De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἀλλὰ γὰρ οὐκ ἀγνοητέον, ὅτι μετεποιεῖτο τῶν τριῶν ἕκαστος δυνάμεων, ὠνομάσθη δὲ ἀπὸ τῆς πλεοναζούσης κατ’ ἐπικράτειαν· οὔτε γὰρ διδασκαλίαν ἄνευ φύσεως ἢ ἀσκήσεως τελειωθῆναι δυνατὸν οὔτε φύσις ἐπὶ πέρας ἐστὶν ἐλθεῖν ἱκανὴ δίχα τοῦ μαθεῖν καὶ ἀσκῆσαι οὔτε ἄσκησις, εἰ μὴ προθεμελιωθείη φύσει τε καὶ διδασκαλίᾳ.

προσηκόντως οὖν καὶ τὴν τῶν τριῶν λόγῳ μὲν ἀνδρῶν ἔργῳ δ’ ὡς εἶπον ἀρετῶν οἰκειότητα συνῆψε, φύσεως, μαθήσεως, ἀσκήσεως, ἃς ἑτέρῳ ὀνόματι Χάριτας ἰσαρίθμους ἄνθρωποι καλοῦσιν, ἢ τῷ κεχαρίσθαι τὸν θεὸν τῷ ἡμετέρῳ γένει τὰς τρεῖς δυνάμεις πρὸς τελειότητα τοῦ βίου ἢ παρόσον αὗται δεδώρηνται ψυχῇ λογικῇ ἑαυτάς, δώρημα τέλειον καὶ κάλλιστον, ἵνα καὶ τὸ αἰώνιον ὄνομα τὸ δηλούμενον ἐν τοῖς χρησμοῖς ἐπὶ τριῶν μὴ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν εἰρημένων δυνάμεων λέγηται.

ἀνθρώπων μὲν γὰρ φθαρτὴ φύσις, ἄφθαρτος δ’ ἡ τῶν ἀρετῶν· εὐλογώτερον δὲ ἐπιφημίζεσθαι τὸ ἀίδιον ἀφθάρτοις πρὸ θνητῶν, ἐπεὶ συγγενὲς μὲν ἀιδιότητος ἀφθαρσία, ἐχθρὸν δὲ θάνατος.

χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι τὸν μὲν πρῶτον ἄνθρωπον τὸν γηγενῆ πατέρα τῶν ἄχρι τοῦ κατακλυσμοῦ φύντων εἰσήγαγε, τὸν δὲ μόνον ἐκ τῆς τοσαύτης φθορᾶς ὑπολειφθέντα πανοίκιον ἕνεκα δικαιοσύνης καὶ τῆς ἄλλης καλοκἀγαθίας τοῦ νεάσοντος αὖθις καινοῦ γένους ἀνθρώπων, τὴν δὲ περίσεμνον τριάδα καὶ περιμάχητον ἑνὸς εἴδους ἐπιλεγομένου „βασίλειον [*](1 δ’ om. BE ante φύσεως add. καὶ BE 2 ὁ ἱερὸς λόγος ἀστεῖος διερευνάσθαι ἅπαντας BE διερμηνεύεσθαι coni. Mang. 3 δ’ pr.] δὲ BE 6 ἀσκητὴς coni. Mang. 7 ἕκαστος om. CFG ὠνομάσθαι F δ’ ΒΕΚ 9 φύσιν CFM ἱκανὴν CM, ἱκανὸν F 10 ἄσκησιν C ante φύσει add. καὶ F 12 οἰκειοτάτη G φύσεως, μαθήσεως, ἀσκήσεως Wendl.: φύσις, μάθησις, ἄσκησις codd.; φύσιν, μάθησιν, ἄσκησιν Mang. 14 τοῦ βίου ΒΕΚ: τοῦ om. ceteri 15 αὐτὰ δεδώρηται FG ψυχικὴ (sic) Κ τέλειον καὶ BEK: om. cetori 17 ἐπὶ τριῶν μὴ ἐπ’] μὴ ἐπὶ τριῶν C(v) ἐπ’ fort. delendum 17. 18 δυνάμεων λέγηται BEK: λέγηται δυνάμεων ceteri 19 δ’ BEK, om. Arm τὸ ἀίδιον Mang.: τὸν ἀίδιον codd. 20 συγγενὴς Η ἀιδιότητος ΒΕΚ: ἀιδιότης ceteri (v) ἀφθαρσία v 21 τὸν alt. om. BE 22 τοῦ om. ΒΕ 23 πανοίκιον scripsi: πανοίκειον BEEIP, πανοικεί· ὃν CG, πανοικί· ὃν MAF, πανοικὶ Κ; πανοικὶ Νῶε voluit Mang. 24 νεάσαντος BEP #x003E; καινοῦ coni. Mang. (cf. § 252))

v.4.p.14
καὶ ἱεράτευμα καὶ ἔθνος ἅγιον“ (Exod. 19, 6) οἱ χρησμοὶ καλοῦσι. μηνύει δὲ τοὔνομα τὴν δύναμιν αὐτοῦ·