De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
πλοῦτοι δὲ καὶ εὐγένειαι προσορίζονται μὲν καὶ τοῖς φαυλοτάτοις· εἰ δὲ καὶ μόνοις σπουδαίοις, ἐγκώμια προγόνων καὶ τύχης ἀλλ’ οὐ τῶν ἐχόντων εἰσίν.
ἀλλ’ οὐδ’ ἐπὶ τοῖς περὶ τὸ σῶμα μέγα φρονεῖν ἄξιον, ἐν οἷς τὰ ἄλογα ζῷα πλεονεκτεῖ· τίς γὰρ ἀνθρώπων ἰσχυρότερος ἢ ῥωμαλεώτερος ταύρου μὲν ἐν ἡμέροις, ἐν δ’ ἀγρίοις λέοντος; τίς δ’ ὀξυωπέστερος ἱέρακος ἢ ἀετοῦ; τίς δὲ περὶ ἀκοὴν εὐτυχὴς οὕτως, ὡς τῶν ζῴων τὸ νωθέστατον, ὄνος; τίς δὲ περὶ τὰς ὀσφρήσεις κυνὸς ἀκριβέστερος, ὅν φασιν οἱ κυνηγετικοὶ ῥινηλατοῦντα τοῖς μακρὰν πτώμασιν εὐσκόπως ἐπιτρέχειν οὐ προϊδόμενον; ὅπερ γὰρ ὄψις ἑτέροις, τοῦτο μυκτῆρες κυσὶ θηρευτικοῖς καὶ ἰχνευτικοῖς.
ὑγιεινότατά γε μὴν καὶ ὡς ἔνι μάλιστα ἄνοσα πλεῖστα τῶν ἀλόγων ζῴων ἐστίν. ἐν δὲ τῷ περὶ κάλλους ἀγῶνι καὶ τῶν ἀψύχων ἔνιά μοι δοκεῖ νικᾶν δύνασθαι τὰς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν εὐμορφίας καὶ ὑπερβάλλειν, ἀγάλματα καὶ ξόανα καὶ ζωγραφήματα καὶ συνόλως ὅσα γραφικῆς ἔργα καὶ πλαστικῆς ἐν ἑκατέρᾳ τέχνῃ κατορθούμενα, περὶ ἃ σπουδάζουσιν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι πρὸς κόσμον τῶν πόλεων ἐν τοῖς ἐπιφανεστάτοις
χωρίοις ἀνατιθέντες. μόνον οὖν ἀψευδὲς καὶ βέβαιον ἀγαθὸν ἡ πρὸς θεὸν πίστις, παρηγόρημα βίου, πλήρωμα χρηστῶν ἐλπίδων, ἀφορία μὲν κακῶν, ἀγαθῶν δὲ φορά, κακοδαιμονίας ἀπόγνωσις, γνῶσις εὐσεβείας, κλῆρος εὐδαιμονίας, ψυχῆς ἐν ἅπασι βελτίωσις ἐπερηρεισμένης καὶ ἐφιδρυμένης τῷ πάντων αἰτίῳ καὶ δυναμένῳ μὲν πάντα, [*](1 πλοῦτος Κ προσορίζονται scripsi: προσορμίζονται codd., γίνονται Arm 3 οὐδὲ CFG, om. Arm ἐπὶ om. CFG Arm 4 ἐν οἷς] εἶναι Α τὰ ἄλογα BEK: τἄλλα ceteri, τἄλλ’ ἄλογα Arm πλεονεκτεῖ BEK: πλέον ἔχει ceteri 5 ἐν δ’ ἀγρίοις BEK: ἀγρίοις δὲ (om. ἐν) ceteri 6 δὲ BEK αἰετοῦ Κ 7 εὐτυχὴς] εὔστοχος coai. Mang. οὗτος Α νοθέστατον ΕF1 8 ὀσφρήσεις] αἰσθήσεις BE ἀκριβέστατος BEK 9 μακροῖς Κ πτώμασιν] σώμασιν coni. Mang. εὐκόπως Ε, εὐκόλως ΒΚ προϊδόμενον E: προειδόμενον Κ, εἰ ex ϊ corr. B, προειδόμενον ceteri 10 μυκτήραις Α θηρευτικοῖς BEK Arm: κυνηγετικοῖς καὶ θηρευτικοῖς ceteri 11 γε μὴν] γέμειν Α, γε om. Κ ἄνοσα] ἀν’ ὅσα Α, om. Arm πλεῖστά τε F τῶν om. F ζώων om. BEK (fort. recte) 12 ἔνια] ἔνθα F 12. 13 δοκεῖ νικᾶν] δοκεῖν κἂν Α, δοκεῖν ἱν BE 13 καὶ ὑπερβάλλειν BEK: om. ceteri 14 καὶ ξόανα om. Arm 15 ἐν om. A τέχνη om. CFG 16 ὁμοῦ post βάρβαροι transp. Κ ante πρὸς add. καὶ Κ πρός κόσμον] προκοσμήματα coni. Mang. τῶν] τὸν Κ 17 ἀνατίθενται BEK 18 post ἀγαθὸν add. πίστις ΗΡ τὸν θεὸν MAHP 19 φορᾶ Α κακοδαιμόνων Ρ 20 γνῶσις εὐσεβείας BEKM: εὐσεβείας γνῶσις HP, γνῶσις om. CFGA Arm κλῆρος: desinit E κλῆρος εὐδαιμονίας BKMA: κλῆρος, εὐδαιμ·ονία CFG Arm, εὐδαιμονίας κλῆρος HP ψυχῆς οm. HP 20. 21 ἐπερηρεισμένη CG 21 καὶ ἐφιδρυμένης ΒΚ: om. ceteri τῶν F)