De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὁ δὲ θαυμάσας τῆς γυναικὸς ἔτι μᾶλλον τὴν ἀεὶ καινουμένην φιλανδρίαν καὶ νεάζουσαν καὶ τὸ περὶ τοῦ μέλλοντος ἐξεταστικὸν καὶ προμηθὲς ἄγεται τὴν ὑπ’ αὐτῆς δοκιμασθεῖσαν ἄχρι τοῦ παιδοποιήσασθαι, ὡς δ’ οἱ σαφέστατα διηγούμενοί φασιν, ἄχρι τοῦ μόνον ἐγκύμονα γενέσθαι· γενομένης δ’ οὐκ εἰς μακράν, ἀποσχέσθαι διά τε φυσικὴν ἐγκράτειαν καὶ τὴν τιμήν, ἣν ἀπένεμε τῇ γαμετῇ.
γίνεται μὲν οὖν υἱὸς ἐκ τῆς [*](2 ἀπολειφθείη Κ ἤδη om. Κ 3 ἀλλήλοις ἀλλήλους BE) εὐαρεστοῦντες ΒΕΚ: εὐαρεστοῦντες ἀλλήλοις ceteri 4 τὴν ex τῆς corr. C 5 οὐδ’ BEK: οὐδὲ ceteri γε om. Α post γε add. καὶ G 6 παραπόλαβε P 8 ἄξῃ] ἕξη F1, ἕξεις F2, ἥξῃ G νόμου F1G 9 ἐκπιμπλὰς CFM, ἐκπιπλὰς G: ἐμπιπλὰς ceteri 10 ἐν ἐμοὶ E Arm ἀπαντηθεῖεν BE 11 γενόμενα ΒΕΚ 12 τὸ om. ΒΕΚ βούλῃ Ε 13 ἀγαγοῦ ΒΕ: ἀγαγοῦ ceteri 14 ἐκ πολλῶν χρόνων BEK Arm: πολλῶ χρόνω ceteri 15 ἤχθη BEK: εἰσήχθη ceteri γένος ΒΕΚ: γένει ceteri 17 γὰρ BEK: post γὰρ add. καὶ ceteri 18 δ’ CBEK: δὲ ceteri 19 γε BEK: om. ceteri ἄν BEK: ἐὰν ceteri 20 καινουμένην C: κινουμένην ceteri φιλανδρείαν HP 20. 21 καὶ νεάζουσάν om. Arm 21 τὸ om. Ε ἐξεταστικὸν] εἰκαστικὸν coni. Mang. τε καὶ C 22 παιδοποιήσεσθαι Mang. 23 σαφέστατα BEK: τὰ σαφέστατα ceteri; ἀσφαλέστατα vel ἀληθέστατα coni. Mang. 23. 24 γενομένης δ’] καὶ γενομένης BEK 25 τὴν om. BE ἀπένεμε BEKF; ἀπένειμε ceteri ante γίνεται add. καὶ Κ)
Τοσαῦτα μὲν ἀπόχρη δείγματα περὶ τῆς γυναικὸς εἰρῆσθαι, πλείω δ’ ἐστὶν ἐγκώμια τοῦ σοφοῦ, ὧν ὀλίγῳ πρότερον ἔνια διεξῆλθον· λέξω δὲ καὶ τὸ περὶ τὴν τελευτὴν τῆς γυναικὸς οὐκ ἄξιον ἔργον ἡσυχασθῆναι.
τοιαύτην γὰρ ἀποβαλὼν κοινωνὸν τοῦ σύμπαντος βίου, οἵαν ἔδειξεν ὁ λόγος καὶ μηνύουσιν οἱ χρησμοί, τῆς λύπης ἐπαποδυομένης ἤδη καὶ κατὰ τῆς ψυχῆς κονιομένης ὥσπερ ἀθλητὴς ἐπεκράτησε ῥώσας καὶ θαρσύνας εὖ μάλα τὸν ἀντίπαλον φύσει τῶν παθῶν λογισμόν, ᾧ συμβούλῳ παρὰ πάντα τὸν βίον χρώμενος τότε διαφερόντως ἠξίωσε πείθεσθαι τὰ βέλτιστα παραινοῦντι καὶ συμφέροντα.