De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἦν δὲ ταυτί· μήτε πλέον τοῦ μετρίου σφαδᾴζειν ὡς ἐπὶ καινοτάτῃ καὶ ἀγενήτῳ συμφορᾷ μήτε ἀπαθείᾳ καθάπερ μηδενὸς ὀδυνηροῦ συμβεβηκότος χρῆσθαι, τὸ δὲ μέσον πρὸ τῶν ἄκρων ἑλόμενον μετριοπαθεῖν πειρᾶσθαι, τῇ μὲν φύσει τὸ οἰκεῖον χρέος ἀπολαβούσῃ μὴ δυσχεραίνοντα, τὸ δὲ συμβεβηκὸς ἡσυχῇ
καὶ πρᾴως ἐπελαφρίζοντα. μαρτυρίαι δὲ τούτων ἐν ταῖς ἱεραῖς βίβλοις κατάκεινται, ἃς οὐ θέμις ψευδομαρτυριῶν ἁλῶναι, μηνύουσαι ὅτι βραχέα τῷ σώματι ἐπιδακρύσας θᾶττον ἀπανέστη τοῦ νεκροῦ, τὸ πενθεῖν ἐπὶ πλέον, ὡς ἔοικεν, ἀλλότριον ἡγησάμενος σοφίας, ὑφ’ ἧς ἀνεδιδάχθη τὸν θάνατον νομίζειν μὴ σβέσιν ψυχῆς, ἀλλὰ χωρισμὸν καὶ διάζευξιν ἀπὸ σώματος, ὅθεν ἦλθεν ἀπιούσης· ἦλθε δέ, ὡς ἐν τῇ κοσμοποιίᾳ δεδήλωται, παρὰ θεοῦ.
καθάπερ δὲ οὐδεὶς ἂν ἄχθοιτο τῶν μετρίων χρέος ἢ παρακαταθήκην ἀποτίνων τῷ προεμένῳ, τὸν αὐτὸν τρόπον [*](1 θεραπαινίδος BEK: θεραπαίνης ceteri δέ om. G 2 ἀπογνώσει Α 3 τελειότερον om. BE 6 δὲ] δὴ Η ν) τὸ] τὰ BEK 8 καὶ alt. om. H1P 9 κονιομένης MHP: κονιουμένης ceteri ἐπεκράτησεν ἔρρωσας BE 10. 11 συμβόλω G 11 πείθεσθαι om. HP 12 βέλτια (sic) HP ἦν—μετρίου (13) in lac. F μήτε] μηδὲν CG πλέον CBEK: πλεῖον ΜΑG, πλείω HP 13 ἀγεννήτω AF, ἀγεννήτω Κ μήτ’ BEK 14 ἀπαθῆ F 15 πειρᾶσθαι BEK: πειραθῆναι ceteri τὴν ἐν φύσει F 16 χρέως C, χρέος om. BEK ἀπολαβοῦσαν G δυσχεράναντα BEK 17 πραέως BE μαρτυρία K, μαρτύρια CFG 18 κατάκειται CFG, κατάκεινται om. BE μαρτυριῶν BE μηνύουσαι BEK Arm: αἲ μηνύουσιν ceteri 19 τὸ] τοῦ G 21 σβέσιν] σύνεσιν P 22 ὅθεν δ’ ἦλθεν BE δ’ ΒΕΚF 23 δ’ BEK, δὲ om. H1P ἀν’ ἄχθοιτο BEK Arm: ἀνάσχοιτο ceteri 24 χρέος BEK Arm: ἡ χρέος ceteri ἀποτείνων AP, ἀποτιννύων CFG προεπομένω G) [*](7 sqq. Gen. cap. 23 22 de opificio mundi § 135)
ὡς δ’ ἧκον οἱ ἐν τέλει τῶν κατὰ τὴν χώραν συναλγήσοντες, ἰδόντες οὐδὲν τῶν ἐν ἔθει παρ’ αὐτοῖς γινομένων ἐπὶ τοῖς πενθοῦσιν, οὐκ ὀλόφυρσιν, οὐ θρῆνον, οὐ κοπετόν, οὐκ ἀνδρῶν, οὐ γυναικῶν, ἀλλὰ τῆς συμπάσης οἰκίας εὐσταθῆ καὶ νηφάλιον κατήφειαν, ἐθαύμαζον οὐ μετρίως καὶ τὸν ἄλλον βίον προκαταπεπληγμένοι τοῦ ἀνδρός.