De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

θεώμενος γάρ τις τὴν ἐν τῇ φύσει τάξιν καὶ τὴν παντὸς λόγου κρείττονα πολιτείαν, ᾗ χρῆται ὁ κόσμος, ἀναδιδάσκεται, φθεγγομένου μηδενός, εὔνομον καὶ εἰρηνικὸν βίον ἐπιτηδεύειν εἰς τὴν τῶν καλῶν ἐξομοίωσιν ἀποβλέποντα. ἐναργέσταται δὲ τῆς εὐσεβείας ἀποδείξεις εἰσίν, ἃς περιέχουσιν αἱ ἱεραὶ γραφαί· πρώτην δὲ λεκτέον, ἣ καὶ πρώτη τέτακται.

λογίῳ πληχθεὶς περὶ τοῦ πατρίδα καὶ συγγένειαν καὶ πατρῷον οἶκον καταλιπεῖν καὶ μεταναστῆναι, καθάπερ ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἐπανιὼν ἀλλ’ οὐκ ἀπὸ τῆς οἰκείας εἰς τὴν ξένην μέλλων ἀπαίρειν, ἐπέσπευδε συντείνων, νομίζων ἰσότιμον εἶναι τῷ τελειῶσαι τὸ ταχέως τὸ προσταχθὲν ἀνύσαι.

καίτοι τίνα ἕτερον εἰκὸς οὕτως ἀκλινῆ καὶ ἄτρεπτον γενέσθαι, ὡς μὴ φίλτροις ὑπαχθῆναι καὶ ὑπενδοῦναι συγγενῶν καὶ πατρίδος, ὧν ὁ πόθος ἑκάστῳ τρόπον τινὰ συγγεγένηται καὶ συνηύξηται καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν συμπέφυκε;

μάρτυρες δὲ οἱ νομοθέται τὴν δευτερεύουσαν θανάτου τιμωρίαν κατὰ τῶν ἐπὶ τοῖς μεγίστοις ἑαλωκότων ὁρίσαντες φυγήν, οὐ δευτερεύουσαν, ὥς γ’ ἐμοὶ δοκεῖ, παρ’ ἀληθείᾳ δικαζούσῃ, πολὺ δὲ ἀργαλεωτέραν, εἴ γε πέρας μὲν κακοπραγιῶν ὁ θάνατος, ἀρχὴ δ’, οὐ πέρας, ἡ φυγὴ καινοτέρων συμφορῶν, ἀνθ’ ἑνὸς τοῦ χωρὶς ἀλγηδόνων μυρίους ἐπάγουσα θανάτους τοὺς σὺν αἰσθήσει.