De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

εἶτ’ οὐ στέγοντες ἐν ἑαυτοῖς τὰ τῆς ἀρετῆς αὐτοῦ μεγέθη καὶ κάλλη — πάντα γὰρ ἦν ἐξαίρετα — προσελθόντες ἐξεφώνησαν „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23, 6), ἀληθέστατα λέγοντες· αἱ μὲν γὰρ ἄλλαι βασιλεῖαι πρὸς ἀνθρώπων καθίστανται, πολέμοις καὶ στρατείαις καὶ κακοῖς ἀμυθήτοις, ἅπερ ἀντεπιφέρουσιν ἀλληλοκτονοῦντες οἱ δυναστειῶν ἐφιέμενοι, πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς δυνάμεις ἐπιτειχίζοντες· τὴν δὲ τοῦ σοφοῦ βασιλείαν ὀρέγει θεός, ἣν παραλαβὼν ὁ σπουδαῖος οὐδενὶ μὲν αἴτιος γίνεται κακοῦ, πᾶσι δὲ τοῖς ὑπηκόοις ἀγαθῶν κτήσεως ὁμοῦ καὶ χρήσεως, εἰρήνην καὶ εὐνομίαν καταγγέλλων.

Ἔστι δὲ καὶ ἀνάγραπτος ἔπαινος αὐτῷ χρησμοῖς μαρτυρηθείς, οὓς Μωυσῆς ἐθεσπίσθη, δι’ οὗ μηνύεται ὅτι „ἐπίστευσε τῷ θεῷ“ (Gen. 15, 6), ὅπερ λεχθῆναι μὲν βραχύτατόν ἐστιν, ἔργῳ δὲ βεβαιωθῆναι μέγιστον. τίνι γὰρ ἄλλῳ πιστευτέον;

ἆρά γε ἡγεμονίαις ἢ δόξαις καὶ τιμαῖς ἢ περιουσίᾳ πλούτου καὶ εὐγενείᾳ ἢ ὑγείᾳ καὶ εὐαισθησίᾳ ἢ ῥώμῃ καὶ κάλλει σώματος; ἀλλὰ ἀρχὴ μὲν πᾶσα σφαλερὸν μυρίους ἔχουσα τοὺς λοχῶντας ἐφέδρους· εἰ δέ που καὶ βεβαιωθείη, μετὰ μυρίων ὅσων κακῶν, ἃ δρῶσι καὶ πάσχουσιν οἱ ἐν ταῖς ἡγεμονίαις, βεβαιοῦται.

δόξαι δὲ καὶ τιμαὶ κτῆμα σφαλερώτατον, ἐν ἀκρίτοις ἤθεσι καὶ πτηνοῖς λόγοις ἀνεξετάστων ἀνθρώπων σαλεῦον· κἂν εἰ παραμένοι, γνήσιον ἀγαθὸν ἔχειν [*](2 ἐνασμενίζειν coni. Mang. 3 συναλγήσαντες Α 4 πενθοῦσιν] ἀποθανοῦσιν coni. Mang.: πένθεσιν conicio post γυναικῶν add. οὐ τέκνων Arin 5 εὐσταθῆ] εὐσταλῆ Β, ἡσυχῆ CFG 6 τὸν ἄλλον βίον BEK Ann: βίον post ἀνδρὸς transp. ceteri καταπεπληγμένοι P 7 εἶτ’] εἴτε Α, ἔτι τε CG, ἔτι F αὐτῆς Κ μεγέθει καὶ κάλλει Α 8 βασιλεῦ G 10 πολεμίοις BEK στρατιαῖς BE 11 ἀπέραντα ἐπιφέρουσιν BE; ἅπαν (pro ἅπερ) H1P 14 οὐδενὶ] ἑνὶ F1G 15 ὁμοῦ καὶ χρήσεως om. Arm καὶ εὐνομίαν om. P 16 ἀνάγραπτος] ἀνεξάλειπτος Arm αὐτοῦ L (Turn.), ἐπ’ αὐτῶ BK 17 οὕς] ἃς BE 18 ὅπερ] ὅθεν CFG 18. 19 μέγιστον βεβαιωθῆναι transp. Κ 19 γε om. F ἢ] καὶ Κ, ἢ καὶ F 21 κάλλη F ἀλλὰ ΒEΚΑ: ἀλλ’ MHP, ἅμα CFG μὲν] δὲ F 22 λαχόντας Α πὼς CFG βεβαιωθῇ EK, βεβαιωθεῖεν CFG 23 ἃ] ὧν BE, om. Κ οἱ] αἰ MA, om. HP βεβαιοῦται ΒEΚΑ: βεβαιοῦνται ceteri 24 δὲ om. CFG 25 κἀν] καὶ C γνησίως BE ἔχειν] εἶναι Arm)

v.4.p.58
οὐ πέφυκε.