De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
προσονομάζεται γὰρ Ἑβραίων γλώττῃ τὸ ἔθνος Ἰσραήλ, ὅπερ ἑρμηνευθέν ἐστιν „ὁρῶν θεόν.“ ὅρασις δ’ ἡ μὲν δι’ ὀφθαλμῶν ἐν ἁπάσαις καλλιστεύει ταῖς αἰσθήσεσιν, ἐπεὶ καὶ διὰ μόνης καταλαμβάνεται τὰ κάλλιστα τῶν ὄντων, ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, ἡ δὲ διὰ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ προφέρει τὰς ἄλλας ὅσαι περὶ αὐτὸ δυνάμεις· αὕτη δέ ἐστι φρόνησις ὄψις οὖσα διανοίας.
ὅτῳ δὲ μὴ μόνον ἐξεγένετο τἄλλα ὅσα ἐν τῇ φύσει δι’ ἐπιστήμης καταλαμβάνειν, ἀλλὰ καὶ τὸν πατέρα καὶ ποιητὴν τῶν συμπάντων ὁρᾶν, ἐπ’ ἄκρον εὐδαιμονίας ἴστω προεληλυθώς· οὐδὲν γὰρ ἀνωτέρω θεοῦ, πρὸς ὃν εἴ τις τὸ τῆς ψυχῆς ὄμμα τείνας ἔφθακε, μονὴν εὐχέσθω καὶ στάσιν.
αἱ μὲν γὰρ ἀνάντεις ὁδοὶ καματηραὶ καὶ βραδεῖαι, ἡ δὲ κατὰ πρανοῦς φορά, συρμὸν ἔχουσα τὸ πλέον ἢ κάθοδον, ταχεῖα καὶ ῥᾴστη. πολλὰ δὲ τὰ κάτω βιαζόμενα, ὧν οὐδὲν ὄφελος, ὅταν ἐκ τῶν αὑτοῦ δυνάμεων ἀνακρεμάσας τὴν ψυχὴν ὁ θεὸς ὁλκῇ δυνατωτέρᾳ πρὸς ἑαυτὸν ἐπισπάσηται.
Ταῦτα μὲν οὖν κοινῇ περὶ τῶν τριῶν ἀναγκαίως προειρήσθω. λεκτέον δ’ ἑξῆς, ἐν οἷς ἕκαστος ἰδίᾳ προήνεγκεν, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν λαβόντας. ἐκεῖνος τοίνυν εὐσεβείας, ἀρετῆς τῆς ἀνωτάτω καὶ μεγίστης, ζηλωτὴς γενόμενος ἐσπούδασεν ἕπεσθαι θεῷ καὶ καταπειθὴς εἶναι τοῖς προσταττομένοις ὑπ’ αὐτοῦ, προστάξεις ὑπολαμβάνων οὐ τὰς διὰ φωνῆς καὶ γραμμάτων μηνυομένας αὐτὸ μόνον, ἀλλὰ καὶ τὰς διὰ τῆς φύσεως [*](1 καὶ pr. om. H(v) 3 ἑρμηνευθέν ἐστιν Κ, ἑρμηνευθέν (om. ἐστιν) BE: ἑρμηνεύεται cetcri 4 δὲ ΒΕΚ ἡ μὲν] ἡμῖν CFG 5 καταλαμβάνεσθαι Α 6 σύμπας ὁ οὐρανός tiansp. Κ 7 ὅσαι BEK: ἃς αἱ CFG, ὅσαι αἱ ΜΑΗΡ αὐτὸ KMAHP: αὐτὸν BE, αὐτὰ CFG, αὐτὴν voluit Mang. δ’ ἐστὶ BEKF 8 δ’ 11 ἐξεγένετο μὴ μόνον HR(v) HP(v) ἐξεγένετο (sie) Α τἄλλα ΕΚ, τἆλλα Β: τὰ ἄλλα ceteri 9 ἐν τῆ φύσει om. ΒΕ 10 ἐπ’ ἄκρων Α ἐπ’ ἄκραν εὐδαιμονίαν BEK ἴσθω Α 11 τῆς om. E ὄμμα τείνας ΒΕΚ Arm: τείνας ὄμμα ceteri 12 πέφθακε MA ἐχέσθω BEM, ἐχέτω ΑΚ στάσιν] κατάστασιν CFGM ἀνάντεις] αὐτῆς C ὁδοὶ om. Arm 13 φορά om. Arm 14 καθ’ ὁδὸν FG 5 αὑτοῦ scripsi: αὐτῶν Κ, αὐτοῦ ceteri (v) δυνάμεων corr. ex δυναμένων C ἀνακράσας L (Turn.) 16 ἑαυτὸν BEK: αὑτὸν M, αὐτὸν ceteri ἐπισπάσηται ΒΕΚ: ἐπισπάσαιτο ceteri (v) 17 οὖν ΒΕΚ: om. ceteri εἰρήσθω F 18 προήνεγκεν] διήνεγκεν BEK τὴν ἀρχὴν om. CFG 19 λαβόντος C aute ἀρετῆς add. καὶ C (Turn.) ἀρετῆς] ἐραστὴς BEKHP 22 γραμμάτων Arm (coui. Mang.): πραγμάτων codd. αὐτὸ Arm (coni. Mang.): αὐτῶ Cddd. 8 cf. ad vol. II 669)