De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
κατ’ ἐμπορίαν ἔνιοι πόθῳ χρηματισμοῦ πλέοντες ἢ κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας, ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν [*](1 ἡ om. BE 4 ἀναδιδάσκεται] ἄμα διδάσκεται HP (Turn.) ἔννομον Α 6 ἱεραὶ ΒΕΚ Arm: om. ceteri 7 ἣ] ἧ M πληχθεὶς] πεισθεὶς Arm (coni. εἰ Mang.) S καὶ μεταναστῆναι oni. F μεταστῆναι G 9 οἰκίαν Κ 10 ἐπέσπευδε BEK: ἔσπευδε ceteri 11 τῷ] τὸ F εἰκὸς] εἰκότως H1P 12 ante ἀκλινῆ add. καὶ sed rursus del. Η φιτρῷ BEK ὑπαχθῆναι τὲ καὶ BEK 12. 13 ἐνδοῦναι BE 13 ὧν] ὃν F τρόπον corr. ex τρόπων F συγγεγέννηται ΒΕΑΡ2 14 οὐχ om. Arm ἧττον] εἷς Α ἡνωμένων] ἰδιωμένων CFGA μελῶν Arm 15 δ’ BEK 16 ὁρίζοντες BEK οὐ δευτερεύουσαν om. Η1, add. mg. H2 17 ὥς γέ μοι BEKMA παρ’ CBEK: παρὰ ceteri παρὰ τοῖς ἀληθείᾳ δικάζουσι Arm δ’ BEK 18 κακοπραγίας ὢν CFG, κακοπραγίας ὧν Α δ’] δὲ F, τε CG οὐ πέρας om. CFG (fort. recte) 19 ἀνθ’ ἑνὸς om. F τοῦ om. M τοῦ χωρὶς ἀλγηδόνων om. C ἀλγεινῶν BEK post ἀλγηδόνων add. ἡδονῶν FG 20 τοὺς σὺν αἰσθήσει Arm: οὓς συναισθήσει BE, οὐ σὺν αἰσθήσει LFGMAH1P, σὺν αἰσθήσει οὐ eras.) H2L(v), ἐν συναισθήσει C πόθου CF1GA 21 δι’ ἔρωτα ΒΕ: ἢ δι’ ἔρωτα ceteri 22 ἐπικερδίας BECFG)
μετ’ ὀλίγων δὲ οὗτος ἢ καὶ μόνος ἅμα τῷ κελευσθῆναι μετανίστατο καὶ τῇ ψυχῇ πρὸ τοῦ σώματος τὴν ἀποικίαν ἐστέλλετο, τὸν ἐπὶ τοῖς θνητοῖς ἵμερον παρευημεροῦντος ἔρωτος οὐρανίου.
οὐδενὸς οὖν φροντίσας, οὐ φυλετῶν, οὐ δημοτῶν, οὐ συμφοιτητῶν, οὐχ ἑταίρων, οὐ τῶν ἀφ’ αἵματος ὅσοι πρὸς πατρὸς ἢ μητρὸς ἦσαν, οὐ πατρίδος, οὐκ ἀρχαίων ἐθῶν, οὐ συντροφίας, οὐ συνδιαιτήσεως, ὧν ἕκαστον ἀγωγόν τε καὶ δυσαπόσπαστον ὁλκὸν ἔχον δύναμιν, ἐλευθέραις καὶ ἀφέτοις ὁρμαῖς ᾗ τάχιστα μετανίσταται, τὸ μὲν πρῶτον ἀπὸ τῆς Χαλδαίων γῆς, εὐδαίμονος χώρας καὶ κατ’ ἐκεῖνον ἀκμαζούσης τὸν χρόνον, εἰς τὴν Χαρραίων γῆν (Gen. 12, 5), ἔπειτα οὐ μακρὰν ὕστερον καὶ ἀπὸ ταύτης εἰς ἕτερον τόπον, περὶ οὗ λέξομεν ἐκεῖνο πρότερον εἰπόντες.
Αἱ δηλωθεῖσαι ἀποικίαι τῷ μὲν ῥητῷ τῆς γραφῆς ὑπ’ ἀνδρὸς σοφοῦ γεγόνασι, κατὰ δὲ τοὺς ἐν ἀλληγορίᾳ νόμους ὑπὸ φιλαρέτου ψυχῆς τὸν ἀληθῆ ζητούσης θεόν.