De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

μὴ δὴ παραπόλαυε τῆς ἐμῆς ἀγονίας μηδ’ ἕνεκα τῆς πρὸς ἐμὲ εὐνοίας αὐτὸς δυνάμενος εἶναι πατὴρ κεκώλυσο· ζηλοτυπία γὰρ οὐκ ἂν γένοιτό μοι πρὸς ἑτέραν, ἣν οὐ δι’ ἐπιθυμίαν ἄλογον ἄξῃ, νόμον δὲ φύσεως ἐκπιμπλὰς ἀναγκαῖον.

οὗ χάριν οὐχ ὑπερθήσομαι νυμφοστολεῖν ὡς τὸ ἐνδέον ἐμοὶ μέλλουσαν ἐκπληροῦν· καὶ εἴ γε ἀπαντήσειαν αἱ περὶ σπορᾶς τέκνων εὐχαί, σὰ μὲν ἔσται τὰ γεννώμενα γνήσια, θέσει δὲ πάντως ἐμά.

πρὸς δὲ τὸ ἀνύποπτον τῆς ζηλοτυπίας ἐμήν, εἰ βούλει, θεράπαιναν ἀγαγοῦ, τὸ μὲν σῶμα δούλην, ἐλευθέραν δὲ καὶ εὐγενῆ τὴν διάνοιαν, ἧς ἐκ πολλῶν χρόνων πεῖραν ἔλαβον καὶ βάσανον, ἀφ’ ἧς ἡμέρας τὸ πρῶτον εἰς τὴν ἐμὴν οἰκίαν ἤχθη, γένος μὲν Αἰγυπτίαν, τὴν δὲ προαίρεσιν Ἑβραίαν.

ἔστι μὲν ἡμῖν οὐσία πολλὴ καὶ ἄφθονος πλοῦτος, οὐχ ὡς μετοίκοις — ἤδη γὰρ τῶν αὐτοχθόνων τοὺς ἐν εὐτυχίαις λαμπραῖς ὑπερβάλλομεν —, κληρονόμος δ’ οὐδεὶς ἀποδέδεικται καὶ διάδοχος, καίτοι γε εἶναι δυνάμενος, ἂν ταῖς ἐμαῖς παραινέσεσι πεισθῇς.“