De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

οἷς μὲν οὖν διενήνοχεν ἕκαστος ἐφ’ ἓν καὶ τὸ αὐτὸ τέλος ἐπειγόμενος, αὖθις ἀκριβέστερον ἐροῦμεν· ἃ δὲ χρὴ περὶ τῶν τριῶν συλλήβδην προειπεῖν, ἀναγκαῖον μὴ παρασιωπῆσαι.

τούτους τοίνυν συμβέβηκε μιᾶς οἰκίας καὶ ἑνὸς γένους εἶναι—ὁ γὰρ τελευταῖος υἱὸς μέν ἐστι τοῦ μέσου, υἱωνὸς δὲ τοῦ πρώτου — καὶ πάντας φιλοθέους ὁμοῦ καὶ θεοφιλεῖς, ἀγαπήσαντας τὸν ἀληθῆ θεὸν καὶ ἀνταγαπηθέντας πρὸς αὐτοῦ, ὃς ἠξίωσε, καθάπερ δηλοῦσιν οἱ χρησμοί, διὰ τὰς ὑπερβολὰς τῶν ἀρετῶν αἷς συνεβίουν κοινωνῆσαι τῆς προσρήσεως αὐτοῦ.

τὸ γὰρ ἴδιον ὄνομα τοῖς ἐκείνων ἐναρμοσάμενος ἥνωσε, τὴν ἐκ τῶν τριῶν σύνθετον κλῆσιν ἐπιφημίσας ἑαυτῷ· "τοῦτο γάρ μου“ φησίν „ὄνομά ἐστιν αἰώνιον, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ“ (cf. Exod. 3,15)—ἀντὶ τοῦ καθάπαξ τὸ πρός τι· καὶ μήποτ’ εἰκότως· ὀνόματος γὰρ ὁ θεὸς οὐ δεῖται, μὴ δεόμενος δ’ ὅμως ἐχαρίζετο τῷ γένει τῶν ἀνθρώπων κλῆσιν οἰκείαν, ἵν’ ἔχοντες καταφυγὴν πρὸς ἱκεσίας καὶ λιτὰς μὴ ἀμοιρῶσιν ἐλπίδος χρηστῆς.

ταῦτα μὲν οὖν ἐπ’ ἀνδρῶν ὁσίων εἰρῆσθαι δοκεῖ, [*](1 ἐλλειπής BECGM μὲν om. CFG μήπω BEK: οὔπω ceteri τούτου om. Arm 2 λιμένας BEK: λιμένα ceteri 2. 3 κατέρρειν A καταίρειν θαλαττεύουσιν om. Arm 3 aute θαλαττεύουσιν add. ἔτι MAHP θαλαττεύουσιν BEK: ἐνθαλαττεύουσιν ceteri 4 ἐπινοησάντων CFG, ἐπιπονησάντων coni. Mang. 4. 5 ἐκδεδήλωται Κ 5 δ’ F ἡ ἑτέρα ΒΕ Arm: ἡ om. ceteri 6 παιδικοῖς CFGA 7 ἀθλητῶν C 8 σῶμα σκιᾶς M, σώματος σκιὰν Α 9 τῶν] τὴν F οὑν om. CFG post οὖν add. καὶ KH1P, del. Η2 10 τέλος] γένος F 11 προειπεῖν CFH2: προσειπεῖν ceteri 12 τούτοις CFGMA 14 πάντα FG φιλοθέους] θεοφιλοῦς C, θεοφιλοῦς FG ante ὁμοῦ add. καὶ G θεοφιλῶς F ἀγαπήσαντος in ras. F 16 αἷς corr. ex οἷς B, οἷς E 17 #x003E; κοινωνῆσαι (vel κοινωνῆσαι τῆς #x003E; προσρήσεως αὐτούς) conicio αὐτοῦ BEIv: αὐτούς G Arm, αὐτῆς Α, αὐτοῖς ceteri (probat Wendl.) 18 ἁρμοσάμενος BE 19 αὐτῶ BEK 20 καὶ utrumque om. BE καθάπαξ] ἅπαξ OFG, καθ’ ἅπαν Mang. 21 τὸ] τὰ Arm 22 τῷ om. F 23 ἵν᾿ BEK: ἶνα ceteri ἱκεσίαν G ἄμοιροι ὦσιν BEK 24 post οὖν add. ὡς Arm ἐπ’ ἀνδρῶν om. BE ὁσίων] vel delendum vel scribendum τριῶν censuit Mang.)

v.4.p.13
μηνύματα δ’ ἐστὶ φύσεως ἀδηλοτέρας καὶ πολὺ βελτίονος τῆς ἐν αἰσθητοῖς. τρόπους γὰρ ψυχῆς ἔοικεν ὁ ἱερὸς διερευνᾶσθαι λόγος, ἀστείους ἅπαντας, τὸν μὲν ἐκ διδασκαλίας, τὸν δ’ ἐκ φύσεως, τὸν δ’ ἐξ ἀσκήσεως ἐφιέμενον τοῦ καλοῦ. ὁ μὲν γὰρ πρῶτος, ἐπίκλησιν Ἀβραάμ, σύμβολον διδασκαλικῆς ἀρετῆς ἐστιν, ὁ δὲ μέσος, Ἰσαάκ, φυσικῆς, ὁ δὲ τρίτος, Ἰακώβ, ἀσκητικῆς.