δ’ BEMA εὐνοῦχοι δὲ εἰσι πάντες transp. HP, εὐνοῦχοι δὲ πάντες εἰσίν Κ φιλόδημος CBEMA 17 πάσης BEM ἀρετὴ ἡδονὴ V1M, ἀρετὴ ἡδονῆς C 18 post ὧν add. ἀγαθῶν VO, ss. Κ2 μόνων AV2K2O 19 καὶ—εἴκοντες om. C προστάττωσιν AK: πράττωσιν FGHP, προστάγμασιν BEMV1, ὦσι πράγμασι V2O εἴκοντες] εἰρηκότες BEMV1, προστετηκότες V2O 22 ἄσβεστα AKO, αὐτάς (sic) BEM: αὖ τὰ coni. Mang. ἀθλίαν K1 (fort. recte) 23 ἀρχισιτοποιοῦ καὶ ἀρχιοινοχόου V2O)
διαφορὰ δὲ κἀν ταῖς κολάσεσιν, ὅτι διάφορος ἡ χρεία, σιτίων μὲν ἀναγκαιοτάτη, οἴνου δὲ οὐ πάνυ χρησίμη· καὶ γὰρ ἀκράτου δίχα ζῶσιν ἄνθρωποι ναματιαίῳ ὕδατι ποτῷ χρώμενοι.
δι’ ἣν αἰτίαν πρὸς μὲν τὸν ἀρχιοινοχόον γίνονται καταλλαγαὶ καὶ συμβάσεις ὡς ἂν ἁμαρτόντα περὶ τὸ ἔλαττον μέρος, ἀσύμβατα δὲ καὶ ἀκατάλλακτα τὰ πρὸς τὸν ἀρχισιτοποιόν ἐστιν ἄχρι θανάτου λαμβάνοντα τὴν ὀργὴν ὡς ἂν περὶ τὸ μέγιστον ἀδικήσαντα· τελευτὴ γὰρ ἕπεται σιτίων σπάνει· οὗ χάριν καὶ ὁ περὶ ταῦτ’ ἐξαμαρτὼν εἰκότως θνῄσκει κρεμασθείς, ὅμοιον κακὸν ᾧ διέθηκε παθών· καὶ γὰρ αὐτὸς ἀνεκρέμασε καὶ παρέτεινε τὸν πεινῶντα λιμῷ.
Τοσαῦτα καὶ περὶ τούτου. ὁ μέντοι βασιλέως ὕπαρχος κατασταθεὶς καὶ τῆς Αἰγύπτου τὴν ἐπιμέλειαν καὶ προστασίαν λαβὼν ἐξῄει γνωρισθησόμενος ἅπασι τοῖς ἐγχωρίοις καὶ τοὺς λεγομένους νομοὺς ἐπιὼν κατὰ πόλεις πολὺν αὑτοῦ πόθον ἐνειργάζετο τοῖς ὁρῶσιν, οὐ μόνον ταῖς ὠφελείαις, ἃς ἑκάστοις παρεῖχεν, ἀλλὰ καὶ ταῖς περὶ τὴν ὄψιν τε καὶ τὴν ἄλλην ὁμιλίαν ἀλέκτοις καὶ ἐξαιρέτοις χάρισιν.
ἐπεὶ δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἡ ἑπταετία, τὸ πέμπτον τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον [*](1 χρησίμων mg. Η, ἀναγκαίων in texlu Η, χρησίμων om. M 2 εἰκότως om. Α 4 ὅτι] ὅτἁν ΗΡ μὲν γὰρ Α 5 χρησίμη om. F 6 ποτῷ] ποταμῶ BEM χρώμενοι] ἀρκούμενοι roni. Mang. 7 συμβάσεις Β, συμβιβάσεις ΚΜVO αοικ ἁμαρτάνοντα F 8 τὰ om. CAVO 9 τὸ] τὸν H1P ἁμαρτήσαντα Α 10 ταῦτα CVO 11 ᾦ Mang.: ὧ̣ν codd. παθῶν C 12 λιμόν M 13 μέντοι] μὲν οὖν BEK1M (Mang.) 11 τὴν om. Α 15 νομοὺς VK: νόμους ceteri 16 πόλιν Α αὐτοῦ ex αὐτοῦ corr. Η: αὐτοῦ ceteri, om. P πόθεν M ὁρῶσιν] παροῦσιν BEKM 17 ὠφελίαις M ἕκαστος P1, ἑκάστω H2 ταῖς CAKFH2P2: om. ceteri 18 post καὶ pr. add. περὶ VO τὴν ἄλλην] μεγάλην Α ἀλήκτοις VO τε καὶ F χαρίσμασιν BEM 19 τῶν om. Α ἀνείρων Κ διάκρισιν conicio ἀνέστη Ο πρότερον F, ἡ προτέρα VO ἡ eras. V2, om. O 19. 20 ἡ ἑπταετία τῆς εὐθηνίας transp. HP 20 συνάγων CK: συλλέγων AP2, ἀγγέλλων ceteri 21 ἠπειρέτουν Κ 22 πραγμάτων FHP πω] τὸ VO, om. Α) [*](13 sqq. Gen. cap. 41,46 sqq.)
διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν ἡ πεδιάς, ἀρχὴν ἐλάμβανεν ὁ λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών.
λέγεται γοῦν μηδέποτε κοινὴ νόσος κατασκῆψαι τοσαύτη, καθάπερ ἣν ἰατρῶν παῖδες ὀνομάζουσιν ἑρπῆνα· καὶ γὰρ αὕτη πᾶσι τοῖς μέρεσιν ἐπιφοιτῶσα τὴν κοινωνίαν τῶν ἡλκωμένων σωμάτων ὅλην δι’ ὅλων στοιχηδὸν πυρὸς τρόπον ἐπινέμεται.